← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§38.34-40.3

实体的划分与作为形式的灵魂定义

德米斯提厄斯依据《论灵魂》卷二第一章,回顾了实体区分为质料、形式与复合实体的要点及完全现实态的概念,进而推证出灵魂在具有生命的自然物体中是作为形式的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

1. Ἃ μὲν παρὰ τῶν πρότερον εἴχομεν παραδεδομένα περὶ ψυχῆς, εἴρηται ἱκανῶς. νῦν δὲ ἀρχὴν ἄλλην ποιησάμενοι πειραθῶμεν αὐτοὶ διορίσαι τί ἐστι ψυχὴ καὶ τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς, ὃς ἁπάσῃ τῇ ψυχῇ ἐφαρμόσει καὶ οὐ μόνῃ τῇ τοῦ ἀνθρώπου, εἰς οἵους λόγους οἱ πρὸ ἡμῶν οἱ μὲν ἄκοντες, οἱ δὲ ἑκόντες ὑπεφέροντο.1 λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων τὸ πρῶτον καὶ κυριώτατον τὴν οὐσίαν, ταύτης δὲ τὸ μὲν ὡς ὕλην φαμέν, τὸ δὲ ὡς εἶδος, καὶ τρίτον τὸ ἐξ ἀμφοῖν. περὶ τούτων δὲ εἴρηται μὲν ἱκανῶς ἐν τοῖς περὶ τῶν ἀρχῶν τῆς ὅλης φύσεως, καὶ νῦν δὲ ὑπομνηστέον, ὅτι ἡ μὲν ὡς ὕλη οὐσία δυνάμει ἐστὶν οὐσία καὶ οὔπω τόδε τι καθ’ αὑτήν, ἀλλ’ οἷον εὐφυία πρὸς τοῦτο καὶ παρασκευὴ πρὸς τὸ γενέσθαι τόδε τι, τὸ δὲ εἶδος ἡ τελειότης καὶ ὥσπερ ἀναπλήρωσις τῆς εὐφυίας καὶ τοῦ δυνάμει πρὸς τὸ τέλος προαγωγή, καὶ τοῦτό ἐστι καθὸ λέγεται ἤδη τόδε τι. τρίτον δὲ ἦν τὸ ἐκ τούτων ὥσπερ συγκείμενον, ᾧ πάρεστι μὲν ὕλη, πάρεστι δὲ μορφή, καὶ τοῦτό ἐστι τὸ σύνολον, καὶ οὐκ ἔστι μόνως τῷ λόγῳ, ἀλλὰ καὶ τῇ αἰσθήσει τόδε τι, ἀπολαῦον τοῦ μὲν γίνεσθαι παρὰ τῆς ὕλης, τοῦ δὲ εἶναι παρὰ τοῦ εἴδους. ἀλλ’ οὖν λέγεται τηνικαῦτα τέλειον εἶναι καὶ ἐντελῶς ἔχειν, ἡνίκα ἂν ἀπολάβῃ τὴν οἰκείαν μορφήν, ἐφ’ ἣν ἐσπουδάκει. ταύτην οὖν τὴν μορφὴν καὶ τὸ εἶδος εἴ τις ἐντελέχειαν ὀνομάζοι, οὐ δικαίως ἂν συκοφαντοῖτο ὡς πάνυ ξένῳ τῷ ὀνόματι κεχρημένος. εἰ γὰρ τὰ προειρημένα ἀληθῆ, καὶ ἡ τελείωσις ἑκάστῳ παρὰ τοῦ εἴδους καὶ τὸ ἐντελῶς ἔχειν παρὰ τῆς μορφῆς, σημαίνοι ἂν οὐδὲν ἄλλο ἡ ἐντελέχεια ἢ τὴν ἕξιν τῆς τελειότητος. ἀλλὰ διχῶς γε ἡ ἐντελέχεια ἐφ’ ἑκάστου, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν, καὶ ἔστι τὸ μὲν ὡς ἕξις, τὸ δὲ ὡς ἔργον τῆς ἕξεως. ταῦτ’ οὖν ἀναμνήσαντες τοὺς ἀκροωμένους προαγάγωμεν εἰς τὸ ἐφεξῆς. Οὐσίαι τοίνυν μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα, καὶ τούτων τὰ φυσικά, οἷον γῆ πῦρ ὕδωρ ἀήρ, καὶ ὅσα ἐκ τούτων ἡ φύσις ἀπεργάζεται· ταῦτα γὰρ τῶν ἄλλων ἀρχαί· κλίνη δὲ καὶ πρίων καὶ ἱμάτιον καὶ ὅλως τὰ τεχνικὰ συμβεβηκότος χώραν ἔχει πρὸς τὰ τῆς φύσεως. ἐπισυμβαίνει γὰρ τὸ μὲν ξύλοις, τὸ δὲ σιδήρῳ, τὸ δὲ ἐρίοις, καὶ πᾶν σῶμα τεχνικὸν ἐν ὑποκειμένῳ τῷ φυσικῷ θεωρεῖται. τὰ μὲν οὖν τεχνικὰ ἀφείσθω· τῶν δὲ φυσικῶν σωμάτων τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει. ζωὴν δὲ λέγομεν τὴν δι’ ἑαυτοῦ τροφήν τε καὶ αὔξησιν. δῆλον τοίνυν, ὅτι πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία, οὐσία δ’ οὕτως ὡς συνθετή, συνθετὴ δὲ ἐξ ὕλης καὶ εἴδους. ἐπεὶ τοίνυν οὐχ ἁπλῶς σῶμα τὸ ζωὴν ἔχον, ἀλλὰ σῶμα τοιονδὶ καὶ ἔστιν ἐν αὐτῷ τὸ μὲν σῶμα ὥσπερ ὑποκείμενόν τι καὶ ὕλη, τὸ δὲ τοιονδὶ ἡ μορφὴ καὶ τὸ εἶδος· οὐδεὶς γὰρ ἂν εἴποι τὸ σῶμα εἶδος τοῦ ζῶντος σώματος· τοῦτο γὰρ ὑποκειμένου χώραν ἔχει καὶ ὕλης, καὶ ἡ διαφορὰ αὐτῷ πρὸς τὰ μὴ ζῶντα σώματα οὐχ ᾗ σῶμα, ἀλλ’ ᾗ τοιόνδε, τουτέστιν ᾗ ζῇ καὶ ψυχὴν ἔχει· ἀναγκαῖον ἄρα τὴν ψυχὴν εἶδος εἶναι2 καὶ ἐντελέχειαν καὶ οὕτως οὐσίαν ὡς εἶδος.

