- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:40.3-40.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过生命差异及复合实体的构成,论证了灵魂既非身体亦非底层载体,而是形式与完全现实态。随后,他检视了由内在成分构成的三种方式(由部分构成、由混合构成、由质料与形式构成),论证了动物由身体与灵魂构成必定属于质料与形式结合这第三种方式。
Ὅτι γὰρ οὐ σῶμα ἡ ψυχὴ οὐδὲ ὑποκειμένου χώραν ἔχει, δέδεικται μὲν ἤδη καὶ πρόσθεν, οὐ χαλεπὸν δὲ καὶ νῦν ὑπομνῆσαι. τὰ γὰρ ἔμψυχα τῶν ἀψύχων διαφέρει μὲν τῷ ζωὴν ἔχειν, οὐ διαφέρει δὲ τῷ σώματα εἶναι, ὥστε οὐ σῶμα ἡ ζωή, οὐδ’ ἄρα ἡ ψυχή, ἡ τῆς ζωῆς ταύτης αἰτία. ἔτι καὶ ὧδε ταὐτὸν τοῦτο γένοιτ’ ἂν φανερόν. ἐπεὶ γὰρ ἐν τῇ συνθέτῳ οὐσίᾳ οὔτε ἄμφω ὑποκείμενα οἷόν τε εἶναι, οὔτε ἄμφω εἴδη, τὸ σῶμα δὲ ὑποκείμενον δῆλόν ἐστιν ἐν τῷ ὅλῳ (τὸ γὰρ ἀγόμενον καὶ πλασσόμενον καὶ μορφούμενον καὶ κρατούμενον καὶ ἕτοιμον πρὸς σκέδασιν καὶ φθοράν, εἰ μὴ συνέχοιτο ὑπὸ ψυχῆς, τοῦτό ἐστιν), ἀνάγκη πᾶσα [τὸ] εἶδος εἶναι τὴν ψυχὴν καὶ ἐντελέχειαν. καὶ γὰρ οὐδ’ ἂν ἄλλως ἔχοιμεν εἰπεῖν τὸ ζῶον ἐκ σώματος καὶ ψυχῆς, εἰ μὴ ὡς ἐξ ὕλης καὶ εἴδους. τριχῶς γὰρ τὸ ἐκ τῶνδε ὡς ἐνυπαρχόντων,1 φανερώτατα μὲν ὡς ἐκ τῶν μερῶν, ὅταν τὴν οἰκίαν ἐκ τῶν πλίνθων ἢ τῶν τοίχων λέγωμεν, καὶ τὸ ζῶον ἐξ ὀστέων καὶ σαρκός. εἷς μὲν δὴ τρόπος οὗτος. ἄλλος δέ, ὅταν ἐξ ὕδατος καὶ μέλιτος τὸ μελίκρατον, καὶ ὅλως ἐκ τῶν κερασθέντων τὸ κεκερασμένον. διαφέρει δὲ οὗτος τοῦ προτέρου, ὅτι ἐπ’ ἐκείνου μὲν καὶ τὰ μέρη καὶ τὸ ὅλον τόπῳ κεχώρισται, ἐπὶ δὲ τούτου τὰ κεχωρισμένα κατὰ τόπον οὔπω κέκραται· δοκεῖ μὲν γὰρ ἐν τῷ αὐτῷ τόπῳ καὶ τὸ ὅλον εἶναι2 καὶ τὰ μέρη, τῇ δὲ ἀληθείᾳ τὰ μὲν διέφθαρται, τὸ δὲ ἔστι. τρίτος δέ, ὅταν ἐκ τοῦ χαλκοῦ καὶ τοῦ σχήματος τὸν ἀνδριάντα φῶμεν, καὶ ἐκ τῶν πλίνθων καὶ ἐκ τῆς συνθέσεως τὴν οἰκίαν. ὥστε καὶ τὸ ζῶον ἐπειδή φαμεν ἐκ ψυχῆς καὶ σώματος, εἰ μὲν κατὰ τὸν πρῶτον τρόπον, οὐκ ἂν εἴη τὸ σῶμα ἔμψυχον ὅλον δι’ ὅλου, οὐδ’ ἂν αἰσθάνοιτο ὅλον δι’ ὅλου, οὐδ’ ἂν τρέφοιτο, ἀλλὰ παρακείσεται ἡ ψυχὴ ἢ ὅλη ὅλῳ τῷ σώματι, ἢ τὰ μόρια τοῖς μορίοις, ὅπερ οὐδὲ ἐννοῆσαι δυνατόν· καὶ εἰς τὸ ποσὸν συντελέσει τῷ ζῴῳ ἡ ψυχή, οὐκ εἰς τὸ ποιόν, ὥσπερ τὰ μέρη τῷ ὅλῳ. οὐ μὴν οὐδὲ κατὰ τὸν δεύτερον τρόπον· οὐ γὰρ φθειρομένης τῆς ψυχῆς οὐδὲ φθειρομένου τοῦ σώματος τὸ ζῶον γίνεται, ἀλλὰ τοὐναντίον σῴζοντος ἑκατέρου τὴν ἑαυτοῦ καὶ φύσιν καὶ ἐνέργειαν. λείπεται τοίνυν τὸν τρίτον τρόπον ἐκ ψυχῆς καὶ σώματος εἶναι τὸ ζῶον. ἦν δὲ οὕτω τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, καὶ οὐ τὸ σῶμα τῆς ψυχῆς εἶδος· αὕτη ἄρα εἶδος τοῦ σώματος. ὥσπερ οὖν ἀνδριὰς ὀνομάζεται κατὰ τὴν μορφήν, οὕτω καὶ τὸ ζῶον· κατὰ γὰρ τὴν ψυχὴν τὸ μὲν ζῶον λέγεται, τὸ δὲ νεκρὸν εἶναι· ἅμα γὰρ ταύτῃ πάρεστι καὶ ἄπεστι τὸ ζῆν αὐτοῖς. εἶδος ἄρα τι καὶ ἐπὶ τοῦ ζῴου καὶ μορφὴ ἡ ψυχή.
