← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§43.35-45.2

探究方法与作为生命基准的植物能力及触觉

提斯提乌阐明了从对我们显明的复合物走向对本性显明的单纯物这一方法,以及包含原因的定义之必要性,随后论述了作为生命基础的植物性能力以及界定动物的首要感觉(触觉)的可分离性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

2. Λέγωμεν οὖν, ὃ πολλάκις εἰώθαμεν λέγειν, ὅτι τὸ πρὸς ἡμᾶς σαφὲς καὶ τὸ πρὸς τὴν φύσιν τοὔμπαλιν ἔχει, καὶ τὰ μὲν σύνθετα ἡμῖν σαφῆ, τὰ δὲ ἁπλᾶ τῇ φύσει. καὶ τῷ λόγῳ πρότερον οὖν προϊτέον ἀπὸ τῶν ἡμῖν φανερῶν ἐπὶ τὰ τῇ φύσει τοιαῦτα, ὥστε καὶ περὶ ψυχῆς ὁμοίως ὑποληπτέον, αὐτὴν μὲν ἁπλῆν, τὸ δὲ ζῶν σῶμα τὸ σύνθετον εἶναι. ἐκ τούτου οὖν ἐπ’ ἐκείνην ἡμῖν βαδιστέον. οὕτω γὰρ γένοιτο ἂν ἡμῖν ὁ ὁρισμὸς οὐ τὸ τί μόνον δηλῶν, ὅπερ οἱ πλεῖστοι τῶν ὅρων ποιοῦσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνσημαινόμενος. νῦν δ’ ὥσπερ συμπεράσματα ἀποδείξεων οἱ πλείους τῶν ὅρων εἰσίν, οἷον τί ἐστι τετραγωνισμός; τὸ ἴσον ἑτερομήκει τετράγωνον κατασκευάσασθαι·1 καὶ οὗτος μὲν ὥσπερ συμπέρασμα, ὁ δὲ λέγων ὅτι ἐστὶ τετραγωνισμὸς μέσης εὕρεσις, τοῦ πράγματος λέγει τὸ αἴτιον. λέγομεν οὖν ἀρχὴν ποιησάμενοι φανερωτέραν ἡμῖν πρὸς τὴν εὕρεσιν τῶν ἀφανεστέρων. Διώρισται δὴ τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν, πολλὰς δὲ ἐχούσης δυνάμεις τῆς ψυχῆς, ἃς πολλάκις ἀπηριθμήσαμεν, πρὸς μὲν τὸ ζῆν αὐτὸ ἀποχρῶσαν καὶ μίαν ὁρῶμεν, οἷον τὴν καλουμένην φυτικήν, ἧς ἔργα πρῶτον μὲν τὸ θρέψαι, δεύτερον δὲ τὸ αὐξῆσαι, τελευταῖον δὲ τὸ γεννῆσαι. διὸ καὶ τὰ φυόμενα πάντα δοκεῖ ζῆν· φαίνεται γὰρ ἐν ἑαυτοῖς ἔχοντα δύναμιν καὶ ἀρχὴν τοιαύτην, δι’ ἧς κινεῖται ἅμα ἐπὶ τοὺς ἐναντίους τόπους· τὸ γὰρ αὐξανόμενον ἅμα τοῖς κλάδοις ἐπὶ τὸν ἄνω τόπον αὐξάνεται καὶ ταῖς ῥίζαις ἐπὶ τὸν κάτω, ὅπερ οὐδενὶ τῶν μὴ ζώντων φυσικῶν δὲ σωμάτων συμβαίνει, ἀλλὰ μοναχῶς τούτων ἡ κίνησις· τὰ δὲ φυτὰ οὐκ αὔξεται μόνον ἐπὶ τοὺς ἐναντίους τόπους, ἀλλὰ καὶ φθίνει καὶ μειοῦται. ἀλλ’ οὖν πρὸς τὸ ζῆν ἀποχρῶσά ἐστιν ἡ δύναμις αὕτη ἡ καλουμένη φυτική, καὶ ταύτης μάλιστα τὸ θρεπτικὸν μέρος· πολλὰ γὰρ μήτε αὐξανόμενα ἔτι μήτε γεννῶντα ὅμως ζῇ καὶ φυτὰ καὶ ζῷα. χωρίζεσθαι δὲ αὕτη μὲν ἡ δύναμις τῶν ἄλλων δύναται, αἱ δὲ ἄλλαι ταύτης οὐχ οἷαί τε, λέγω δὲ ἔν γε τοῖς θνητοῖς, ἐπεὶ ταῖς γε φύσεσι ταῖς θειοτέραις εἰκὸς εἶναι τὸν νοῦν οὐκ ἄνευ φυτικῆς μόνης, ἀλλὰ καὶ τῶν ἄλλων δυνάμεων.2 ὅτι δὲ ἐπὶ τῶν θνητῶν χωρίζεται αὕτη ἡ δύναμις, φανερὸν ἐκ τῶν φυομένων· οὐδεμία γὰρ αὐτοῖς ὑπάρχει δύναμις ἄλλη ψυχῆς. τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει πᾶσι τοῖς ζῶσι, τὸ δὲ ζῷον διὰ τὴν αἰσθητικὴν πρώτως. καὶ γὰρ τὰ μὴ κινούμενα κατὰ τόπον, ἔχοντα δὲ αἴσθησίν τινα, ὥσπερ τὰ ὄστρεα, ἤτοι ζώφυτα ἢ καὶ ζῷα. αἰσθήσεως δὲ πρώτη πᾶσιν ὑπάρχει τοῖς ζῶσιν ἁφή. ὥσπερ δὲ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς αἰσθήσεως, οὕτως αὖ πάλιν ἡ ἁφὴ τῶν λοιπῶν αἰσθήσεων χωρίζεται ἐπὶ τῶν ζωφύτων, καὶ ταύτην ἅπαντα φαίνεται τὴν αἴσθησιν ἔχειν, λέγω δὲ τὴν ἁπτικήν· δι’ ἣν δὲ αἰτίαν ἡ μὲν φυτικὴ τῆς αἰσθητικῆς, ἡ δὲ ἁφὴ τῶν ἄλλων αἰσθήσεων χωρίζεσθαι δύναται, ὕστερον ἐροῦμεν. Ὅτι δὲ τῆς αἰσθήσεως προσγενομένης οὐκέτι φυτόν, ἀλλὰ ζῷον ἤδη, φανερὸν ἐκ τῶν ὀνομάτων, οἷς χρώμεθα πρὸς τὴν δήλωσιν τούτων τῶν πραγμάτων. ζῆν μὲν γὰρ ἄμφω καὶ τὰ φυτὰ καὶ τὰ ζῷά φαμεν, ὅτι τρέφεται ἐξ αὐτῶν, ζῷα δὲ οὐκέτ’ ἄμφω καλεῖται, ὅτι οὐκ ἄμφω αἰσθάνεται, ἀλλὰ τὸ μὲν φυτόν, τὸ δὲ ζῶον.

