- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:3.28-4.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌探讨了灵魂的定义究竟是直接切近于个体的种的定义还是属的定义,并触及了共相问题;随后他讨论了灵魂究竟是多元的还是单一整体的部分多样性,以及探究应当先从整体还是部分开始,并考察了本质、活动与对象之间的优先顺序。
τοῦτο δὲ ταὐτὸν τῷ ζητεῖν, ἆρα ὥσπερ εἴδους ζητητέον τὸ τί ἦν εἶναι τοῖς καθ’ ἕκαστον προσεχομένου,1 ὥσπερ ὁ ἄνθρωπος Σωκράτει καὶ Δίωνι καὶ Θεαιτήτῳ, ἢ ὥσπερ γένους εἰς εἴδη ἤδη διαιρουμένου· διαφέρει δὲ οὐ παρὰ μικρὸν ἡ θεωρία· τὸ μὲν γὰρ γένος ἐννόημά ἐστιν ἀνυπόστατον ἐξ ἀμυδρᾶς τῶν καθ’ ἕκαστον ὁμοιότητος κεφαλαιούμενον καὶ ἤτοι παντάπασιν οὐδὲν τὸ γένος, ἢ πολλῷ ὕστερον τῶν καθ’ ἕκαστα, τὸ δὲ εἶδος φύσις τις εἶναι βούλεται καὶ μορφή· μόνης γὰρ ὕλης προσδεῖται ὁ τοῦ ἀνθρώπου λόγος καὶ ἔστιν ἄνθρωπος ἤδη· ἐπεὶ καὶ καθ’ αὑτὸ ἔχει τινὰ ἀξιόλογον θεωρίαν, ἆρ’ οἱ τῶν γενῶν καὶ τῶν εἰδῶν ὁρισμοὶ νοημάτων εἰσὶν ὁρισμοὶ ἢ φύσεων ἐν τοῖς καθ’ ἕκαστα ὑφισταμένων· ἐοίκασι γὰρ βούλεσθαι μὲν εἶναι τῶν νοημάτων ἃ συναθροίζεται ἐκ τῆς τῶν καθ’ ἕκαστον2 ὁμοιότητος, ἀποπίπτειν δὲ εἰς τὰ καθ’ ἕκαστον καὶ εἰς τὰς φύσεις τὰς ὑφεστηκυίας· οὔτε γὰρ τὸ τοῦ ζώου νόημα οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, οὔτε μᾶλλον τὸ τοῦ ἀνθρώπου ζῶον λογικὸν θνητόν, ἀλλὰ τὰ καθ’ ἕκαστον ζῶα οὐσίαι ἔμψυχοι αἰσθητικαί, καὶ οἱ καθ’ ἕκαστον ἄνθρωποι ζῷα λογικὰ θνητά. δῆλον δὲ ἐντεῦθεν· εἰ γὰρ καταλειφθείη πρὸς ὑπόθεσιν ἄνθρωπος εἷς, οἷον οἱ μῦθοι ποιοῦσι τὸν Δευκαλίωνα ἐν τῷ κατακλυσμῷ, τηνικαῦτα ὁ τοῦ ἀνθρώπου λόγος εἰς τὸν τοῦ τινὸς ἀνθρώπου περιορισθήσεται. ἀλλὰ ταῦτα μὲν τῆς περὶ γενῶν καὶ εἰδῶν θεωρίας οἰκειότερα, νῦν δ’ ἐπεξιτέον τῷ ἀριθμῷ, ὧν περὶ ψυχῆς ἄν τις ζητήσειεν. Ἄξιον δὴ καὶ τοῦτο πολλῆς ἂν εἴη φροντίδος, ἆρα πολλὰς θετέον ψυχὰς ὑπάρχειν τῷ ζῴῳ οἷον