- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:47.7-48.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯释义亚里士多德《论灵魂》卷二第3章,梳理了从植物、动物到人类的灵魂诸能力(摄养、感觉、欲求、运动、思辨)的阶梯式序列,探讨了触觉与基本欲望的必然联系,并运用几何图形的类比说明灵魂诸能力并不从属于一个统一的共通之属。
3. Τῶν δὲ δυνάμεων τῆς ψυχῆς αἱ λεχθεῖσαι τοῖς μὲν ὑπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις δὲ μία μόνον. καὶ πάλιν γε αὐτὰς ἐν κεφαλαίῳ 〈πρὸ〉 τοῦ προϊέναι τὸν λόγον ἐφεξῆς ἀναληπτέον. δυνάμεις δὲ εἴπομεν θρεπτικὴν αἰσθητικὴν ὀρεκτικὴν κινητικὴν κατὰ τόπον διανοητικήν. ὑπάρχει δὲ τοῖς μὲν φυτοῖς ἡ θρεπτική, τοῖς δὲ ζῴοις καὶ ἡ αἰσθητική, ᾗ ἀκολουθεῖν ἀναγκαῖον τὴν ὀρεκτικήν. ὀρεκτικὴ δέ ἐστιν [ὄρεξις] θυμὸς καὶ ἐπιθυμία καὶ βούλησις,1 καὶ οὐ τοῦτο λέγω, ὅτι τοῖς αἰσθανομένοις ἅπασιν ἡ ὀρεκτικὴ πᾶσα ὑπάρχει· πολλοῖς γὰρ οὔτε θυμὸς οὔτε βούλησις, ἀλλ’ ἐπιθυμία μόνον. ὅσοις γὰρ οὐδὲ ἡ αἴσθησις ὁλόκληρος, τούτοις οὐδὲ ἡ ὄρεξις ὅλη. τοῖς δὲ καλουμένοις ζωφύτοις ἁφὴν μόνην προσοῦσαν ὁρῶμεν· ὥσπερ οὖν τῆς ἐσχάτης αὐτοῖς μέτεστι τῶν αἰσθήσεων, οὕτως καὶ τῆς ἐσχάτης τῶν ὀρέξεων καὶ κοινοτάτης, λέγω δὲ τῆς ἐπιθυμίας· ἅπασα γὰρ αἴσθησις κρίνει τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον, ἀκολουθεῖ δὲ τοῖς μὲν οἰκείοις ἡδονή, τοῖς δὲ ἀλλοτρίοις λύπη καὶ ἀποστροφή, καὶ ἡδονῇ μὲν ἐπιθυμία, λύπῃ δὲ ἀποστροφή. αἰσθάνεται δὲ τὰ ζώφυτα τῆς γε τροφῆς· τῇ γὰρ ἁφῇ χρῆται καὶ ἀντὶ γεύσεως. ξηροῖς γὰρ καὶ ὑγροῖς καὶ θερμοῖς καὶ ψυχροῖς τρέφεται τὰ ζῶντα πάντα, τούτων δὲ αἴσθησις ἁφή. ἁπτόμενα οὖν τῶν ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ οὐχ ὡς ἁπτῶν μόνον, ἀλλὰ καὶ ὡς γευστῶν συναισθανόμενα τὰ μὲν οἰκεῖα προσίεται, τὰ δὲ ἀλλότρια ἀποσκευάζεται, ὥστε καὶ τῶν μὲν ὀρέγεται, τὰ δὲ ἐκκλίνει ὡς οἷόν τε. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὀστρεωδῶν ἁπάντων. ὅτι δὲ ἐκ τῶν ἁπτῶν τούτων ἐναντιώσεων προηγουμένως ἐστὶν ἡ τροφή, λέγω δὲ τῶν θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν ξηρῶν, δῆλον ποιοῦσιν αἱ τῆς τροφῆς ἐπιθυμίαι, πεῖνα καὶ δίψα καὶ οἱ λόγοι αὐτῶν· πεῖνα μὲν γάρ ἐστιν ἐπιθυμία ξηροῦ καὶ θερμοῦ, δίψα δὲ ἐπιθυμία ψυχροῦ καὶ ὑγροῦ. τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκὸς ταῖς τροφαῖς ὀρεγόμεθα·2 οὐδὲν γὰρ εἰς τροφὴν συμβάλλεται ψόφος οὐδὲ χρῶμα οὐδὲ ὀσμή. ὁ δὲ χυμὸς μάλιστα μὲν καὶ ἁπτός, εἴπερ γευστός· γεῦσις γὰρ ἅπασα δι’ ἁφῆς· ἀλλ’ οὐδὲ τροφὴ ὁ χυμός, ἀλλ’ ἥδυσμα τροφῆς. διασαφητέον δὲ περὶ αὐτῶν ὕστερον· νῦν δὲ τοσοῦτον διωρίσθω, ὅτι τῶν ζῴων τοῖς ἔχουσιν ἁφὴν καὶ ὄρεξις ὑπάρχει· εἰ δὲ καὶ φαντασία, μετὰ ταῦτα ἐπισκεπτέον. τοῖς δὲ τελειοτέροις τῶν ζῴων πρὸς ταύταις ὑπάρχει καὶ ἡ κατὰ τόπον κινητική, ἑτέροις δὲ καὶ ἡ διανοητική τε καὶ ὁ νοῦς, οἷον ἀνθρώποις καὶ εἴ τι τοιοῦτόν ἐστιν ἕτερον ἢ καὶ τιμιώτερον. οὔπω γὰρ φανερόν, εἰ δύναιντο εἶναι φύσεις ἄλλαι τοιαῦται, αἷς μετὰ τοῦ νοῦ καὶ τῶν ὑποκειμένων τινὲς δυνάμεων ἀκολουθοῦσι.3 Πέφηνε τοίνυν, ὅτι καθάπερ ἐν τοῖς σχήμασι τάξις ἐστὶ καὶ τὸ ἐφεξῆς, οὕτω καὶ ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς. ὥσπερ οὖν οὐδὲ ἐπὶ τῶν σχημάτων τούτων ἔστι κοινὸν λαβεῖν γένος καὶ μίαν ὁμοίως ἁπάντων διήκουσαν φύσιν, οὕτως οὐδὲ ἐπὶ τῶν ψυχικῶν τούτων δυνάμεων.