1. 前人关于灵魂传授给我们的东西,已作了充分的讨论。如今让我们另辟开端,尝试亲自界定灵魂究竟是什么,以及它最普遍的定义会是什么——这种定义将适用于一切灵魂,而不仅仅适用于人的灵魂;在我们之前的人,有的并非本意,有的则是自愿,都被引向了那种[仅适用于人的]定义之中。我们说,在存在者之中,首要且最本真的一类便是实体;在此实体中,我们把一种称为质料,一种称为形式,第三种则是由二者构成者。关于这些,在论全自然之本原的著作中已有充分讨论,但如今仍须提醒:作为质料的实体在潜能上是实体,就其自身而言尚非“这个”,而是朝向此物的一种天赋倾向,以及为了成为“这个”的一种预备;而形式则是完满,宛如这种倾向的充实,并将潜能中的事物引向终极,事物正是依据形式才已被称作“这个”。第三种则是宛如由此二者复合而成的事物,质料在其中现存,形式亦在其中现存,这就是复合实体;它不仅在理智上,而且对感知而言亦是“这个”,它的生成受惠于质料,其实存则受惠于形式。无论如何,只有在它获得自身固有的、曾奋力趋向的形式之时,才被说成是完满的且处于完全状态。因此,如果有人将这种形式和形相称作“完全现实态”(entelecheia),他就不能被正当地指责为使用了极其陌生的名称。因为如果上述说法是真实的,而完满性对各个事物而言来自形式,处于完全状态来自形相,那么完全现实态所指的无非就是对完满状态的拥有。但在每个事物中,完全现实态都是双重的:一种宛如知识,另一种宛如观照;一种宛如品质,另一种宛如品质的实际运作。在向听众重申了这些要点之后,让我们推进到随后的内容。于是,物体似乎最属于实体,而在物体之中尤其是自然物体,例如土、火、水、气,以及自然由这些所造就的一切;因为这些是其余物体的本原。而床、锯、披风,以及一般的技艺制品,相对于自然物而言处于偶性的地位。因为一个附加于木材,一个附加于铁,一个附加于羊毛,一切技艺物体都是在作为底层载体的自然物体中被观察到的。因此,技艺制品且搁置不提;在自然物体中,有些拥有生命,有些则没有。我们所说的生命,是指由自身进行的营养与生长。显然,凡分有生命的自然物体都是实体,并且是作为复合体的实体,由质料与形式复合而成。既然拥有生命者并非单纯的物体,而是如此这般的物体,且在其中,物体宛如某种底层载体和质料,而如此这般的性质则是其形式与形相(因为绝不会有人说物体是有生命物体的形式;因为物体居于底层载体和质料的地位,而它与无生命物体的差别并不在于它是物体,而在于它是如此这般的事物,即在于它活着且拥有灵魂)——由此必然得出,灵魂是形式与完全现实态,且是作为形式的实体。

语法注2 条
  1. 2.1εἰς οἵους λόγους οἱ πρὸ ἡμῶν οἱ μὲν ἄκοντες, οἱ δὲ ἑκόντες ὑπεφέροντο

    关系代词 οἵους 的先行成分由前文“不仅仅适用于人的灵魂”这一限定反向引申而来,指代那种仅狭隘地适用于人类灵魂而非一切灵魂的定义。

  2. 2.1ἐπεὶ τοίνυν οὐχ ἁπλῶς σῶμα τὸ ζωὴν ἔχον, ἀλλὰ σῶμα τοιονδὶ ... ἀναγκαῖον ἄρα τὴν ψυχὴν εἶδος εἶναι

    由连词 ἐπεὶ τοίνυν 引导的冗长原因从句(“既然拥有生命者并非单纯的物体……”)中插入了解释性说明(οὐδεὶς γὰρ ἂν εἴποι ... ᾗ ζῇ καὶ ψυχὴν ἔχει),随后由 ἀναγκαῖον ἄρα(“由此必然得出……”)引出主句结论。需要把握原因从句与结论主句之间的骨架关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:38.34-40.3