- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:41.40-42.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯通过动物与植物之间的类比论证了生命必然需要器官,将灵魂界定为“具有器官的自然身体的第一完全现实态”,并借助蜡与形状以及斧头的比喻阐明形式是实体的存在与统合性的原因,进而解释“具有器官的”与“潜在地拥有生命”表述同一含义。
ἀλλ’ ἐπεὶ τῶν σωμάτων τὰ μὲν φυσικὰ τὰ δὲ οὐχί, καὶ τῶν φυσικῶν τὰ μὲν ἔχει ζωὴν τὰ δὲ οὐχί, οὔτε παντὸς σώματος ἐντελέχεια ἡ ψυχή, ἀλλὰ τοῦ φυσικοῦ, οὔτε παντὸς φυσικοῦ, ἀλλὰ τοῦ καὶ ζῶντος. πᾶν δὲ τὸ ζωῆς μετέχον ὀργανικόν, λέγω δὲ ὅσα θνητὰ καὶ ἐν γενέσει· πάντα γὰρ ταῦτα προσδεῖται τροφῆς καὶ οὐδὲν αὐτῶν γέγονε καὶ ἔστιν ἁπλῶς, ἀλλ’ αἰεὶ καὶ συνεχῶς γίνεται τῆς τοιαύτης ψυχῆς οὐ δυναμένης ποτὲ ἠρεμῆσαι· διόπερ ὀργάνων προσδεῖται τῶν πρὸς τοῦτο διακονούντων. καὶ ἐπὶ μὲν τῶν ζῴων δῆλον, στόμα γὰρ καὶ γαστὴρ καὶ φλέβες καὶ τὰ λοιπὰ ὄργανα τῆς τροφῆς· ἐπὶ δὲ τῶν φυτῶν τὸ ἀνάλογον θηρευτέον ἐκ τῶν ἔργων· αἱ μὲν γὰρ ῥίζαι τῷ στόματι ἀνάλογον (ἄμφω γὰρ ἕλκει τὴν τροφήν), ἶνες δὲ καὶ ἐντεριῶναι φλεψί, καὶ φλοιὸς μὲν καὶ ξύλον ὥσπερ ὀστοῦν καὶ σάρξ, τὸ φύλλον δὲ οἷον σκέπασμα περικαρπίου, τὸ δὲ περικάρπιον καρποῦ, λέγω δὲ περικάρπιον μέν, ᾧ τὰ σπέρματα ἀμφιέννυσιν ἡ φύσις, εἴτε ἐδώδιμον τοῦτο εἴτε καὶ μὴ, καρπὸν δὲ τὸ σπέρμα. εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἡ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. διὸ καὶ οὐ δεῖ ζητεῖν, πῶς ἓν ὁ κηρὸς καὶ τὸ σχῆμα, οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ ἐπικείμενον αὐτῇ πῶς ἕν·1 ὥσπερ γὰρ τὸ εἶναι παρὰ τοῦ εἴδους, οὕτω καὶ τὸ ἓν παρ’ ἐκείνου. πολλαχῶς δὲ καὶ τὸ εἶναι καὶ τὸ ἓν εἶναι (δεκαχῶς γάρ)· ἀλλ’ ὅμως ἐφ’ ἁπάντων τὸ εἶδος ἀμφοῖν αἴτιον καὶ ἣν λέγομεν ἐντελέχειαν. οἷον εἰ φυσικὸν σῶμα ὁ πέλεκυς ἦν καὶ τὸ εἶδος τοῦτο εἶχεν, ὡς δύνασθαι τέμνειν οὐ παρὰ τῆς τέχνης ἀλλὰ παρὰ τῆς φύσεως, ζῷον ἂν ἦν, καὶ τὸ μὲν σῶμα αὐτοῦ ὁ σίδηρος, ἡ ψυχὴ δὲ τὸ τοιόνδε σχῆμα καὶ ἡ ἀκμὴ καὶ τὸ τέμνειν· τοῦτο γὰρ ἦν τὸ πελέκει εἶναι· ἀμβλυνθέντος δὲ καὶ μεταβαλόντος τὸ σχῆμα οὐκέτι πέλεκυς ἀλλ’ ὁμωνύμως, ὥσπερ οὐδὲ Σωκράτης ἄνθρωπος μετὰ τὸ κώνειον ἀλλ’ ὁμωνύμως. νῦν δὲ κἂν σῴζηται ἡ μορφή, πέλεκυς μέν ἐστι, ζῷον δὲ οὐκ ἔστιν· οὐ γὰρ τεχνικοῦ ὀργάνου τὸ εἶδος καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ ζωὴν ἔχοντος, τοῦτο δὲ ἦν τὸ ὀργανικόν. εἰ δὲ ἀντὶ τοῦ ὀργανικοῦ τὸ δυνάμει ζωὴν ἔχοντος ἐθέλοις λαμβάνειν, ληπτέον ἐνταῦθά σοι δυνάμει τῇ παρούσῃ, ᾗ δὴ ὑποβέβληται ἐνέργεια,2 ὡς λέγεται δυνατὸν εἶναι βαδίζειν, ὅ τι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι, ὅ τι ἤδη ἐστὶ κατ’ ἐνέργειαν· ἦν γὰρ καὶ οὗτος ὁ τρόπος τοῦ δυνατοῦ, ὥσπερ εἴρηται ἐν τοῖς περὶ προτάσεων. τοῦ ζῶντος οὖν ἤδη καὶ τοῦ οὕτω ζῆν δυναμένου ὡς ἐντελέχεια πρώτη ἡ ψυχή, τοῦτο δὲ ἦν τὸ σύνθετον καὶ τὸ ἐξ ἀμφοῖν, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ζῷον· τὰ γὰρ εἴδη γίνεται μὲν ἐν τῇ ὕλῃ, οὐκ ἔστι δὲ εἴδη τῆς ὕλης, ἀλλὰ τοῦ συνθέτου· τούτων γάρ ἕκαστον ἤδη τόδε τι. ἐξήγησιν οὖν τὸ ὀργανικὸν νομιστέον τοῦ δυνάμει ζωὴν ἔχοντος, καὶ οὐχ ὡς ἄλλο μὲν τούτου, ἄλλο δὲ ἐκείνου σημαίνοντος.
