- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:60.6-61.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯论证了光并非物体,而是透明之物得以现实化的现前,驳斥了恩培多克勒关于光在空间中移动的学说,并阐明了透明之物的无色性以及夜间发光事物的性质。
ἔοικεν οὖν οὐχ ᾗ πῦρ ὑπάρχειν αὐτῷ τὸ φωτίζειν, ἀλλ’ ᾗ τινὸς ἄλλης φύσεως κεκοινώνηκεν. δῆλον δὲ καὶ ἐκ τῶν παρ’ ἡμῖν ζῴων, οἷον τῶν καλουμένων πυγολαμπίδων, ἃ πῦρ μὲν οὐκ ἔχει, φωτίζει δὲ ὅμως κατὰ τὸ μέγεθος τοῦ σώματος τὸν πέριξ ἀέρα. Τί μὲν οὖν τὸ διαφανὲς εἴρηται, εἴρηται δὲ ὁμοίως καὶ τί τὸ φῶς, ὅτι οὔτε πῦρ οὔθ’ ὅλως σῶμα οὐδὲ ἀπορροὴ σώματος οὐδενός (εἴη γὰρ ἂν καὶ οὕτως σῶμα)· ἀλλὰ πυρὸς ἢ τοιούτου τινὸς ἐν τῷ διαφανεῖ παρουσία, παρουσία δὲ οὐχ ὡς ἡ τῶν κιρναμένων πρὸς ἄλληλα, οὐδ’ ὡς τῶν ἐν τῷ αὐτῷ τόπῳ παρακειμένων ἀλλήλοις (ἅπαντα γὰρ ταῦτα σωμάτων τὰ πάθη)· ἀλλ’ ὡς ἡ τοῦ δρῶντος ἐνέργεια ἐν τῷ πάσχοντι, μᾶλλον δὲ τελειουμένῳ. οὔτε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον δι’ ὅλου δυνατόν, οὔτε δύο σώματα ἅμα κατέχειν τὸν αὐτὸν τόπον, ὡς διὰ πολλῶν ἔμπροσθεν ἀποδέδεικται. ἐχρῆν δὲ παχύτερον εἶναι τὸν ἀέρα, ἡνίκα ἂν ἔχῃ τὸ φῶς ἢ ὁπηνίκα ἂν ἔχῃ τὸ σκότος, νῦν δὲ τὸ ἐναντίον δοκεῖ. ἄλλως δέ, εἰ τὸ σκότος στέρησις ἐν τῷ διαφανεῖ τῆς τοῦ πυρὸς παρουσίας, ἡ τούτου παρουσία τὸ φῶς ἐστί. παρουσία δὲ ἅπασα σχέσις τοῦ παρόντος πρὸς ἐκεῖνο, ᾧ πάρεστι, καὶ οὐχὶ σῶμα. ἔτι δὲ εἰ σῶμα τὸ φῶς, κἂν ἐκινεῖτο ὑπὸ τῶν πνευμάτων. ἀλλ’ οὐδ’ ἂν ἡ κίνησις αὐτοῦ κατὰ φύσιν ἦν ἡ εἰς τὸ κάτω, εἴγε καὶ λεπτότερον τοῦ πυρὸς τὸ φῶς. ἔτι ἐχρῆν ἐν χρόνῳ κινεῖσθαι τὸ φῶς, εἴπερ σῶμα ἦν, νῦν δὲ ἀθρόως ἅπας ὁ οἶκος πυρὸς εἰσκομισθέντος φωτίζεται, μᾶλλον δὲ ἅπας ὁ ἀὴρ ἀνατείλαντος τοῦ ἡλίου. Ἐμπεδοκλῆς δ’ οὐκ ὀρθῶς λέγει, οὐδ’ εἴ τις ἄλλος οὕτω λέγει, ὡς κινουμένου τοῦ φωτὸς καὶ γινομένου πρῶτον μεταξὺ τῆς γῆς 〈καὶ τοῦ περιέχοντος〉, εἶθ’ οὕτω πρὸς τὴν γῆν, ἡμᾶς δὲ λανθάνοντος διὰ τὴν ταχυτῆτα τῆς κινήσεως·1 τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν ἐν τῷ λόγῳ ἀλήθειαν