因为灵魂既不是身体,也不处于底层载体的地位,这一点固然此前已经证明过,现在要回想起来亦非难事。因为有灵魂之物与无灵魂之物的区别在于拥有生命,而不在于它们是身体;因此生命不是身体,从而作为这种生命之原因的灵魂也不是身体。此外,同样这一点还可以通过如下方式显明。因为既然在复合实体中,二者不可能都是底层载体,也不可能都是形式,而身体在整体中显然是底层载体(因为那被引导、被塑造、被赋予形貌、被主宰,并且若不由灵魂维系便随时趋于消散和毁灭的,正是这身体),所以灵魂完完全全必然是形式和完全现实态。事实上,若非作为由质料与形式构成,我们也绝不可能以任何其他方式说动物是由身体和灵魂构成的。因为“由作为内在成分的这些东西构成”有三种说法:最显然的是作为由部分构成,正如我们说房屋由砖块或墙壁构成,动物由骨骼和肌肉构成。这是一种方式。另一种方式,是当蜜水由水与蜂蜜构成时,以及一般而言混合物由各混合成分构成时。这种方式与前一种方式的不同之处在于:在那种[前一种]情况下,部分与整体在空间上都是分离的;但在这种[后一种]情况下,在空间上分离的事物尚未混合(因为整体与各部分虽然看似处于同一空间,但实际上各部分已被消灭,而整体则实存)。第三种方式,是当我们说雕像是由青铜与形状构成,房屋是由砖块与结合方式构成时。因此,既然我们也说动物是由灵魂与身体构成的,那么如果是按照第一种方式,身体便不可能浑然全盘地拥有灵魂,也不可能通体感知,不可能通体得到滋养,反而灵魂要么整体并置于整个身体,要么其各部分并置于身体的各部分,而这是连想象都无法想象的;并且灵魂对动物所起的作用将属于数量,而非属于性质,犹如部分对于整体一样。当然也绝非按照第二种方式;因为动物的生成既非由于灵魂的消灭,亦非由于身体的消灭,相反倒是在二者各自保全自身本性与现实活动的情况下生成的。那么剩下的就是:动物按照第三种方式由灵魂与身体构成。而依此方式,一者是质料,另一者是形式,且身体绝非灵魂的形式;因此灵魂正是身体的形式。所以,正如雕像依据其形貌而得名,动物亦是如此;因为依据灵魂,一者被称为动物[活物],另一者则被称为尸体;因为伴随着灵魂,活着便对它们现存并缺席。因此,在动物身上,灵魂也是某种形式和形貌。
- 2.1τριχῶς γὰρ τὸ ἐκ τῶνδε ὡς ἐνυπαρχόντων
带有定冠词的主语短语 τὸ ἐκ τῶνδε ὡς ἐνυπαρχόντων(“由作为内在成分的这些东西构成”)省略了谓语动词(通常为 λέγεται,“被说成”)。副词 τριχῶς(“以三种方式”)修饰该被省略的动词,全句解作“由作为内在成分的这些东西构成有三种说法”。
- 2.1κατὰ γὰρ τὴν ψυχὴν τὸ μὲν ζῶον λέγεται, τὸ δὲ νεκρὸν εἶναι
相关小词 τὸ μέν ... τὸ δέ 指代被对比的充当主语的身体(具有灵魂的身体与失去灵魂的身体)。不定式 εἶναι 与共用的动词 λέγεται 搭配并作用于两项,构成“一者被说成是动物[活物],另一者被说成是尸体”的对比结构。
