← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§49.13-50.35

能力的考察次序与摄养灵魂的三重原因

德米斯提厄斯阐明了考察灵魂各项能力的研究次序,即活动及其所关涉的对象就我们而言先于诸项能力,并进而探讨最基本的摄养灵魂,论述了生物如何通过生殖在种的层面上分有永恒与神圣,以及灵魂如何在动力、目的和形式这三种意义上作为有生命身体的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#1

4. Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιήσασθαι λαβεῖν ἑκάστης τῶν δυνάμεων τῆς ψυχῆς πρῶτον τὸ τί ἐστι καὶ τὸν ὁρισμόν, εἶθ’ οὕτω περὶ τῶν ἐχομένων ἐπιζητεῖν. ἐχόμενα δέ ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἑκάστῃ δυνάμει. εἰ δὲ χρὴ λέγειν, τί ἕκαστον τούτων, οἷον τί τὸ νοητικόν, ἢ τί τὸ αἰσθητικόν, ἢ τί τὸ θρεπτικόν, πρότερον ἐπισκεπτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι· πρότεραι γὰρ καὶ σαφέστεραι πρὸς ἡμᾶς τῶν δυνάμεών εἰσιν αἱ ἐνέργειαι· προεντυγχάνομεν γὰρ αὐταῖς καὶ τὰς δυνάμεις ἀπὸ τούτων ἐπινοοῦμεν, καὶ τὸ εἶδος δὲ ἑκάστης καὶ ὁ λόγος κατὰ τὸ ἔργον· τοῦτο γὰρ αὐτῶν τὸ τέλος ἐστίν. εἰ δὲ ἡ φύσις προϋποβάλλεται τὰς δυνάμεις καὶ προτέρας ἐκείνας ἐνδίδωσι τῶν ἐνεργειῶν, οὐδὲν θαυμαστόν· ἄλλο γὰρ τὸ τῇ φύσει πρότερον καὶ ἄλλο τὸ πρὸς ἡμᾶς. πάλιν τοίνυν, ἐπειδὴ τὸ ἔργον ἑκάστης δυνάμεως περί τι ὑποκείμενον θεωρεῖται, καὶ οὐ πάσης περὶ ἅπασαν ὕλην ἐστὶν ἡ ἐνέργεια, ἀλλὰ τῇ μὲν ὁρατικῇ περὶ τὸ ὁρατόν, τῇ δὲ ἀκουστικῇ περὶ τὸ ἀκουστόν, καὶ ταῦτα ὥσπερ ἀντίκειται ἀλλήλοις κατὰ τὸ πρός τι, τάχα ἴσως ἂν προσήκοι τὰ ὑποκείμενα ταῖς ἐνεργείαις πρὸ τῶν ἐνεργειῶν διορισθῆναι. ταῦτα γὰρ σαφέστερα ἡμῖν τῶν ἐνεργειῶν. πρὸ τοίνυν τοῦ νοεῖν τί τὸ νοητὸν ἐξεταστέον, καὶ πρὸ τοῦ αἰσθάνεσθαι τί τὸ αἰσθητόν, καὶ πρὸ τοῦ τρέφειν τίς ἡ τροφή. Ὅτι μὲν οὖν τὸ αἰσθητὸν καὶ ἡ τροφὴ σαφέστερα τῆς θρεπτικῆς δυνάμεως καὶ τῆς αἰσθήσεως καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν, δῆλον· τὰ μὲν γὰρ τῇ αἰσθήσει πρόκειται εἰς τοὐμφανές, αἱ δὲ ἐνέργειαι καὶ ἔτι μᾶλλον αἱ δυνάμεις τῷ λόγῳ μόνῳ θηρεύονται. εἰ δὲ καὶ τὸ νοητὸν τοῦ νοεῖν πρότερον, οὐ ῥᾴδιον ἀποφήνασθαι. ἀλλὰ τοῦτο μὲν ἐπισκέψεται προϊὼν ὁ λόγος, νῦν δὲ ἀκολουθοῦντες Ἀριστοτέλει τὴν κοινοτάτην καὶ πρώτην τῶν τῆς ψυχῆς δυνάμεων προχειρισώμεθα καὶ τοὖργον αὐτῆς καὶ τὴν ὕλην περὶ ἣν πραγματεύεται· ἀπὸ γὰρ ταύτης ἀρκτέον. Κοινοτάτη δὲ ἡ θρεπτικὴ ψυχὴ καὶ πᾶσιν ὑπάρχουσα τοῖς ζῶσι· παρὰ ταύτης γὰρ τὸ ζῆν πρῶτόν ἐστιν, ἧς ἐστὶν ἔργα θρέψαι τε καὶ αὐξῆσαι καὶ γεννῆσαι καὶ ἕτερα