καὶ παρὰ τὰ φαινόμενα. ἐν μικρῷ μὲν γὰρ διαστήματι καὶ μικροῦ φωτὸς κίνησις λάθοι ἄν, ἀπ’ ἀνατολῆς δὲ εἰς δυσμὰς λανθάνειν τηλικούτου σώματος κίνησιν μέγα λίαν τὸ αἴτημα. Ἔστι δὲ χρώματος μὲν δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον, ὥσπερ σχήματος τὸ μὴ ἔχον οἰκεῖον σχῆμα, καὶ χυμοῦ τὸ μὴ ἔχον οἰκεῖον χυμόν. ἄχρουν δέ ἐστι τὸ διαφανὲς οἰκείου χρώματος· διὰ τοῦτο γὰρ διαφανὲς καὶ κινεῖται ὑπὸ τῶν ἀλλοτρίων χρωμάτων· ὡς εἴπερ οἰκεῖον εἶχεν, ἐκεῖνο ἂν ἀντιφράττον ἐκώλυε τὴν αἴσθησιν τῶν ἀλλοτρίων. ἀλλ’ ὅταν μὲν ἐνεργείᾳ γένηται διαφανὲς ὑπὸ τοῦ φωτός, τότε γίνεται αὐτοῦ οἷον χρῶμα τὸ φῶς, καὶ τηνικαῦτα γίνεται καὶ αὐτό πως ὁρατὸν καὶ αἴτιον τοῖς σώμασι τοῦ ὁρᾶσθαι· ὅταν δὲ δυνάμει, οἷον δοκεῖ τὸ σκότος εἶναι, τότε καὶ αὐτὸ ἀόρατον καὶ ἀφαιρεῖται τῶν ἄλλων χρωμάτων τὴν θέαν. ἀόρατον δ’ ἔφαμεν τὸ σκότος οὐχ ὅτι παντελῶς οὐχ ὁρᾶται, ἀλλ’ ὅτι μόλις· διακρίνει γὰρ καὶ τὸ σκότος ἡ ὄψις, ὥσπερ καὶ ἅπασα αἴσθησις τὴν στέρησιν τοῦ αὑτῆς αἰσθητοῦ, ἡ δὲ αὐτὴ φύσις καὶ τὸ αὐτὸ ὑποκείμενον ὁτὲ μὲν σκότος, ὁτὲ δὲ φῶς ἐστίν, ὥσπερ τὸ αὐτὸ ὑποκείμενον ὁτὲ μὲν ὁρᾷ, ὁτὲ δὲ τυφλοῦται. οὐ πάντα δὲ τὰ ὁρατὰ ἐν φωτὶ ὁρατά, ἀλλὰ τὸ μὲν οἰκεῖον ἑκάστου χρῶμα ἐν φωτὶ μόνον, ἔνια δὲ ἐν μὲν τῷ φωτὶ οὐχ ὁρᾶται, ἐν δὲ τῷ σκότῳ κινεῖ τὴν αἴσθησιν, ἅπερ ἢ οὐ χρώματα ῥητέον, εἴπερ ὀρθῶς ἀφώρισται ἴδιον χρώματος εἶναι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ἢ ἄλλον τρόπον,2 οἷον τὰ πυρώδη φαινόμενα καὶ ἐν νυκτὶ λάμποντα, ὧν ἓν μὲν γένος οὐκ ἔστι, διόπερ οὐδὲ ὀνομάζεται ἑνὶ ὀνόματι, πολλοῖς δὲ οὖσι καὶ διαφέρουσι κατ’ εἶδος ἀλλήλων ἓν κοινὸν ὑπάρχει τὸ πυρώδη εἶναι δοκεῖν καὶ λάμπειν ἐν σκότει· τοιοῦτοι δὲ καὶ οἱ μύκητες καὶ κέρατά τινων ζώων καὶ ἰχθύων κεφαλαὶ καὶ λεπίδες καὶ ὀφθαλμοί, καὶ ξύλα δέ τινα σεσηπότα· καὶ τούτων δὲ ἑκάστου τὸ μὲν οἰκεῖον χρῶμα ἐν φωτὶ ὁρᾶται, τὸ δὲ πυρῶδες τοῦτο καὶ ἐκλάμπον ἐν τῇ νυκτὶ ἴσως οὐδὲ χρῶμα, ἀλλὰ τῶν ἡμετέρων πάθος ὀφθαλμῶν.
