← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§46.5-47.6

动物能力的差异与作为身体形式的灵魂

忒密斯提乌根据灵魂能力的数量与精确程度梳理了动物间的差异,通过“借以活着之物”的双重含义(质料与形式)的比喻确立了灵魂是身体的形式与现实性,并阐明了灵魂并非依附于任意身体、而是寄居于合宜的有机自然身体之中的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#3

τῇ μὲν οὖν πρώτῃ διαφορᾷ τὰ ζῷα ταύτῃ διήνεγκεν, ὅτι τοῖς μὲν ἅπασαι τῆς ψυχῆς ὑπάρχουσιν αἱ εἰρημέναι δυνάμεις, τοῖς δὲ πλείους, τοῖς δὲ ἐλάττους, τοῖς δὲ καὶ μία μόνη, ἅπερ οὐ ζῷά φαμεν, ἀλλὰ ζῶντα. δευτέρα δέ, ὅτι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον ἀκριβής, ἀλλ’ ὕστερον περὶ τούτων· νῦν δὲ τοσοῦτον λάβωμεν ἐκ τῶν εἰρημένων. εἴρηται δέ, ὅτι τὸ μὲν ἔμψυχον τοῦ ἀψύχου διώρισται τῷ ζῆν, τὸ δὲ ζῷον τοῦ μὴ ζῴου καὶ τῷ αἰσθάνεσθαι. Ὧι τοίνυν ζῶμεν καὶ ᾧ αἰσθανόμεθα, διχῶς λέγεται, ὥσπερ καὶ ᾧ ἐπιστάμεθα· διχῶς γὰρ καὶ ᾧ ἐπιστάμεθα· καὶ γὰρ τῇ ψυχῇ καὶ τῇ ἐπιστήμῃ. διχῶς δὲ καὶ ᾧ ὑγιαίνομεν· καὶ γὰρ τῷ σώματι καὶ τῇ ὑγιείᾳ, καὶ ἔστι τούτων τὸ μὲν ᾧ δεδέγμεθα,1 τὸ δὲ ὃ δεδέγμεθα, καὶ τὸ μὲν οἷον ὕλη, τὸ δὲ οἷον εἶδος. ἐπιστάμεθα δὲ πρῶτον τῇ ἐπιστήμῃ· κατὰ γὰρ ταύτην ἐπίστασθαι καὶ τῇ ψυχῇ λεγόμεθα, καὶ ὑγιαίνομεν πρῶτον τῇ ὑγιείᾳ· διὰ γὰρ ταύτην καὶ τῷ σώματι. καὶ τοίνυν ζῶμεν τῇ ψυχῇ πρώτῃ καὶ αἰσθανόμεθα τῇ ψυχῇ. πρώτη ἄρα αὕτη αἰτία τοῦ ζῆν οὐχ ὡς ὑποκείμενόν τι καὶ ὕλη, ἀλλ’ ὡς εἶδος καὶ ἐντελέχεια. ὡς γὰρ ἐπ’ ἐκείνων ἡ ἐπιστήμη καὶ ἡ ὑγίεια μορφή τις καὶ εἶδος καὶ λόγος καὶ ἐντελέχεια τῶν δεκτικῶν, τοῦ τε ἐπίστασθαι δυναμένου καὶ τοῦ ὑγιαίνειν, οὕτως καὶ ἐπὶ τῶν ζώντων ἡ ψυχή. καὶ γὰρ εἰ παρ’ ἄλλων ἐνίοτε ἡ ἐπιστήμη καὶ ἡ ὑγίεια, οἷον παρὰ τοῦ διδάσκοντος καὶ τοῦ ἰατροῦ, ἀλλ’ ἔν γε τῷ πάσχοντι καὶ διατιθεμένῳ τὰς τῶν ποιούντων ἐνυπάρχειν ἐνεργείας2 ἔφθημεν ἐν τοῖς Περὶ φύσεως ἀποδείξαντες, ὥστε καὶ ἡ ψυχὴ ἐν τῷ σώματι ὡς εἶδος ἐν ὕλῃ. τριχῶς γὰρ λεγομένης τῆς οὐσίας (πολλάκις γὰρ τὰ αὐτὰ ὑπομνηστέον εὐλαβουμένους, μή τι παρίδωμεν) τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ ἐξ ἀμφοῖν. τούτων δὲ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια, τὸ δὲ ἐξ ἀμφοῖν τόδε τι καὶ τὸ σύνθετον ἤδη. ἐπεὶ δὲ τὸ ἔμψυχον ἐξ ἀμφοῖν, οὐχ ἡ ψυχὴ δήπουθέν ἐστιν ὑποκείμενον τῷ σώματι, ἀλλὰ τῇ ψυχῇ τοῦτο· καὶ διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν, οἷς δοκεῖ μήτε σῶμα εἶναι μήτε ἄνευ σώματος ἡ ψυχή· σῶμα μὲν γὰρ οὐκ ἔστι, σώματος δέ τι, καὶ ἐν σώματι ὑπάρχει καὶ σώματι τοιούτῳ, λέγω δὲ φυσικῷ καὶ ὀργανικῷ, καὶ οὐχ ὥσπερ οἱ πρότεροι τὴν τυχοῦσαν εἰς τὸ τυχὸν σῶμα ἐνήρμοζον, καίπερ οὐδαμοῦ φαινομένου τοῦ τυχόντος δέχεσθαι τὸ τυχόν· οὐδὲ γὰρ λίθος φωνὴν δέξαιτο ἂν οὐδὲ φυτὸν ἐπιστήμην. νῦν δὲ γίνεται κατὰ λόγον· οὐ γὰρ πᾶσα ψυχὴ παντὸς σώματος εἶδός ἐστιν, ἀλλὰ τοῦ πρὸς αὐτὴν ὀργανικῶς κατεσκευασμένου καὶ ἔχοντος πρὸς τὰς ὑπαρχούσας τῇ ψυχῇ δυνάμεις ἐπιτηδείως. ὁρῶμεν γὰρ ταῖς ζωαῖς καὶ τοῖς βίοις τὸ σῶμα ἐπιτηδείως πλασσόμενον ἑκάστου ζῴου καὶ οἰκείως ἔχον πρὸς τὰς ἐνεργείας τῆς ψυχῆς, καὶ ἔστιν ἁπλῶς οἰκεία ὕλη ἑκάστῳ εἴδει, οἰκεία μὲν ἡδί, κοινὴ δὲ ἡδί, καὶ ζῴῳ μὲν ἁπλῶς τὸ φυσικὸν σῶμα ὀργανικόν, τοιῷδε δὲ ζῴῳ τὸ τοιόνδε ὄργανον. ὅτι μὲν οὖν ἐντελέχειά τίς ἐστι καὶ λόγος τοῦ δύναμιν ἔχοντος εἶναι τοιούτου, φανερὸν ἐκ τῶν εἰρημένων.