φυτικὴν θρεπτικὴν ὀρεκτικὴν διανοητικήν, ἐφ’ ὧν καὶ αὗται, ἢ πολλαὶ μὲν οὐκ εἰσὶν ἐν ἑκάστῳ ψυχαί (γελοῖον γὰρ ὥς φησιν ὁ θεῖος Πλάτων, καθάπερ ἐν δουρείῳ ἵππῳ καθεζομένας φέρειν ἕκαστον ἡμῶν πλείους ψυχάς),3 μιᾶς δὲ ὅλης αὐτῆς ὑπαρχούσης τὰ μόρια διενήνοχε· καὶ εἰ μιᾶς θετέον μέρη, χαλεπὸν τὸ διορίσαι, ποῖα καὶ πῶς· οἷον εὐθύς, ἆρ’ ἕτερον τὸ θρεπτικὸν τοῦ αὐξητικοῦ καὶ ἄμφω τοῦ γεννητικοῦ, ἢ τῷ λόγῳ μὲν ἕτερα, τῷ δ’ ὑποκειμένῳ ταὐτά; καὶ ταῦτ’ ἆρα τὰ τρία ἕτερα τοῦ αἰσθητικοῦ καὶ φανταστικοῦ καὶ ὀρεκτικοῦ; δοκεῖ γὰρ ἐν τούτοις ἤδη καὶ τῶν ὑποκειμένων εἶναι διαφορά, ἅ γε καὶ χωρίζεται ἀπ’ ἀλλήλων· πολλὰ γὰρ τρέφεται μὲν καὶ αὔξεται καὶ γεννᾷ, αἰσθάνεται δὲ οὔ, καὶ αἰσθάνεται μὲν, νοεῖ δὲ οὔ. εἰ δ’ οὖν φανείη τινὰ μὲν ἕτερα τῶν μερῶν καὶ πῶς ἕτερα, τινὰ δὲ ταὐτά, ἆρα ὑπὲρ τῆς ὅλης ψυχῆς σαφέστερον ἡμῖν ἢ περὶ τῶν μορίων πρῶτον ἐπισκοπεῖν; δόξειε γὰρ ἂν πῶς μὲν τὸ ὅλον σαφέστερον εἶναι· καὶ γὰρ ἐν τοῖς μεγέθεσι τρόπον τινὰ τοῦ ὅλου πρῶτον αἰσθανόμεθα [ἢ τῶν μερῶν] καὶ ἐν ταῖς ἐπιστήμαις ἀπὸ τῶν καθόλου πρῶτον ἀρχόμεθα ὡς σαφεστέρων· πῶς δὲ αὖ τὰ μέρη πρότερα· ἀεὶ γὰρ πρότερα τὰ ἐξ ὧν, ἐκ δὲ τῶν μερῶν τὸ ὅλον. καὶ εἰ δόξειε περὶ τῶν μερῶν, πότερον τὰς οὐσίας αὐτῶν ἢ τὰς ἐνεργείας ἡμῖν προτέρας διδακτέον; σαφέστεραι γὰρ ἐπὶ πολλῶν ἡμῖν αἱ ἐνέργειαι· ὅτι μὲν γὰρ αἰσθανόμεθα, δῆλον· τί δὲ ἡ αἴσθησις, οὐ σαφές. καὶ εἰ περὶ τῶν ἐνεργειῶν, ἆρα περὶ αὐτῶν πρότερον ἢ περὶ τῶν ὑποκειμένων ταῖς ἐνεργείαις; σαφέστερα γὰρ ἐπὶ πολλῶν ἡμῖν τὰ πράγματα περὶ ἃ γίνονται καὶ αἱ ἐν τοῖς μέρεσιν ἐνέργειαι,4 ὥσπερ τὰ ὁρατὰ τῆς ὁράσεως καὶ τὰ ἀκουστὰ τῆς ἀκοῆς, ἴσως δὲ καὶ τὰ νοητὰ τοῦ νοῦ· καὶ γὰρ ἀντίκειται ὡς τὰ πρός τι τὸ μὲν νοητὸν πρὸς τὸν νοῦν, τὸ δὲ αἰσθητὸν πρὸς τὴν αἴσθησιν.
