← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§56.34-57.29

感觉的受动性与可感觉对象的分类

特米斯提乌斯依据亚里士多德《论灵魂》卷二第六章,阐明感觉是不带质料地接受形式的非严格意义上的承受,并在考察各个具体感觉之前,将可感觉对象区分为自身(共通与特有)与偶适对象,进而梳理各感觉的特有对象及其感知条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

6. Πῶς δὲ ἐπ’ αὐτοῦ τὸ πάσχειν ἀκουστέον, καὶ ὅτι μὴ κυρίως, προείρηται. τίνα γάρ ἐστι τὰ πάσχοντα κυρίως, καὶ τίνα τὰ ἀλλοιούμενα, διώρισται ἐν τοῖς προτέροις λόγοις ἱκανῶς. ἀλλ’ ἐπειδὴ μήτε τῆς δυνάμεως ἔχομεν ὄνομα ἴδιον ἐπὶ τῶν τὴν ἕξιν ἐχόντων, μήτε τοῦ τὴν ἕξιν μεταβάλλειν εἰς ἐνέργειαν, χρώμεθα μὲν ἐπ’ αὐτῶν τῇ κοινῶς λεγομένῃ δυνάμει καὶ τῷ κοινῶς λεγομένῳ πάσχειν, διαστελλόμεθα δὲ τὰ σημαινόμενα. ὅτι γὰρ οὐ πάσχουσα κυρίως ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν, ἀλλ’ οὐδὲ ἀλλοιουμένη δέχεται αὐτῶν τὰ εἴδη, δῆλον ἐκεῖθεν· οὐ γὰρ λευκὴ γινομένη τῶν λευκῶν ἀντιλαμβάνεται, οὐδὲ θερμὴ τῶν θερμῶν, οὐδὲ γλυκεῖα τῶν γλυκέων, ἀλλ’ ἐκμάττεται μὲν τὰ εἴδη τῶν αἰσθητῶν καὶ τοὺς λόγους ἄνευ τῆς ὕλης, ὥσπερ ὁ κηρὸς τὸ εἶδος τῆς χρυσῆς σφραγῖδος ἄνευ τοῦ χρυσοῦ, οὐ μὴν ὕλη γινομένη τῷ εἴδει, οὐδὲ τρεπομένη σωματικῶς, ἀλλ’ οὐδὲ σχηματιζομένη ἐπιπολῆς· ὁ γὰρ κηρός, εἰ καὶ μὴ τὴν ὕλην δέχεται τῆς σφραγῖδος, ἀλλ’ ἐπιπολῆς ἐσχηματίζετο,1 ἡ δὲ αἴσθησις ὅλη δι’ ὅλης τὸ εἶδος ἀναλαμβάνει τοῦ αἰσθητοῦ καὶ οὐ μεταβάλλουσα ἐκ τῆς ἕξεως, ἧς πρότερον εἶχεν, ἀλλὰ τοὐναντίον ἣν ἔχει τελειοῦσα καὶ βεβαιουμένη τῷ ἐνεργεῖν. τοιοῦτον μὲν οὖν ἡ καθόλου αἴσθησις, καθ’ ἑκάστην δὲ ἰδίᾳ ῥητέον· οὐδὲ γὰρ ὁ κοινὸς λόγος αὐτῆς ἀκριβῶς ἂν εἴη κοινός, ἐπειδὴ καὶ ἐν τῇ αἰσθήσει τὸ πρότερον καὶ τὸ ὕστερον.2 τοῦ δὲ περὶ ἑκάστης αἰσθήσεως λόγου πρότερον τὰ αἰσθητὰ διαιρετέον. Τῶν τοίνυν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός. καὶ τῶν καθ’ αὑτὰ τὰ μὲν κοινά ἐστιν ἁπασῶν 〈τῶν αἰσθήσεων〉, τὰ δὲ ἴδια καθ’ ἑκάστην· ἴδια μὲν ἑκάστης, ὧν οὐχ οἷόν τε ἄλλην ἀντιλαμβάνεσθαι καὶ περὶ ἃ ἥκιστα ἀπατᾶται,3 εἰ κατὰ φύσιν τε ἔχοι καὶ μηδὲν ἐμποδίζοι τῶν ἔξωθεν, οἷον ἡ θέσις ἢ διάστημα ἀσύμμετρον· ἀνεξαπάτητος γὰρ περὶ τὰ χρώματα ἡ ὄψις, ὅταν αὐτή τε ἔχῃ εἰλικρινῶς καὶ διὰ καθαροῦ τοῦ ἀέρος τὰς ἐνεργείας ποιῆται καὶ ἀπὸ συμμέτρου διαστήματος καὶ τῶν χρωμάτων οὕτως κειμένων. οὕτως δὲ ἔχει καὶ ἡ ἀκοὴ περὶ τοὺς ψόφους· δεῖ γὰρ αὐτήν τε ὑγιαίνειν καὶ τὸ μεταξὺ ἠρεμοῦν εἶναι καὶ τὸ διάστημα σύμμετρον. οὕτως καὶ περὶ χυμοὺς ἡ γεῦσις. ἡ δὲ ἁφὴ πλείους μὲν ἔχει διαφορὰς καὶ οὐχ οἷόν τε ἑνὶ περιλαβεῖν ὀνόματι τὸ ὑποκείμενον ταύτῃ τῇ αἰσθήσει, ὡς τὸ χρῶμά ἐστιν ἐπὶ τῆς ὄψεως καὶ οἱ ψόφοι ἐπὶ τῆς ἀκοῆς· καὶ γὰρ λείων καὶ τραχέων καὶ σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων καὶ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀντιλαμβάνεται, καὶ ἔστι πεντὰς αὕτη συζυγιῶν ἀνώνυμος ἑνὶ καθάπερ εἶπον ὀνόματι.

