- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:48.10-49.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌阐明,在具有先后次序的事物(如图形、数字和灵魂诸能力)中并不存在单一的共通之属,因此对灵魂的一般定义只能是纲要性的,人们应当顺次对植物、动物和理性生物的灵魂给出各自具体的定义。
ἐν οἷς γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, ἐν τούτοις τὸ κοινῇ κατηγορούμενον οὐ γένος οὐδὲ φύσιν μίαν σημαίνει, ἣν δυνατὸν ἐπινοῆσαι χωρίσαντα1 τῶν ὑπ’ αὐτῆς δηλουμένων. διόπερ καὶ τοὺς ὁρισμοὺς αὐτῶν ἐξαριθμήσει μᾶλλον ἐοικότας ἀποδιδόασιν, ἢ γενικήν τινα φύσιν δηλοῦντας. τοιοῦτος γὰρ καὶ ὁ τοῦ σχήματος ὁρισμός, τοιοῦτος καὶ ὁ τῆς προτάσεως. δῆλον δὲ ἐκ τοῦ μηδὲ ὁλοκλήρως αὐτοὺς ἐφαρμόζειν ἑκάστῳ τῶν εἰδῶν. ὅμως δὲ καίπερ οὕτως ἐχόντων πολλῶν οὐ χρὴ δυσκολαίνειν, ἀλλὰ δέχεσθαι τοὺς ἀποδεδομένους λόγους ἑπομένους τῇ φύσει τῇ τῶν πραγμάτων. ὥσπερ οὖν ὁ τοῦ σχήματος νῦν ἀποδεδομένος λόγος περιείληφε μὲν πάντα τὰ σχήματα, ἴδιος δὲ οὐκ ἔστιν οὐδενός, οὕτω καὶ ὁ τῆς ψυχῆς λόγος ὁ εἰρημένος περιείληφε μὲν ἁπάσας τὰς δυνάμεις αὐτῆς, ἴδιος δὲ μιᾶς οὐκ ἔστι· τοῦτον δὲ ἀφέντας χαλεπὸν εὑρεῖν ἕτερον παραπλήσιον. εἴτε γὰρ ἀπὸ τῆς κινήσεως ὁριούμεθα τὴν ψυχήν, μιᾶς οἰκεῖος ἔσται δυνάμεως τῆς κινητικῆς, εἴτε ἀπὸ τῆς αἰσθήσεως, μιᾶς ὁμοίως τῆς αἰσθητικῆς. διὸ γελοῖον ἐπὶ τῶν οὕτω κοινῇ κατηγορουμένων, ὡς μᾶλλον ἐοικέναι τοῖς πολλαχῶς λεγομένοις ἢ τοῖς γένεσι, τοιοῦτον ζητεῖν τὸν κοινὸν λόγον, ὃς οὐδενὸς ἴδιος ἔσται τῶν ὑπὸ τῆς κοινῆς φωνῆς δηλουμένων, οὐδὲ οἰκεῖός τινος τῶν ἀτόμων εἰδῶν, ἀλλὰ πᾶσιν ὁμοίως ἐφαρμόσει τοῖς εἴδεσιν (εἴπερ εἴδη χρὴ καλεῖν τὰ τοιαῦτα, ἐφ’ ὧν μία κοινὴ φύσις οὐ θεωρεῖται), 〈μὴ〉 ἀγαπᾶν δὲ τὸν ἐνδεχόμενον τρόπον2 τῶν κοινῶν λόγων, οἵῳ καὶ νῦν ἡμεῖς ἐχρησάμεθα· καὶ γὰρ εἰ μηδὲ οὗτός γε τέλειος ἁπάσης ψυχῆς, ἀλλὰ κοινότατός γε ἁπάντων τῶν νῦν λεγομένων. διὸ καθάπερ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν ἀεὶ τῷ ἐφεξῆς ἐνυπάρχει δυνάμει τὸ πρότερον, οἷον τετραγώνῳ τρίγωνον, καὶ δυάδι μονάς, οὕτω καὶ ἐπὶ τῶν ἐμψύχων ἐν αἰσθητικῷ μὲν τὸ θρεπτικόν, ἐν ὀρεκτικῷ δὲ τὸ αἰσθητικόν. τύπῳ μὲν οὖν εἴρηται περὶ ψυχῆς καὶ ὡς οἷόν τε ἦν εἰπεῖν καθόλου περὶ τοῦ μὴ ὄντος καθόλου· τὸν δὲ μέλλοντα ἀκριβέστερον ὁριεῖσθαι ἀποδοτέον ἰδίᾳ,3 τίς ἐστι λόγος ἑκάστης ψυχῆς, οἷον τῆς φυτοῦ, ὅτι ἐντελέχεια τοῦ πρὸς τροφὴν ὀργανικοῦ, καὶ αὖ πάλιν τῆς θηρίου, ὅτι ἐντελέχεια τοῦ πρὸς τροφήν τε καὶ ὄρεξιν ὀργανικοῦ· καὶ οὕτω δὴ ταῖς τελειοτέραις ἐφεξῆς τὰς ἀτελεστέρας περιληπτέον μέχρι τῆς τελευταίας μὲν τῇ γενέσει, πρώτης δὲ τῇ δυνάμει τῆς λογικῆς, εἰς ἣν προελθοῦσα ἐπὶ τῶν φθαρτῶν ἡ φύσις ἀπεπαύσατο. οἷς μὲν γὰρ ἔδωκε λογισμὸν τῶν θνητῶν, τούτοις καὶ τὰς λοιπὰς ἁπάσας δυνάμεις εἰς δορυφορίαν τοῦ λόγου προυποβάλλεται· οἷς δὲ ἐκείνας, οὐ πᾶσι λογισμόν, ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασίαν, τὰ δὲ τελειότερα τῶν ἀλόγων ταύτῃ μόνῃ ζῶσι. περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος. μήποτε γὰρ οὗτος οὔτε δύναμις οὔτε μέρος τῆς προειρημένης ψυχῆς, οὐσία δὲ ἑτέρα βελτίων ἐγγιγνομένη τῇ χείρονι. ὅτι μὲν οὖν οἰκειότερον ἀποδίδωσιν ὁ τὰς δυνάμεις τῆς ψυχῆς χωρὶς ἑκάστην ἀφοριζόμενος, ἢ ὁ φιλονικῶν ἐξευρεῖν τινὰ λόγον ὥσπερ μιᾶς φύσεως ἁπάσης ψυχῆς, φανερὸν ἐκ τῶν εἰρημένων.
