← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§45.2-46.5

植物的生命与灵魂诸能力的可分离性

德米斯提厄斯论证植物“活着”的有魂性以确立亚里士多德居于柏拉图与斯多亚派之间的立场,并探讨灵魂诸能力究竟仅在定义上还是在空间上亦可分离,对比了植物性与感觉能力同理智的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

τὸ δὲ ζῆν ἐπ’ ἀμφοτέρων οὐχ ὁμώνυμον, ὡς οἴονταί τινες, ὅτι τὸ μέν ἐστι φύσει χρῆσθαι, τὸ δὲ ψυχῇ. εἰ γὰρ τὸ τρέφειν καὶ αὐξάνειν φύσεώς ἐστι καὶ οὐ ψυχῆς, ἤτοι ῥητέον μηδὲ ζῆν ἡμᾶς, ὅταν μὴ αἰσθανώμεθα, ἢ δύο ζωὰς ἡμῖν ὑπάρχειν, ὧν ἑκάτερον ἄτοπον. ἔτι δὲ καὶ πολλὰ κινούμενα κατὰ φύσιν, ὥσπερ τὰ ἁπλᾶ, φύσει μὲν χρῆται, οἷον γῆ καὶ ὕδωρ, ζῆν δὲ οὐ λέγεται, ὥστε οὐκ ἂν εἴη τὸ φύσει χρῆσθαι τὸ ζῆν, ἀλλὰ τὸ ψυχῇ καὶ ταύτης τῷ πρώτῳ καὶ θρεπτικῷ. πῶς δὲ ὁμολογούμενον1 τὸ μὲν γεννητικὸν μέρος αὐτοὺς ποιεῖν ψυχῆς μέρος, τὴν φυτικὴν δὲ αὐτὴν δύναμιν, ἧς ἔργον καὶ τέλος τὸ γεννῆσαι, μηκέτι λέγειν ψυχήν, ἀλλὰ φύσιν; ῥητέον τοίνυν καὶ τὰ φυτὰ ψυχῆς μόριον ἔχοντα καὶ ζῆν καὶ ἔμψυχα εἶναι, ζῷα δὲ οὐκέτι. καὶ τούτου λόγον οὐκ ἀπαιτητέον διὰ τί ζῶντα οὐ ζῷα λέγεται, ἀλλ’ ἐπικλητέον τὴν κοινὴν συνήθειαν μόνον, ὅτι ζῆν μὲν τὰ φυτὰ λέγομεν, ζῷα δὲ μὴ εἶναι· οὐδὲ γὰρ τὸν τρέχοντα πάντα δρομέα, οὐδὲ τὸν παλαίοντα παλαιστήν, ἀλλὰ τῆς τελειοτέρας τοῦ πράγματος ἕξεως ταῦτα ὀνόματα. μέσος τοίνυν Πλάτωνος καὶ τῶν ἀπὸ τῆς στοᾶς Ἀριστοτέλης, ἔμψυχα μὲν τὰ φυτὰ λέγων, ζῷα δὲ μή· ἐκείνων δὲ ὁ μὲν ἄμφω, οἱ δὲ οὐδέτερον. Ὅτι μὲν οὖν τὰς πρώτας ταύτας δυνάμεις, καθ’ ἃς ἔμψυχα λέγεται καὶ ζῷα, λέγω δὲ τήν τε φυτικὴν καὶ τὴν αἰσθητικήν, ἐντελεχείας εἶναι σώματος φυσικοῦ ὀργανικοῦ ἀναγκαῖον, οὐ πολλοῦ ἂν δεοίμεθα λόγου· ἀλλ’ ἐπειδὴ καὶ ἑτέρων ἐστὶν ἡ ψυχὴ δυνάμεών τε καὶ ἔργων ἀρχή, λέγω δὲ ὀρέξεως διανοίας κινήσεως τῆς κατὰ τόπον, ἐπεξιτέον ἁπάσαις, εἴτε καὶ ταύτας ἐντελεχείας εἶναι παραπλησίως ταῖς εἰρημέναις ἐστὶν ἀναγκαῖον, ἢ τὰς μὲν τὰς δ’ οὔ· τοῦτο δὲ γένοιτο ἂν φανερόν, εἰ πρότερον διακρίναιμεν, πότερον ἑκάστη τούτων τῶν προειρημένων δυνάμεών ἐστι ψυχὴ καθ’ ἑαυτήν, ἢ μόριόν τι ψυχῆς, καὶ εἰ μόριον, πότερον οὕτως, ὥστε εἶναι χωριστὸν τῷ λόγῳ μόνον, ἢ καὶ τόπῳ. περὶ μὲν οὖν τινῶν οὐ χαλεπὸν ἰδεῖν, ὅτι λόγῳ μὲν κεχώρισται, τόπῳ δὲ οὔ· τὸ γὰρ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικὸν οὔτε ἐπὶ τῶν ζώων κεχώρισται, οὔτε μᾶλλον ἐπὶ τῶν φυτῶν, ἀλλὰ διὰ παντὸς τοῦ σώματος τῶν τριῶν ἅμα πεφοίτηκεν ἡ τοιαύτη ἀρχή. δῆλον δέ, ὅτι καὶ διαιρούμενα ζῇ καὶ κεχωρισμένα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δὲ πλειόνων. ὁμοίως δὲ καὶ τὸ αἰσθητικὸν τοῦ κινητικοῦ χαλεπὸν τόπῳ διαστῆσαι, ἀλλ’ ὅπουπερ ἴχνος αἰσθήσεως, πάντως ἐκεῖ καὶ ἴχνος κινήσεως, ὥσπερ ἔφαμεν ἐπὶ τῶν ἐντόμων. καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καὶ κίνησιν τὴν κατὰ τόπον· εἰ δὲ αἴσθησιν, καὶ κρίσιν τινὰ τοῦ οἰκείου καὶ ἀλλοτρίου, καὶ διὰ τοῦτο λύπην καὶ ἡδονήν, καὶ διὰ ταῦτα ὄρεξιν, ὥστε ὅπερ εἶπον, ταύτας ἁπάσας τὰς δυνάμεις τῷ λόγῳ μὲν ῥᾴδιον διαστῆσαι (ὧν γὰρ ἕτερα τὰ ἔργα περιφανῶς, οὐκ ἄδηλον ὡς καὶ αὐτὰ ἕτερα), τόπῳ δὲ ἀδύνατον. περὶ μέντοι τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι τοῦτο μόνον ἐνδέχεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ.2