παραπλήσια· τοῦτο γὰρ ὥσπερ τέλος καὶ τῶν ἄλλων ἔργων τῆς θρεπτικῆς ψυχῆς καὶ φυσικώτατον ἁπάντων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, μηδὲ τὴν γένεσιν αὐτομάτην ἔχει ἢ καὶ ἐκ τέχνης πεπορισμένην, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό,1 ζῶον μὲν ζῶον, φυτὸν δὲ φυτόν, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν ᾗ δύναται τὰ ἐν γενέσει. πάντα γὰρ ἐκείνου ὀρέγεται, καὶ ἐκείνου ἕνεκα πράττει, ὅσα πράττει κατὰ φύσιν. τὸ δ’ οὗ ἕνεκα δισσόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ·2 ὥσπερ γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς ἐλέγετο, διττὸν τὸ τέλος, ὡς μὲν τὸ οὗ εὐδαιμονία, ὡς δὲ τὸ ᾧ αὐτὸς ἕκαστος αὑτῷ. καὶ γὰρ τὴν εὐδαιμονίαν δι’ αὑτὸν αἱρεῖται, καὶ ὥστε ἑαυτῷ ταύτην περιποιήσασθαι, ὥσπερ καὶ ἐπὶ ἰατρικῆς οὗ μὲν ἡ ὑγίεια, ᾧ δὲ τῷ κάμνοντι· οὕτω δὴ καὶ ἐν τῇ φύσει τὴν διπλόην ταύτην θετέον τοῦ τέλους, καὶ οὗ μέν ἐστι, ῥητέον τοῦτο εἶναι τὸ θεῖον καὶ τὸ ἀίδιον, ᾧ δέ, τοῦτο εἶναι τὸ ἔμψυχον καὶ τὸ ἐν γενέσει· τούτῳ γὰρ περιποιῆσαι βούλεται εἰκόνα θειότητος καὶ ἀιδιότητος ἡ φύσις, καθόσον δύναται· δύναται δὲ τῇ συνεχείᾳ μόνῃ διὰ τὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν ταὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν. ᾗ οὖν δύναται μετέχειν ἕκαστον, ταύτῃ κοινωνεῖ τοῦ θείου τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· μᾶλλον μὲν ὅσων ἡ γένεσις ἐξ ἀλλήλων οὐδεπώποτε διαλείπει, ἧττον δὲ ὡς ἐπί τινων ζώων, ἃ ταῖς ὥραις δοκεῖ ποτὲ μὲν φθείρεσθαι ὁλόκληρα, ποτὲ δὲ γίνεσθαι. διαμένει τοίνυν οὐκ αὐτὸ ἕκαστον, ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δὲ ἕν. Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ ἀρχή. πλεοναχῶς δὲ λεγομένης τῆς ἀρχῆς καὶ τῆς αἰτίας ὁμοίως ἡ ψυχὴ κατὰ τοὺς διωρισμένους ἐν τοῖς περὶ τῶν ἀρχῶν τρόπους τριχῶς ἐστὶν αἰτία τοῦ ζῶντος σώματος· καὶ γὰρ ὅθεν ἡ κίνησις αὐτή, καὶ οὗ ἕνεκα, καὶ ὡς εἶδος. ὅτι μὲν οὖν ὅθεν ἡ κίνησις αἴτιον ἡ ψυχή, γένοιτ’ ἂν δῆλον, εἰ τὰ εἴδη πρῶτον τῆς κινήσεως ἀριθμήσαιμεν. πάντων γὰρ εὑρεθήσεται τοῖς ζώοις αἰτία, καὶ τῆς κατὰ τόπον, εἰ καὶ μὴ πᾶσι, καὶ τῆς κατὰ ἀλλοίωσιν (ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ, αἰσθάνεται δὲ οὐδέν, ὃ μὴ ψυχὴν ἔχει), ὁμοίως δὲ καὶ αὐξήσεως αὕτη αἰτία· οὐδὲν γὰρ αὔξεται φυσικῶς μὴ τρεφόμενον, τρέφεται δὲ οὐδέν, ὃ μὴ κοινωνεῖ ζωῆς.