2. 那么,让我们说出我们经常习惯说的话:对我们明晰的与对本性明晰的正相反对,复合物对我们是明晰的,而单纯物对本性是明晰的。因此,在论理中必须首先从对我们显明的事物出发,走向对本性显明的事物;从而对于灵魂也应当同样认为,它自身是单纯的,而活的身体则是复合物。因此,我们必须从后者走向前者。因为唯有如此,我们的定义才不仅揭示“是什么”(绝大多数定义都是这样做的),而且还会指明原因。而当下绝大多数定义就像是证明的结论,例如,什么是化方?是作成一个与长方形相等的正方形。这就像是一个结论,而说化方是寻找比例中项的人,则说明了这件事情的原因。因此,我们确立一个对我们而言更为显明的起点来进行论述,以便发现那些更不显明的事物。 有魂者与无魂者乃是由生命来区分的。尽管灵魂具有许多能力(这些我们已屡次列举),但对于生命本身而言,我们看到哪怕仅仅一种能力也已足够,例如所谓的植物性能力,它的功能第一是营养,第二是生长,最后是生殖。因此,凡生长之物似乎都在活着;因为它们显得在自身内部拥有这样一种能力和原理,藉由它同时向相反的处所运动;因为生长之物以其枝桠同时向着上方处所生长,以其根系向着下方处所生长,这对于任何非活的自然物体都是不会发生的,后者的运动只朝单一方向;而植物不仅向着相反处所生长,而且还会衰亡与缩减。但无论如何,对于生命而言,这一被称为植物性的能力已经足够,尤其是其中负责营养的部分;因为许多植物和动物即使不再生长也不再生殖,却依旧活着。这种能力固然能够与其余能力相分离,其余能力却不能脱离它而存在——我指的是至少在会死之物中,因为对于更为神圣的本性而言,理智很可能不仅脱离了植物性能力,而且也[脱离了]其余诸能力。这一能力在会死之物中被分离开来,从生长之物即可显见;因为它们不具有灵魂的任何其他能力。因此,活着是凭借这一原理而属于一切活着之物的,而成为动物则是首先凭借感觉能力。因为即使是那些不在空间上运动、却拥有某种感觉的事物(如贝类),要么是植虫类,要么甚至就是动物。在一切动物所拥有的感觉中,居于首位的是触觉。正如营养能力能够与感觉相分离,触觉在植虫类身上同样与其余感觉相分离,并且所有这些事物显得都拥有这种感觉,即触觉能力;至于为何植物性能力能脱离感觉能力,以及触觉能脱离其余感觉,我们稍后再谈。 一旦添附了感觉便不再是植物而是动物,这一点从我们用来表示这些事物的名称中也是显而易见的。因为我们说植物和动物两者都活着,是因为它们从自身获取营养;但两者不再都被称为动物,是因为两者并非都具有感觉,而是一为植物,一为动物。

语法注2 条
  1. 2.2τὸ ἴσον ἑτερομήκει τετράγωνον κατασκευάσασθαι

    不定词 κατασκευάσασθαι 作为回答疑问句 τί ἐστι τετραγωνισμός; 的主格补足语(表语),用以表述长方形求积(化方)的几何学定义。

  2. 2.2οὐκ ἄνευ φυτικῆς μόνης, ἀλλὰ καὶ τῶν ἄλλων δυνάμεων

    属于介词 ἄνευ 统辖后方省略部分的并列省略结构(即 οὐκ ἄνευ A μόνης, ἀλλὰ καὶ [ἄνευ] B)。其意为:在更高神圣本性中,理智不仅没有植物性能力,而且也脱离了其余(感觉等)能力而存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:43.35-45.2