- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:42.37-43.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌借由眼睛与视觉的类比,将灵魂作为完全现实态的定义从部分推及整体,阐明其与死尸及种子的差别、第一与第二完全现实态的区别,并概述了灵魂(尤其是理智)与身体分离可能性的问题。
θεώρει δὲ καὶ ἐπὶ τῶν μερῶν τὸ λεχθέν. εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, [ἡ] ψυχὴ ἂν αὐτοῦ ἡ ὄψις ἦν· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ καὶ εἶδος καὶ μορφή, ὁ δὲ ὀφθαλμὸς τὸ σύνολον, τὸ δὲ σῶμα τοῦ ὀφθαλμοῦ ὕλη τῆς ὄψεως, ἧς ἀπολιπούσης οὐκέτ’ ὀφθαλμὸς πλὴν ὁμωνύμως,1 καθάπερ ὁ λίθινος καὶ ὁ γεγραμμένος. δεῖ δὴ λαβεῖν τὸ ἐπὶ μέρους λεχθὲν ἐφ’ ὅλου τοῦ ζῶντος σώματος· ἀνάλογον γὰρ ἔχει τὸ μέρος πρὸς τὸ μέρος, τουτέστιν ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, καὶ ἡ ὅλη αἴσθησις πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν, καὶ ἡ ψυχὴ πρὸς τὸ ἔμψυχον σῶμα. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οὔτε τοῦ νεκροῦ σώματος ἐντελέχεια ἡ ψυχή, οὔτε τοῦ σπέρματος· τὸ μὲν γὰρ οὐκ ἔχει ζωήν, τὸ δὲ οὐδέπω, καὶ τὸ μὲν οὔτε δύναται ζῆν ἔτι, τὸ δὲ δύναται μὲν ἀλλ’ ὕστερον. καὶ τὸ δυνάμει ἐπ’ αὐτοῦ, ὅτι δύναται γενέσθαι ὀργανικὸν καὶ δέξασθαι ζωήν· ὥσπερ γὰρ ὁ σίδηρος ὁ ἀμόρφωτος δυνάμει πρίων, ὅτι δέξασθαι δύναται τοιόνδε σχῆμα, ἀλλ’ ὅμως οὐδέπω πρίων, ἀλλ’ ἡνίκα ἂν μορφωθῇ καὶ ἔχῃ τὸ σχῆμα τὸ τμητικόν, οὕτω καὶ τὸ σπέρμα δυνάμει ζῶον, ὅτι δύναται γενέσθαι ὀργανικὸν σῶμα, ἀλλ’ ὅμως οὐδέπω ζῶον, ἀλλ’ ἡνίκα ἂν δι’ αὑτοῦ τρέφεσθαι δύνηται. ὡς μὲν οὖν ἡ πρίσις καὶ ἡ ὅρασις, οὕτω καὶ ἡ ἐγρήγορσις ἐντελέχεια· ὡς δὲ ἡ τοιάδε κατασκευὴ καὶ ἡ ἕξις, ἀφ’ ἧς τὸ πρίειν καὶ τὸ ὁρᾶν, οὕτως ὁ ὕπνος. τούτων δὲ τὸ μὲν ἡ πρώτη ἦν ἐντελέχεια, τὸ δὲ ἡ δευτέρα. ψυχὴ μὲν οὖν ἄμφω αἱ ἐντελέχειαι καὶ μᾶλλον ἡ πρώτη, τὸ δὲ σῶμα τὸ ὑποκείμενον. πάλιν δὲ ὥσπερ ἐκεῖ ὁ πρίων, ὅτε σίδηρος ἦν καὶ τὸ τοιονδὶ σχῆμα ὁμοῦ, καὶ ὀφθαλμὸς αὖθις ἥ τε κόρη καὶ ἡ ὄψις, οὕτω καὶ τὸ ζῶον ἥ τε ψυχὴ ὁμοῦ καὶ τὸ σῶμα. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ ὅλη, εἴπερ ὅλη εἶδος τοιοῦτον, οἷον ἦν καὶ τὸ σχῆμα τοῦ σιδήρου, ἢ μέρη τινὰ αὐτῆς εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον·2 ἐνίων γὰρ μερῶν τοῦ σώματος ἔνια μέρη τῆς ψυχῆς προφανῶς ἐντελέχεια καὶ τελειότης, ὥσπερ ἡ ὄψις τοῦ ὀφθαλμοῦ. οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει τῶν μερῶν τῆς ψυχῆς δύνασθαι καὶ χωρίζεσθαι τοῦ σώματος, ὅσα μήτε ὅλου τοῦ σώματος μήτε μερῶν τινῶν τοιαύτη ἐστὶν ἐντελέχεια, ὡς τὸ σχῆμα καὶ ἡ μορφή. οὕτω δὲ καὶ ὁ νοῦς ἔχειν δοκεῖ. οὔπω γὰρ δῆλον, εἰ καὶ οὗτος σώματός τινος ἐντελέχεια ἄρα τοιαύτη ὥστε ἀχώριστος εἶναι, ἢ ὥστε χωρίζεσθαι,3 ὥσπερ ὁ κυβερνήτης τοῦ πλοίου. οὗτος γὰρ ἐντελέχεια μέν, ἀλλὰ χωριστή. τάχα δὲ καὶ περὶ πάσης τῆς ψυχῆς τύπῳ μὲν ἤδη διώρισται, ἀκριβῶς δὲ οὔ· ἀλλ’ ὑπογραφῇ προσέοικε τέως ὁ λόγος, ἕως ἂν ἐπέλθωμεν πάσαις τῆς ψυχῆς ταῖς δυνάμεσιν· οὕτω γὰρ ἂν γένοιτο δῆλον, εἴτε ὅλη χωριστὸν εἶδος τοῦ σώματος, εἴτε τὰ μέν τινα μέρη χωριστὰ αὐτῆς, τὰ δὲ οὔ.