因此,在第一种差异上,动物的区别在于:在某些动物中具备灵魂上述的所有能力,在另一些中具备较多,在另一些中较少,而在某些中甚至仅具备一种,我们不称这些为动物,而称为活着之物。而在第二种差异上,在于某些动物身上的能力更为精确,某些则较不精确;但关于这些我们随后再谈。现在让我们从已说的话中吸取这一点:已经说过,有魂者与无魂者的区别在于活着,而动物与非动物的区别还在于感知。 那么,我们赖以活着和赖以感知的“那借以者”,是有双重意义的,正如我们赖以获知的“那借以者”一样;因为我们赖以获知的也是在双重意义上说的,既借由灵魂,也借由知识。我们赖以健康的也是在双重意义上说的,既借由身体,也借由健康。在这些之中,一者是我们赖以接受的,另一者则是我们所接受的;前者宛如质料,后者宛如形式。并且我们首先是借由知识而获知,因为说我们借由灵魂获知也是依循这知识;我们首先是借由健康而健康,因为说借由身体[健康]也是通过这健康。由此可见,我们首先是借由灵魂活着,并且借由灵魂感知。因此,这〔灵魂〕是活着的第一原因,是作为形式和现实性,而不是作为某种底层质料和质料。因为正如在那些例子中,知识与健康是接受者(即能够获知者与能够健康者)的某种形态、形式、本质定义与现实性,在活着的事物中灵魂也是如此。因为纵使知识与健康有时来自他人(例如来自教师与医者),但我们在《自然学》中早已证明:作用者的活动存在于受作用并被处置者之中;因此灵魂在身体中亦如形式在质料中一样。 因为实体既然有三种说法(因为我们必须时常温习同样的事情,警惕不要有所遗漏),其一是质料,其二是形式,其三是由两者结合而成者。在这些之中,质料是潜能,形式是现实性,而由两者结合而成者则已经是“这一个”和复合体。既然有魂者是由两者结合而成,那么灵魂绝不是身体的底层质料,相反,身体才是灵魂的[底层质料]。正因如此,那些认为灵魂既非身体亦非离弃身体而存在的人,看法是正确的;因为灵魂固然不是身体,却是身体的某物,并且存在于身体之中,而且是存在于如此这般的身体中,我指的是自然的且有机组织的身体,并不像前人那样把任意的[灵魂]硬套入任意的身体中,尽管随处都看不出任意之物可以接受任意之物。因为石头既不能接受声音,植物也不能接受知识。而如今这乃是依循理知而发生的;因为并不是任何灵魂都是任何身体的形式,而是那为了它而被有机组织建造起来、并且对灵魂中所具有的诸能力具有合宜状态的身体的形式。因为我们看见,每种动物的身体都针对其生命与生存方式而被合宜地塑造,并且对灵魂的活动处于固有合宜的关系之中;并且单纯而言,每一种形式都有其固有的质料——这个是固有的,这个是共通的——对普遍的动物而言是自然的有机身体,对特定某种动物而言则是特定某种器官。因此,[灵魂]是具有成为如此这般者的潜能之物的某种现实性与本质定义,从上述讨论中是显而易见的。

语法注2 条
  1. 2.2ᾧ δεδέγμεθα, τὸ δὲ ὃ δεδέγμεθα

    与格 ᾧ 与宾格 ὃ 的对比区分了进行接受的底层基质(工具/手段性与格 ᾧ,指质料性或接受性的基质,如灵魂或身体)与所接受的内涵(宾格 ὃ,指形式或现实性,如知识或健康)。

  2. 2.2τὰς τῶν ποιούντων ἐνυπάρχειν ἐνεργείας

    由 ἔφθημεν ἀποδείξαντες(“我们早已证明”)所统辖的宾格带不定式结构。其逻辑主语为 τὰς τῶν ποιούντων … ἐνεργείας(“作用者的活动”),不定式 ἐνυπάρχειν(“内在/存在于”)与介词短语 ἔν γε τῷ πάσχοντι καὶ διατιθεμένῳ(“在受作用并被处置者之中”)相联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:46.5-47.6