然而,既然在身体中,有些是自然的,有些则不是,而在自然身体中,有些拥有生命,有些则没有,那么灵魂就既非一切身体的完全现实态,而是自然身体的[完全现实态];也非一切自然身体的[完全现实态],而是兼有生命的[自然身体]的[完全现实态]。凡分有生命之物都是具有器官的;我指的是一切会朽坏且处于生成之中的事物。因为这一切都额外需要营养,且其中没有任何事物是单纯生成完结而实存的,而是由于此种灵魂决不能停息,而始终且连续不断地在生成;正因如此,它额外需要为之服务的器官。在动物身上,这是显而易见的,因为有口、胃、静脉以及其余的营养器官;而在植物身上,则必须依据其功用来寻究其类比之物:根与口相类比(因为二者都吸取养分),纤维与髓则类比于静脉,树皮与木质如同骨与肉,叶片宛如外果皮的遮蔽物,外果皮则是果实的[遮蔽物];我所说的外果皮,是指自然用来包裹种子的东西,无论它是可食用的还是不可食用的,而果实则是指种子。因此,若应当对一切灵魂说出某种共通之点,灵魂就当是具有器官的自然身体的第一完全现实态。因此也无须探问蜡与形状如何合而为一,也根本无须探问每一事物的质料与其上所加之物如何合而为一;因为正如所是[存在]源自形式,合而为一同样源自形式。所是与合而为一都有多种说法(因为它们有十种说法);但无论如何,在所有事物上,形式都是这两者的原因,也即我们所说的完全现实态。例如,假使斧头是一个自然身体,并且拥有这样的形式,以致不是由于技艺而是由于自然便能砍伐,那么它就会是动物,它的身体就是铁,而它的灵魂就是这般形状、锐利以及砍伐;因为这就是斧头的本质所是。然而,一旦刃钝而形状改变,它就不再是斧头,而唯是同名异义的,正如苏格拉底在饮下毒鸩之后就不再是人,而唯是同名异义的一样。但现在,即便这一形态得以保全,它固然是一把斧头,却不是动物;因为灵魂不是技艺器具的形式和定义,而是拥有生命的自然器具的[形式和定义],这便是所谓“具有器官的”。但如果你愿意取“潜在地拥有生命”来代替“具有器官的”,那么在此你必须按当下的潜在性来理解它,活动确已奠基于其下,正如正在行走之物被称为“能够行走”,而在现实活动中已是者大体上都被称为“能够”;因为正如在论命题的著作中所说,这也是可能者的一种模式。因此,对于已然活着且能够如此活着的事物而言,灵魂作为其第一完全现实态,而这便是复合体与由两者构成之物,它不是别的,正是动物;因为形式虽然在质料中生成,却不是质料的形式,而是复合体的形式;因为这些[复合体]中的每一个都已是“某个具体之物”。因此,应当把“具有器官的”视为对“潜在地拥有生命”的解释,而不可视作前者指称一事,后者指称另一事。
- 2.1οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ ἐπικείμενον αὐτῇ πῶς ἕν
先行动词控制的先取构文(prolepsis)。本应作为间接疑问从句主语的“每一事物的质料与其上所加之物”,被置于主句支配动词 ζητεῖν(由前面的 οὐ δεῖ ζητεῖν 承前省)的直接宾语宾格(τὴν ἑκάστου ὕλην καὶ τὸ ἐπικείμενον αὐτῇ)。它与前文的主格结构 πῶς ἓν ὁ κηρὸς καὶ τὸ σχῆμα 形成意义上的并列,在逻辑上等同于探问这两者如何合而为一。
- 2.1ληπτέον ἐνταῦθά σοι δυνάμει τῇ παρούσῃ, ᾗ δὴ ὑποβέβληται ἐνέργεια
动形容词 ληπτέον 带有施事者与格 σοι,而 δυνάμει τῇ παρούσῃ 则作方式或方面的与格(“按当下的潜在性”,用以解释前句出现的 τὸ δυνάμει)。关系从句 ᾗ δὴ ὑποβέβληται ἐνέργεια(“现实活动确已奠基于其下的[潜在性]”)中,完成时被动态 ὑποβέβληται 表示现实活动已作为基础存在于潜能之下的稳定状态。
