← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§41.1-41.40

作为第一完全现实态的灵魂与自然身体分类

忒弥斯提乌斯通过睡眠与醒觉的比喻阐释了完全现实态的双重性(知识/观照,性向/现实活动),论证灵魂是拥有生命的身体的“第一完全现实态”。在化解关于滋养灵魂的疑难之后,他系统梳理了作为灵魂载体的自然身体的分类(有生命与无生命、生长的诸形式)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#3

Αὕτη δὲ λέγεται διχῶς, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν, καὶ ἡ μὲν ὡς ἕξις, ἡ δὲ ὡς ἐνέργεια τῆς ἕξεως. καὶ ταύτην οὖν ἔστιν εὑρεῖν ἐπὶ τῆς ψυχῆς τὴν διπλόην· ὁ μὲν γὰρ ὕπνος οἷον ἕξις τις τῆς ψυχῆς, ἡ δὲ ἐγρήγορσις οἷον ἐνέργεια, καὶ οὐ τοῦτο λέγω, ὅτι ἐν τοῖς ὕπνοις σύμπασα παύεται ἡ ἐνέργεια τῆς ψυχῆς, μένει δὲ μόνη ἡ ἕξις (τὸ γὰρ θρεπτικὸν αὐτῆς καὶ ἡ δύναμις ἡ τοιαύτη ἀκοίμητος καὶ ἐν τοῖς ὕπνοις)' ἀλλὰ πολλαί γε δυνάμεις αὐτῆς καθευδόντων τῶν ζώων οὐκ ἐνεργοῦσι, λέγω δὲ τὴν αἰσθητικὴν καὶ τὴν κατὰ τόπον κινητικήν. ἐντελέχεια οὖν ἡ ψυχὴ τοῦ ζωὴν ἔχοντος σώματος καὶ ὡς ἡ πρώτη, οὐχ ὡς ἡ δευτέρα. προτέρα γὰρ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη’ πρότερον γὰρ λαμβάνει τὴν ἐπιστήμην Σωκράτης, εἶθ’ οὕτω θεωρεῖ. ὁ οὖν λέγων, ὅτι εἴπερ ἐντελέχεια ἡ ψυχή, οὐκ ἂν ὕπνος ἐγένετο, θαυμαστός, εἰ μὴ συνίησι1 τὰ διαρρήδην ὑπ’ Ἀριστοτέλους λεγόμενα’ ἐν γὰρ τῷ ὑπάρχειν, φησί, τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσις. ἀλλ’ ἐκεῖνό γε ἐπισκεπτέον· ὅταν γὰρ προσθῶμεν τῇ ἐντελεχείᾳ τὴν πρώτην, μήποτε τὴν μὲν ἄλλην ψυχὴν ὁ λόγος περιλαμβάνῃ,2 τὴν θρεπτικὴν δὲ οὐκέτι’ ἐπ’ ἐκείνης γὰρ οὐ χωρίζεται ἡ ἕξις τῆς ἐνεργείας. ἢ ὅπου μὲν ἡ ἐνέργεια, πάντως καὶ ἡ ἕξις, καὶ μάλιστα ἐν τοῖς φυσικοῖς, ἃ γίνεται οὐκ ἔξωθέν τινος ἐπιστατοῦντος οὐδὲ διδάσκοντος· ὅπου δὲ ἡ ἕξις, οὐ πάντως καὶ ἡ ἐνέργεια, ὥστε ὁ πρώτην ἐντελέχειαν ὁριζόμενος τὴν ψυχὴν ἁπάσας τὰς δυνάμεις περιλαμβάνει. ἐν γὰρ τοῖς ὕπνοις τῶν μὲν ἡ ἕξις ἐστὶ μόνη, τῆς θρεπτικῆς δὲ μετὰ τῆς ἕξεως ἡ ἐνέργεια. Τί μὲν οὖν ἐστὶν ἡ ψυχὴ κατὰ τὸ γένος, εἴρηται’ οὐσία γὰρ ἡ κατὰ τὸν λόγον καὶ ἐντελέχεια ἡ πρώτη. τίνος δὲ αὕτη, λοιπὸν ἀποδοῦναι. ὅτι μὲν δὴ σώματος, δῆλον· ὁποίου δέ, σαφέστερον ἐφεξῆς διοριστέον. φαίνεται δὴ τῶν σωμάτων τὰ μὲν εἶναι φυσικά, τὰ δ’ οὔ, λέγω δὲ φυσικὰ μὲν ὅσα ἔχει καθ’ ἑαυτὰ κινήσεως ἀρχήν, οἷον γῆ καὶ ὕδωρ καὶ φυτὰ καὶ ζῷα, οὐ φυσικὰ δὲ ὅσα μὴ ἔχει, οἷον κλίνη καὶ ναῦς καὶ ἱμάτιον. καὶ ταῦτα διώρισται σαφῶς καὶ ἡμῖν καὶ πρώτῳ Ἀριστοτέλει ἐν τοῖς περὶ τῶν ἀρχῶν τῆς ὅλης φύσεως. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει. τίνα δὲ λέγομεν τὴν ζωήν, ἔφθημεν εἰπόντες, ὅτι τὴν δι’ ἑαυτοῦ τροφήν τε καὶ αὔξησιν. ταῦτα δὲ ἦν τὰ ζῷα καὶ τὰ φυτά· τὰ γὰρ λεγόμενα στοιχεῖα φυσικὰ μέν, ὅτι κινήσεως ἀρχὴν ἔχει, οὐ ζῶντα δέ, ὅτι μὴ τρέφεται δι’ ἑαυτῶν· ἡ γὰρ τῶν λίθων αὔξησις ὁμώνυμος, ὅτι προσθήκη, ἢ εἴπερ καὶ οἱ λίθοι διόλου αὔξονται, εἴη ἂν καὶ ἐν τούτοις εἶδος ζωῆς, ἀλλὰ λίαν γε ἀμυδρᾶς· ἐπεὶ καὶ γεννᾶν τινὲς λίθοι λέγονται, ὡς Κλέαρχός φησιν. ἀλλὰ καὶ ἐπὶ τούτων ἢ ὁμώνυμος ἡ γένεσις ἢ ἄλλον τρόπον· πολλαχοῦ γὰρ ἡ φύσις δήλη γίνεται κατὰ σμικρὸν μεταβαίνουσα, ὥστε ἀμφισβητεῖσθαι ἐπί τινων, πότερον ζῷον ἢ φυτόν, καὶ πότερον φυτὸν ἢ λίθος.