3. 在灵魂的诸能力中,正如我们所说,上述能力在某些事物中全都具备,在另一些中具备其中的某些,而在某些中则仅具备一种。在论述按次序推进之前,我们应当再次对它们作概括的温习。我们提到的诸能力是:摄养能力、感觉能力、欲求能力、空间运动能力和思辨能力。摄养能力属于植物,而动物还具备感觉能力,欲求能力必然伴随于感觉能力。欲求能力包括激情、欲望和意愿;我这样说并不是指所有的感觉生物都具备完整的欲求能力,因为在许多动物中既无激情亦无意愿,而只有欲望。因为在那些感觉并不完全的事物中,欲求也并不完整。在所谓的动植物中,我们看到唯有触觉依附于它们;正如它们分有诸感觉中最末端的一种,同样它们也分有诸欲求中最末端且最共通的一种,我指的是欲望。因为所有的感觉都能辨别合宜之物与相异之物,快乐伴随合宜之物,而痛苦与排斥伴随相异之物,欲望伴随快乐,排斥伴随痛苦。动植物至少能感知养分;因为它们也将触觉用作味觉。因为所有活着的事物都靠干燥、湿润、温热与寒冷之物得以滋养,而对这些事物的感知就是触觉。因此,它们触及干燥、湿润、温热与寒冷之物,并且不仅作为可触知之物、更结合作为可品尝之物感知它们,从而接纳合宜者,排除相异者,以致它们既欲求前者,又尽可能躲避后者。这一点在所有的贝类动物身上都是显而易见的。养分首要地是由这些可触知的对立属性——我指的是温热与寒冷、湿润与干燥——构成,这一点由对养分的欲望,即饥与渴以及它们的本质定义所表明;因为饥是对干燥与温热之物的欲望,渴是对寒冷与湿润之物的欲望。至于其余的感觉对象,我们只是偶然地在食物中欲求它们;因为声音、颜色和气味对养分毫无贡献。而滋味若真是可品尝的,则尤为是可触知的(因为所有的味觉都是通过触觉达成的);但滋味也不是养分,而是养分的调味品。关于这些事情随后必须予以阐明;现在只需确定这一点:在拥有触觉的动物中,欲求也同样存在。至于是否也具备表象能力,必须在此之后予以考察。而在更完满的动物中,除了这些之外还具备空间运动能力,另一些则还具备思辨能力和理智,例如人,以及如果还有任何别的此类存在者或甚至更高贵者的话。因为尚不清楚是否可能存在其他此类本性,在它们身上某些下属的能力会伴随理智而存在。 因此显而易见,正如在几何图形中存在着次序与前后承续,在灵魂的诸能力中也是如此。因此,正如在这些图形中不可能找出一个共通的属以及同等地贯穿一切的单一自然本性,在灵魂的这些能力中同样也不可能找到。
- 2.3ὀρεκτικὴ δέ ἐστιν [ὄρεξις] θυμὸς καὶ ἐπιθυμία καὶ βούλησις
底本中 ὄρεξις 被置于方括号中。阴性形容词 ὀρεκτική 实质化作主语,代表 ἡ ὀρεκτικὴ δύναμις(欲求能力),解作“欲求能力包括激情、欲望和意愿”。表语部分并列了欲求的三种形态。
- 2.3τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκὸς ταῖς τροφαῖς ὀρεγόμεθα
属格短语 τῶν δὲ ἄλλων αἰσθητῶν 作动词 ὀρεγόμεθα 的支配对象,与格复数 ταῖς τροφαῖς 则作关联或范围与格(“在食物方面/在食物中”)。此句对比了对本质养分(干湿冷热)的欲求与对颜色、气味等附随特性的偶然(κατὰ συμβεβηκός)欲求。
- 2.3οὔπω γὰρ φανερόν, εἰ δύναιντο εἶναι φύσεις ἄλλαι τοιαῦται, αἷς μετὰ τοῦ νοῦ καὶ τῶν ὑποκειμένων τινὲς δυνάμεων ἀκολουθοῦσι
连词 εἰ 引导间接疑问从句,后接祈愿语气 δύναιντο。与格关系代词 αἷς 先行词为 φύσεις ἄλλαι τοιαῦται,由 ἀκολουθοῦσι 支配。属格短语 τῶν ὑποκειμένων δυνάμεων 为部分属格,指相对于理智而言处于下位的基础能力(如摄养、感觉)。