6. 但是,关于在感觉这里应当如何理解“承受”,以及不是在严格意义上承受这一点,先前已经说明。因为何种事物是在严格意义上承受,何种事物是在被蚀变,在先前的讨论中已作了充分界定。然而,既然对于拥有状态者身上的潜能,以及对于从状态向现实活动的转变,我们都没有专有名称,我们便对它们使用通俗所称的“潜能”以及通俗所称的“承受”,但对它们所指的涵义加以辨析。因为,感觉并非因受可感觉对象在严格意义上的承受而接受它们的形式,亦非因被蚀变而接受,这一点从下述事实是显而易见的:感觉并不是通过自身变白来把握白物,不是通过变热来把握热物,也不是通过变甜来把握甜物,而是无质料地印取可感觉对象的形式与比例,正如蜡无金地接受金印章的形式那样;当然,感觉并非成为该形式的质料,亦非发生物体性的转变,甚至不是在表面上被塑造形状。因为蜡即使没有接受印章的质料,却是在表面上被塑造形状的,而感觉则是通体完全地领受可感觉对象的形式,并且不是从先前拥有的状态转变成另一状态,反而是在通过现实活动使自身拥有的状态得以完全并得到巩固。普遍的感觉固然是这样,但必须对每一种具体的感觉分别加以说明;因为关于它的普遍说明甚至并非严格意义上的共通说明,既然在感觉之中也存在着“居先者”与“居后者”。但在关于每种感觉的讨论之前,必须先对可感觉对象加以划分。于是在可感觉对象中,有些是自身可感觉的,有些是偶适的。而在自身可感觉的对象中,有些是对一切感觉共通的,有些则是每种感觉所特有的。每种感觉所特有的是指其他感觉不可能把握的、且只要感觉处于符合本性的状态并且没有任何外在事物(例如位置或不相称的距离)加以阻碍就最不易受欺骗的对象。因为当视力自身处于纯粹状态、穿过澄澈的空气、在相称的距离下进行现实活动且颜色如此这般安置时,视觉关于颜色是不会受欺骗的。听觉关于声音亦是如此;因为听觉自身必须处于健康状态,介质必须处于静止,且距离必须相称。味觉关于滋味亦是如此。然而触觉则包含更多的差异,不可能用一个名称来概括从属于这一感觉的基底,犹如视觉中的颜色和听觉中的声音那样;因为触觉把握光滑与粗糙、坚硬与柔软、沉重与轻盈、温热与寒冷、干燥与潮湿,正如我所说,这一由五对对偶组成的组别无法用一个单一的名称来命名。

语法注3 条
  1. 2.6ὁ γὰρ κηρός, εἰ καὶ μὴ τὴν ὕλην δέχεται τῆς σφραγῖδος, ἀλλ’ ἐπιπολῆς ἐσχηματίζετο

    让步从句 εἰ καί...(纵使……)之后,主句中使用连词 ἀλλά 引导结句(apodotic ἀλλά,结句式 ἀλλά)。这在主句中突出了蜡的比喻局限(仅在表面塑形),从而强化了与后文感觉接收方式(ὅλη δι’ ὅλης,“通体完全地”)的对照。

  2. 2.6ἐπειδὴ καὶ ἐν τῇ αἰσθήσει τὸ πρότερον καὶ τὸ ὕστερον

    在由 ἐπειδή 引导的表原因的从属从句中,系动词 ἐστί 被省略。主语是带冠词的中性短语 τὸ πρότερον καὶ τὸ ὕστερον(“居先者与居后者”),指向亚里士多德式的原理:凡存在先后次序的诸项,严格来说不具备单一的共通属定义。

  3. 2.6ἴδια μὲν ἑκάστης, ὧν οὐχ οἷόν τε ἄλλην ἀντιλαμβάνεσθαι καὶ περὶ ἃ ἥκιστα ἀπατᾶται

    两个关系从句不对称地并列修饰先行词 ἴδια。前一个关系代词 ὧν 是由动词 ἀντιλαμβάνεσθαι 支配的属格,后一个则是依附于动词 ἀπατᾶται 的介词宾格短语 περὶ ἃ。尽管语法格结构发生了转换,但先行词均指 ἴδια。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:56.34-57.29