因此,照亮似乎并不就火是火而言属于它,而是就它分有了某种其他本性而言属于它。这从我们身边的动物身上也显而易见,比如所谓萤火虫,它们虽然没有火,却依然按照其身体的大小照亮周围的空气。因此,透明之物是什么已经讲过,光是什么同样也讲过了:它既不是火,也完全不是物体,更不是任何物体的流出物(因为即便如此它也会是物体);相反,光是火或某种此类事物在透明之物中的现前——然而这种现前既不像彼此相混合之物的现前,也不像在同一处所中彼此相毗邻之物的现前(因为所有这些都是物体的受动情状),而是像作用者在受动者、或者不如说在趋于完满者之中的现实活动。因为物体不可能作为一个整体彻底穿过另一物体,两个物体也不可能同时占据同一处所,正如先前通过诸多论据所证明的那样。此外,空气在拥有光时本该比拥有黑暗时更为浓密,然而现在看来却恰恰相反。换一种方式说,如果黑暗是透明之物中对火之现前的缺失,那么这[火]的现前就是光。而一切现前都是现前者对于它所现前于其中的事物的一种关系,并非物体。再者,如果光是物体,它也会被风所吹动。但如果光甚至比火更为精微,它的自然运动本不该是向下的运动。此外,如果光是物体,它本该在时间中运动;但事实上,火一旦被带入室内,整间屋子就会立刻被照亮,而太阳一升起,所有空气就更是立刻被照亮了。恩培多克勒说得并不正确,如果其他任何人也这样说,同样是不正确的,他们说光是在运动着,并且首先到达大地与[环绕物]之间,然后才如此到达大地,只是由于运动的迅速而未被我们觉察;因为这既背离了理知中的真理,也违背了所显现的现象。因为在短距离内,哪怕是微弱之光的运动也可能会不被觉察,但对于如此庞大的物体从东方到西方的运动竟然不被觉察,这一要求实在过于过分了。 能接受颜色的正是无色之物,能接受声音的正是无声之物,正如能接受形状的是不具有自身固有形状之物,能接受滋味的是不具有自身固有滋味之物一样。而透明之物就其自身的颜色而言是无色的;正是由于这个缘故,它才是透明的并被外来的颜色所运动;因为如果它具有固有的颜色,那颜色就会形成屏障而阻碍对外来颜色的感觉。但是,每当它由于光而成为现实态的透明之物时,那时光可以说就成为它的颜色,在那个时候,它自身在某种程度上也成为可见的,并成为各种物体被看见的原因;而当它潜在地是透明之物时(黑暗似乎就是如此),那时它自身也是不可见的,并且剥夺了对其他颜色的观看。我们说黑暗是不可见的,并不是因为它完全不被看见,而是因为它极难被看见;因为视觉也能辨别黑暗,正如一切感觉都能辨别其自身可感觉对象的缺失一样。并且同一本性、同一基底有时是黑暗,有时是光,正如同一基底有时能看、有时变盲一样。然而,并非所有可见之物都在光中是可见的;各事物固有的颜色固然仅在光中是可见的,但有些事物在光中不被看见,在黑暗中却能引发感觉。如果现实态的透明之物的发动者被正确地定义为颜色的固有特性,那么这些事物要么不该被称为颜色,要么应当以另一种方式被称为颜色,比如那些显现为火性并在夜间发光的事物。它们并没有单一的属,因此也没有被单一的名称所统称;然而它们虽然为数众多且在种上彼此相异,却具有一个共同点:看似火性并在黑暗中发光。蘑菇、某些动物的角、鱼的头、鳞片和眼睛,以及某些腐朽的木头也是如此。而在这些事物中的每一个,其固有的颜色都是在光中被看见的,至于在夜间这种看似火性而发出光芒的现象,或许根本不是颜色,而是我们眼睛的一种受动情状。
- 2.7ὡς κινουμένου τοῦ φωτὸς καὶ γινομένου πρῶτον μεταξὺ τῆς γῆς 〈καὶ τοῦ περιέχοντος〉, εἶθ’ οὕτω πρὸς τὴν γῆν, ἡμᾶς δὲ λανθάνοντος διὰ τὴν ταχυτῆτα τῆς κινήσεως
连词 ὡς 后接连续的属格独立结构(κινουμένου、γινομένου、λανθάνοντος),充当先行动词 λέγει 的内容补足成分,表述恩培多克勒等人的主张。此处使用 ὡς 加分词结构来引述主观主张,而非采用常规的连接词从句。
- 2.7ἅπερ ἢ οὐ χρώματα ῥητέον ... ἢ ἄλλον τρόπον
在相关结构 ἢ ... ἢ 的后半部分中,副词性宾格 ἄλλον τρόπον(以另一种方式)依附于承前省略的 ῥητέον(或 χρώματα ῥητέον),构成谓词性判断的二选一:“这些事物要么不该被称为颜色……要么应当以另一种方式[被称为颜色]”。