亦当在各部分上观察所言之事。因为假使眼睛是一个动物,视觉就会是它的灵魂;因为这正是眼睛的实体、形式与形态,而眼睛是复合整体,眼睛的身体则是视觉的质料,一旦视觉离去,除了同名异义之外它便不再是眼睛,正如石造的眼和图画中的眼一样。因此,必须将就部分所言者,取用并应用于整个活着的身体上;因为正如部分相对于部分(即视觉相对于眼睛),类比地,整个感觉也相对于整个具有感觉能力的身体,而灵魂则相对于拥有灵魂的身体。于是,从所说之理显而易见,灵魂既不是死尸的完全现实态,也不是种子的[完全现实态];因为前者不拥有生命,而后者尚未拥有生命;前者不能再活,而后者固然能活,却是在之后。而在种子身上的“潜在地”,在于它能够变成具有器官的并接纳生命;因为正如未经成形的铁由于能够接纳这般形状而潜在地是锯子,但只要尚未被成形并具有切削的形状就仍旧不是锯子,同样,种子由于能够变成具有器官的身体而潜在地是动物,但只要尚未能借由自身摄取营养就仍旧不是动物。因此,正如锯伐与看见是完全现实态,清醒也是如此;而正如产生锯伐与看见的这般构造与状态是完全现实态,睡眠也是如此。而在这些当中,一者曾是第一完全现实态,另一者则是第二[完全现实态]。因此,两种完全现实态都是灵魂,且第一完全现实态更是如此,而充当底层载体的则是身体。再次,正如在彼处,当铁与这般形状结合在一起时乃是锯子,眼睛则是瞳孔与视觉结合在一起,动物同样是灵魂与身体结合在一起。因此,灵魂不可与身体相分离——无论是整个灵魂(若其整体确是如铁的形状那般的形式),还是它的某些部分(若它依本性是可分的)——乃是明晰的;因为正如视觉之于眼睛,灵魂的某些部分显然就是身体某些部分的完全现实态与完满。然而,这绝不妨碍灵魂的某些部分也能够与身体相分离,只要它们既非整个身体、亦非某些部分的形姿与形态这般的完全现实态。而理智似乎就处于这种状况。因为尚不清楚:理智究竟也是某种身体的如此这般的完全现实态以致不可分离,还是像船上的舵手那样可以分离;因为舵手固然是完全现实态,却是可分离的。不过或许关于整个灵魂,虽然已按概貌作出了界定,却尚未精准;在我们考察完灵魂的一切能力之前,目前的论述暂且只像是一幅轮廓草图;因为唯有如此,方能弄清楚它究竟整个是与身体可分离的形式,还是其某些部分可分离而另一些不可分离。
- 2.1ἧς ἀπολιπούσης οὐκέτ’ ὀφθαλμὸς πλὴν ὁμωνύμως
ἧς ἀπολιπούσης 为独立属格结构,其中关系代词 ἧς(先行词为前文的 ὄψεως)作其逻辑主语。它对于主句谓语 οὐκέτ’ ὀφθαλμός[ἐστι]而言充当表示时间/条件的环境补足成分。
- 2.1ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ ὅλη, εἴπερ ὅλη εἶδος τοιοῦτον, οἷον ἦν καὶ τὸ σχῆμα τοῦ σιδήρου, ἢ μέρη τινὰ αὐτῆς εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον
由 ὅτι 引导的主语从句置于句首,中途插入了析取性的限定补充成分(ἢ ὅλη... ἢ μέρη τινά...),最终落到末尾的主句谓语 οὐκ ἄδηλον(通过双重否定构成弱陈修辞)上。全句的核心骨架为 ὅτι... οὐκ ἔστιν ἡ ψυχὴ χωριστή... οὐκ ἄδηλόν [ἐστι](“灵魂不可分离……乃是明晰的”)。
- 2.1οὔπω γὰρ δῆλον, εἰ καὶ οὗτος σώματός τινος ἐντελέχεια ἄρα τοιαύτη ὥστε ἀχώριστος εἶναι, ἢ ὥστε χωρίζεσθαι
由 εἰ 引导的间接疑问从句充当无人称表达 οὔπω δῆλον 的主语补足成分。在从句内部,修饰表语 ἐντελέχεια 的 τοιαύτη 统辖了两个表结果且相对立的 ὥστε 从句,即 ὥστε ἀχώριστος εἶναι 与 ὥστε χωρίζεσθαι。