而这等同于探究:究竟应当将本质作为直接邻近于各个个体的种的〔本质〕来寻求(如同人相对于苏格拉底、狄翁和泰阿泰德那样),抑或作为已被划分为诸种的属的〔本质〕来寻求。两者的理论探讨差异绝非微小;因为属是从个体的微弱相似性中归纳出的无实体概念,属要么全然为无,要么远落后于个体;而种则力求成为某种自然本性与形式;因为人的定义只需要质料的追加,便已然是人了。因为关于属和种的定义究竟是概念的定义,还是在个体中持存的诸自然本性的定义,这本身亦包含着值得重视的理论探讨。因为这些定义似乎一方面力求成为由个体的相似性所汇聚成的诸概念的定义,另一方面又归结于个体与持存的自然本性上。因为动物的概念既不是有生命的、有感觉能力的实体,人的概念也并不更是有理性的、会死的动物,相反,各个个别的动物才是有生命的、有感觉能力的实体,各个个别的人才是有理性的、会死的动物。由以下事实可见一斑:设想若只剩下一个人类(如同神话中在大洪水中幸存的丢卡利翁),那时人的定义便将被限定于某个特定个体的定义。然而这些事项更切合于关于属与种的理论,如今应当依次检视人们关于灵魂所可能探究的事项的数目。 这诚然亦值得深思:是否应当设定在动物中存在着多个灵魂,例如植物的、营养的、欲望的、理智的——在具有这些能力的动物中——抑或在每一个体中并不是有许多个灵魂(因为正如神圣的柏拉图所言,我们每个人携带着多个如同在木马中就座一般的灵魂,乃是荒唐可笑的),而是灵魂作为单一的整体存在,其部分各不相同?如果应当设定为单一灵魂的部分,要界定是哪些部分以及方式如何则是困难的;例如直接而言,营养能力是否不同于生长能力,而两者皆不同于生育能力,抑或它们在定义上相异,而在基底上是同一的?这三者又是否不同于感觉能力、表象能力和欲望能力?因为在这些能力中,似乎已然存在着基底的区别,它们彼此间确实是相互分离的;因为许多事物受滋养、生长并生育,但没有感觉;而有些事物虽有感觉,却没有理智。因此,若表明某些部分彼此相异以及如何相异,而某些部分则是相同的,那么对我们而言,究竟是先考察整个灵魂更清晰,还是先考察各个部分更清晰?因为在某种意义上整体似乎更清晰;因为在量度中我们亦在某种方式上首先感知到整体[而非部分],且在各门科学中我们亦首先从作为更清晰者的普遍者出发;但在另一种意义上部分又是先在的;因为构成事物的要素总是先在的,而整体是由部分构成的。若认为应当先考察部分,我们应当先教授它们的本质还是它们的活动?因为在许多情况下对我们而言活动更为清晰;因为我们感知着,这是显而易见的,但感觉是什么却并不清晰。若先考察活动,究竟是先考察活动本身,还是先考察作为活动基础的事物[活动对象]?因为在许多情况下,各部分中的活动所围绕发生的那些事物对我们而言更为清晰,正如可见之物比起视觉,可听之物比起听觉,或许可理知之物比起理智亦是如此;因为作为相关概念,可理知之物相对于理智,感觉对象相对于感觉,皆是互相对立的。
- 1.1τοῖς καθ’ ἕκαστον προσεχομένου
分词 προσεχομένου 修饰前述属格名词 εἴδους。与格短语 τοῖς καθ’ ἕκαστον 作动词 προσέχεσθαι(紧邻、直接相连)的补足语,意为“直接临近于个别事物的种”。
- 1.1ἐοίκασι γὰρ βούλεσθαι μὲν εἶναι τῶν νοημάτων ... ἀποπίπτειν δὲ εἰς τὰ καθ’ ἕκαστον
ἐοίκασι 的主语是前一句中的“属与种的定义”(οἱ τῶν γενῶν καὶ τῶν εἰδῶν ὁρισμοί)。βούλεσθαι εἶναι 所带的属格补足语 τῶν νοημάτων(意图作为概念的定义)与由 δέ 连接的 ἀποπίπτειν εἰς ...(归结于/落到……之上)形成对比。
- 1.1καθεζομένας φέρειν ἕκαστον ἡμῶν πλείους ψυχάς
间接引语中的“带不定式的宾格”结构。不定式 φέρειν 的逻辑主语是宾格 ἕκαστον ἡμῶν(“我们每个人”),宾语是 πλείους ψυχάς(“多个灵魂”),阴性宾格复数分词 καθεζομένας 修饰 ψυχάς,意为“我们每个人携带着多个端坐着的灵魂”。
- 1.1τὰ πράγματα περὶ ἃ γίνονται καὶ αἱ ἐν τοῖς μέρεσιν ἐνέργειαι
关系代词 ἅ 的先行词是 τὰ πράγματα。关系从句内动词 γίνονται 的主语是后置的名词短语 αἱ ἐν τοῖς μέρεσιν ἐνέργειαι,整句意为“各部分中的活动所围绕发生的那些事物[即活动的对象]”。