这[完全现实态]有两种说法:一种是作为知识,另一种是作为观照;一种是作为性向,另一种是作为性向的现实活动。因此,在灵魂上也同样可以发现这种双重性:睡眠有如灵魂的某种性向,而醒觉则有如现实活动;我这样说并不是指在睡眠中灵魂的一切现实活动都止息而唯独留下性向(因为它的滋养部分以及这般能力即使在睡眠中也是不眠的),而是说当动物沉睡时,它的许多能力并不活动,我指的是感觉能力与依位置运动的能力。因此,灵魂是具有生命的身体的完全现实态,而且是作为第一[完全现实态],而非作为第二[完全现实态]。因为在同一主体中,知识在生成上在先;苏格拉底先是获得知识,然后才如此进行观照。因此,若有人说“如果灵魂是完全现实态,便不会有睡眠发生”,那么如果他不明白亚里士多德所明确说出的话,倒是令人称奇的;因为他说,“在灵魂的存立中,既有睡眠又有醒觉”。然而那一疑问确实须当考察:因为当我们给完全现实态加上“第一”时,这一定义是否会囊括其余的灵魂,却不再囊括滋养的灵魂?因为在后者那里,性向并不脱离现实活动。或者毋宁说,哪里有现实活动,哪里在一切情况下就也有性向,尤其在那些并非由某人从外部主管或教导而生成的自然事物中更是如此;而在有性向的地方,却并非在一切情况下都有现实活动,因此将灵魂定义为第一完全现实态的人,便囊括了所有的能力。因为在睡眠中,对于某些能力而言唯有性向存在,而对于滋养能力而言,现实活动则伴随着性向而存在。那么,灵魂按其属而言是什么,已经说明了;因为它是按定义而言的实体,且是第一完全现实态。但它是何物的[完全现实态],尚有待交代。它属于身体,这固然显明;但属于何种身体,接下来必须更明确地加以界定。在身体中,有些显然是自然的,有些则不是;我所说的自然身体,是指那些自身内部拥有运动本原的一切事物,例如土、水、植物和动物;而非自然身体则是指那些不拥有运动本原的事物,例如床、船和斗篷。这些事情不仅由我们,而且首先由亚里士多德在论述整个自然之本原的著作中已经作了明确的界定。而在自然身体中,有些拥有生命,有些则没有。我们所说的生命是什么,我们此前已经说过,即通过自身的滋养与生长。而这些就是动物和植物;因为所谓元素虽然是自然的,由于它们具有运动的本原,却不是有生命的,由于它们不通过自身得到滋养;因为石头的生长是同名异义的,因为它属于添附;或者,如果石头果真通体都在生长,那么在它们之中也会有一种生命的形相,只是极其微弱而已;因为正如克勒阿尔科斯所说,某些石头甚至被说成能够生育。但即便在这些事物上,其生成要么是同名异义的,要么是以另一种方式进行的;因为自然在许多地方显而易见是循序微变地过渡的,以致在某些事物上人们会争论它究竟是动物还是植物,究竟是植物还是石头。

语法注2 条
  1. 2.1θαυμαστός, εἰ μὴ συνίησι

    主句省略系动词 ἐστί 的结构。谓语形容词 θαυμαστός 与主语短语 ὁ λέγων 搭配,意为“那说……的人若是未理解……倒是令人称奇的”。条件从句 εἰ μὴ συνίησι 搭配现在时直陈式,表示事实性的假定。

  2. 2.1μήποτε τὴν μὲν ἄλλην ψυχὴν ὁ λόγος περιλαμβάνῃ

    在独立分句中 μήποτε 接虚拟式(περιλαμβάνῃ)的结构,用以表达委婉的疑虑、担忧或假定(“这一定义是否会囊括……却不再囊括……”)。这是哲学注解中提出疑难(aporia)时的常见句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:41.1-41.40