然而,“活着”在两者身上并不是同名异义的,不像有些人因为一者在使用本性、另一者在使用灵魂而认为的那样。因为如果营养与生长属于本性而不属于灵魂,那么我们要么必须说当我们未在感知时甚至并未活着,要么必须说有两种生命属于我们,而这二者都是荒谬的。此外,许多依本性运动的事物,如同单纯物体(例如土和水),虽然也在使用本性,却并不被称为活着;因此,使用本性并不是活着,使用灵魂(并且是使用灵魂中首要的与营养的部分)才是活着。而且,他们一方面把生殖部分当作灵魂的一部分,另一方面却把以生殖为功能和目的的植物性能力本身不再称为灵魂而是称为本性,这又怎能说是首尾一贯的呢?因此必须说,植物由于具有灵魂的一个部分,既活着也是有魂的,但不再是动物。对于为何活着之物不被称为动物,人们不应要求一个论证,而只需诉诸共同的习惯用法,即我们说植物活着,但并非动物;因为并非每个奔跑的人都是跑者,也并非每个角力的人都是角力家,这些名称是针对该事物更为完满的状态而言的。因此,亚里士多德居于柏拉图与斯多亚派之间,称植物是有魂的但非动物;而他们之中柏拉图主张两者皆是,斯多亚派则主张两者皆非。 至于说有魂者与动物赖以得名的这些首要能力(我指植物性能力与感觉能力)必然是一个有机自然身体的现实性,这大概不需要冗长的论说。但由于灵魂也是其他能力与功能的原理(我指欲望、思辨以及空间运动),所以必须对这一切进行探讨:这些能力是否也同上述能力一样必然是现实性,抑或有些是而有些不是。如果我们预先辨明:上述这些能力中的每一者本身就是灵魂,还是灵魂的某个部分;若为部分,是仅在定义上可分离,还是在空间上也如此,那么这一点便会显明。关于某些能力,不难看出它们在定义上是分离的,但在空间上却非如此;因为营养、生长与生殖的能力在动物身上未被分离,在植物身上更是如此,而是这三者结合的如此原理已经贯穿了整个身体。显而易见的是,它们即使被切断并彼此分离,也依旧活着,因为它们体内的灵魂在现实上于每一株植物中是一,在潜能上则是多。同样,把感觉能力与运动能力在空间上分离开也是困难的,正如我们在昆虫身上所说的那样,凡有感觉痕迹的地方,也必然有运动的痕迹。因为[被切开的]各个部分兼具感觉与空间运动;若有感觉,也就有对适宜之物与相异之物的某种辨别,并由此产生痛苦与快乐,再由此产生欲望。因此正如我所说,要在定义上把所有这些能力分开是容易的(因为凡功能显然不同的事物,它们自身亦显然不同),但在空间上分开却是不可能的。然而关于理智与观照能力,目前尚无显明之论,它似乎是另一种类的灵魂,并且唯独它可能[在空间上也分离开来],宛如永恒者脱离可朽者一样。

语法注2 条
  1. 2.2πῶς δὲ ὁμολογούμενον

    中性主格分词 ὁμολογούμενον 在此作为省略了 ἐστί 的表语构成反问句("...如何能说是首尾一贯的呢?"),后续的带不定词的宾格从句(τὸ μὲν... ποιεῖν... τὴν δὲ... μηκέτι λέγειν)为其逻辑主语。

  2. 2.2ἔοικε ψυχῆς γένος ἕτερον εἶναι τοῦτο μόνον ἐνδέχεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ

    动词 ἔοικε 统摄两个并列的不定词从句:ψυχῆς γένος ἕτερον εἶναι 与 τοῦτο μόνον ἐνδέχεσθαι。在后一个从句中,根据上下文需补充 χωρίζεσθαι 或 χωριστὸν εἶναι(在空间上分离)。末尾的省略比较句 καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ 同样需理解为"宛如永恒者脱离可朽者(而分离)一样"。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:45.2-46.5