因为在存在先后之序的事物中,共同被述说者并不表示一个属,也不表示一种可以脱离其所指示的事物而被构想出来的单一自然本性。正因如此,人们给出它们的定义时,也更近似于一种列举,而非表明某种属的本性。因为图形的定义是如此,命题的定义也是如此。这一点从它们甚至不能完全适用于每一个种这一事实中显而易见。然而,尽管许多事物的情形如此,我们也不应心怀不满,而应当接受顺应事物本性所给出的定义。因此,正如现在给出的图形定义包罗了所有图形,却不唯独属于其中任何一种,同样,关于灵魂所陈述的定义虽然包罗了它的全部能力,却不唯独属于其中的任何一种;而如果舍弃这个定义,便很难找到另一个与之相近的定义。因为如果我们从运动出发来定义灵魂,这一定义将只属于一种能力即运动能力;如果从感觉出发,则同样只属于感觉能力这一种能力。因此,在这些以如此方式被共同述说的事物中——以至于它们更近似于多义言说之物而非属——寻找这样一种共同定义,它既不唯独属于该共通称谓所指示的任何事物,也不专属任何不可分之种,却平等地适用于所有的种(如果对此类无法观照出单一共同本性者确实应当称之为种的话),却不满足于共同定义的可能方式(正如我们方才所采用的那样),乃是荒谬可笑的。因为即使这一方式对所有灵魂而言算不上完满,但它对于目前所说的一切而言至少是最具共通性的。因此,正如在图形和数字中,在后继者中总是潜能地存在着先行者(例如在正方形中有三角形,在二中有单一),在有灵魂者中也是如此:在感觉者中有摄养者,在欲求者中有感觉者。 那么,关于灵魂已作了纲要性的说明,并且是以关于非普遍之物所可能达到的普遍方式说明的;但若想更精确地加以定义,则必须个别地指出每一种灵魂的定义是什么:例如植物的灵魂,是用于养分的有机体的完满实现;再如野兽的灵魂,是用于养分与欲求的有机体的完满实现;如此顺次在更完满的灵魂中包罗较不完满的,直到在生成上居最后、在能力上居首位的理性能力,自然本性在可朽之物中推进至此便止步了。因为在有生必死者中,凡自然本性赋予其推理能力的,自然便将所有其余能力都预先置于其下以护卫理性;而凡自然赋予其那些下级能力的,并未全都赋予推理能力,对其中某些甚至连表象能力亦未赋予,而无理性动物中较完满者仅靠这表象能力而生活。然而关于观照理智,则另当别论。因为此种理智恐怕既非前述灵魂的一种能力,亦非其一部分,而是进入较差者之中的另一种更优良的实体。因此显而易见,根据上述讨论,逐个界定灵魂各项能力的人,比那些争执着要找出一种仿佛属于一切灵魂之单一本性的定义的人,给出了更贴切的说明。
- 2.3χωρίσαντα
作不定式 ἐπινοῆσαι 的逻辑主语的宾格,指代泛指的人称:“人们将其分离出来进行构想”。它与 δυνᾰτόν 搭配构成不定式结构。
- 2.3διὸ γελοῖον ... τοιοῦτον ζητεῖν τὸν κοινὸν λόγον ... 〈μὴ〉 ἀγαπᾶν δὲ τὸν ἐνδεχόμενον τρόπον
句子的基本骨架是由 γελοῖόν [ἐστι] 支配两个并列的不定式 ζητεῖν 和 〈μὴ〉 ἀγαπᾶν,表达“一方面寻求……而另一方面却不满足于……是荒谬的”。尖括号中的 〈μὴ〉 为校订者补入的否定词,以构成合理的对比结构。
- 2.3τὸν δὲ μέλλοντα ἀκριβέστερον ὁριεῖσθαι ἀποδοτέον ἰδίᾳ
在非人称动形词结构 ἀποδοτέον [ἐστί](“应当给出”)中,表示施动者的名词短语使用了宾格 τὸν μέλλοντα 而非常规的与格。这种用法是语法上的混交,等同于 δεῖ τὸν μέλλοντα ἀποδοῦναι(受到带宾格主语的非人称不定式结构的影响)。