4. 意图对这些问题进行考察的人,必然要首先把握灵魂的各项能力中每一项的“是什么”及其定义,然后才能进而探求随之而来的属性。所谓随之而来的属性,即是就自身而言属于各项能力的东西。但如果必须说明这些能力中的每一项是什么,例如认知能力是什么,或感觉能力是什么,或摄养能力是什么,就必须先考察“认知”是什么以及“感觉”是什么;因为对于我们而言,现实活动先于各项能力且更为明朗。因为我们首先遇到的是这些活动,并由这些活动而构想出诸项能力,而且每一项能力的形式与定义都是依据其功能而定的;因为这正是它们的目的。然而,如果自然本性将诸项能力预先奠定为基础,并将它们赋予在现实活动之先,这也绝非不可思议之事;因为依自然而言的在先与对我们而言的在先乃是两回事。因此,既然各项能力的功能都是就某个作为基础的对象而被观照的,并且并非每一项〔能力〕的活动都关涉于任何质料,而是视觉能力关涉于可见之物,听觉能力关涉于可听之物,而且这些对象在相关关系上似乎彼此相对立,那么,在现实活动之前先对这些作为活动基础的对象作出规定,或许是恰当的。因为这些对象对我们而言比现实活动更为明朗。因此,在认知之前必须审查“可认知之物是什么”,在感觉之前审查“可感觉之物是什么”,在摄养之前审查“食物是什么”。 显而易见,可感觉之物和食物比起摄养能力、感觉以及依循这些能力的现实活动更为明朗;因为前者显著地呈现在感觉面前,而现实活动,尤其是潜能,唯有通过理性才能被把握。然而,可认知之物是否也先于认知活动,却不易断言。不过,随着论证的推进自会考察这一点;眼下,我们遵循亚里士多德,先着手处理灵魂诸能力中最普遍且居首位者,以及它的功能和它所从事的质料;因为必须从这一项开始。 摄养灵魂是最普遍的,且属于一切有生命之物;因为最初的“活着”即来自它,它的功能是摄取营养、使其生长、进行生殖以及其他类似活动。因为产生另一个与自身相似的事物——动物产生动物,植物产生植物——这对于摄养灵魂的其他功能而言犹如目的,对于所有完满、未受残损、且其生成非出自偶然或人工制成的活物而言,乃是所有事情中最符合自然的。这是为了使处于生成之中的事物能在可能的范围内分有永恒者与神圣者。因为万物都向往那永恒神圣者,凡依自然而行者皆是为了它而行。然而,“为了它”具有双重含义:一是指它所朝向的目的,一是指因它而获益的受益者。正如在《伦理学》中所说,目的具有双重性:作为所朝向的目的,是幸福;作为受益者,则是每个人自己为了自身。因为人是为了自身而选择幸福,并为了让自己获得幸福,正如在医术中,所朝向的目的固然是健康,受益者却是患病之人。在自然界中同样应当确立目的的这种双重性:就所朝向的目的而言,应当说这是神圣者与永恒者;而就受益者而言,则是具灵魂者和处于生成之中的事物。因为自然本性愿在可能的范围内,使这生成之物获得神性与永恒性的摹本。而自然之所以只能通过相续的延续性来做到这一点,是因为在可朽之物中没有任何一物能作为数目上的同一与单一体而留存。因此,在各自所能分有的方式上,万物或多或少地分有着神圣者:凡是彼此相承的生成永不中断的事物分有得更多,而如某些动物在不同季节中似乎时而彻底灭绝、时而复生者,则分有得更少。因此,留存下来的并非各个事物自身,而是与自身相似者,在数目上并非单一,但在形式上却为一。 此外,灵魂是有生命的身体的原因和本原。由于本原和原因是在多种意义上被述说的,同样地,根据在论本原的著作中所界定的方式,灵魂在三种意义上是有生命身体的原因:因为它自身既是运动的起源,也是目的,又是作为形式〔的原因〕。灵魂作为“运动之起源”的原因,如果我们首先清点运动的各个种,便能显明这一点。因为对于动物而言,灵魂将被发现是一切运动的原因:既是空间位置运动的原因(即使并非对所有动物而言),又是质变运动的原因(因为感觉似乎是一种质变,而无灵魂者绝不可能感觉),同样它也是生长的原因;因为若不摄取营养,没有任何事物能依自然而生长,而若不分有生命,没有任何事物能摄取营养。

语法注2 条
  1. 2.4τὸ ποιῆσαι ἕτερον οἷον αὐτό

    此不定式短语作先行指示代词 τοῦτο(“这”)的同位语,用于具体说明其内容。整个句子的结构为:“因为这一件事(即产生另一个与自身相似的事物)乃是摄养灵魂其他功能的目的,也是最符合自然的”。

  2. 2.4τὸ μὲν οὗ, τὸ δὲ ᾧ

    亚里士多德关于目的因(τὸ οὗ ἕνεκα)的典型二分法表述。属格 οὗ 表示所追求的目标或终极目的本身(如医术中的健康、伦理中的幸福、神圣与永恒),而与格 ᾧ 则表示该目的所惠及的受益者(如病患、有生命的个体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:49.13-50.35