- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:37.15-38.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌指出,若寻求统摄可分灵魂的外在原理将导致无穷后退;他结合植物和被切断动物(如昆虫、鱼类)的现象论证,灵魂的分割并非就其自身或其能力而言,而仅是伴随身体体积的偶性分割,同一实体的各项能力在此不可分离。此外,他确证植物的滋养、生长与生殖能力确属真正的灵魂,且为生命的首要原理。
αἰτίαν γὰρ ἀποδοτέον, δι’ ἣν ἐκεῖνο μὲν συνέχον τὰ διεστῶτα μέρη τῆς ψυχῆς ἕν, ψυχὴ δὲ αὐτὴ συνέχουσα τὰ τοῦ σώματος μόρια πολλῷ μᾶλλον διεστηκότα οὐχ ἕν. εἰ δὲ μεριστὸν ἐξ ἀνάγκης ἅπαν ὅπερ ἂν συνεκτικὸν ᾖ τοῦ μεριστοῦ, δηλονότι καὶ τὸ τὴν ψυχὴν συνέχον ὑπ’ ἄλλου τινὸς συσχεθήσεται, κἀκεῖνο ὑπ’ ἄλλου, καὶ οὕτω δὴ πρόεισιν ἐπ’ ἄπειρον, καὶ οὐ συστήσεται εἰς τὸ ἓν οὔτε ὁ λόγος οὔτε ἡ ψυχή· ἐπεὶ κἂν τῷ ὑποκειμένῳ τις μίαν αὐτὴν λέγῃ, πλείοσι δὲ χρῆσθαι δυνάμεσιν,1 ὥσπερ τὸ μῆλον τῷ μὲν ὑποκειμένῳ ἕν, διαφόρους δὲ ἔχει δυνάμεις, τὴν εὐωδίαν τὴν εὔχροιαν τὸ σχῆμα τὸ χρῶμα, ἀλλ’ οὐδ’ αὕτη γε ἡ ὑπόθεσις ἀναμφισβήτητος, καὶ μάλιστα κατ’ ἐκείνους, ὅσοι τὴν μέν τινα δύναμιν ἀθάνατον αὐτῆς ποιοῦσιν, τὰς δέ τινας θνητάς· ὅ μοι δοκοῦσιν ὑπειδόμενοι Πλάτων καὶ Ἀριστοτέλης, ὁ μὲν εὐθὺς ἐν τῇ συστάσει τὸν νοῦν τῶν ἄλλων διοικίζειν, ὁ δ’2 ἐπεισκρίνεσθαι θύραθεν, ὅπως ἂν ὁ περὶ τῆς ἀφθαρσίας αὐτοῦ λόγος ὑπὸ τῶν φθαρτῶν εἴτε μερῶν εἴτε δυνάμεων μὴ διοχλῆται. τοῦτο γὰρ δὴ καὶ τοῖς ἐκ μερῶν αὐτὴν ποιοῦσιν ὁμοίως ἐμποδών, τὸ διηλλάχθαι τοσοῦτον αὐτῆς τὰ μέρη, ὅσον τὰ θνητὰ τῶν ἀθανάτων. χαλεπὸς δὲ ὢν ὁ λόγος κατ’ ἄμφω, καὶ εἰ πολυδύναμος εἴη καὶ εἰ πολυμερὴς ἡ ψυχή, ὅμως χαλεπώτερος, εἰ πολυμερής. εἰ γὰρ ὅλη ἡ ψυχὴ ὅλον τὸ σῶμα συνέχει, προσήκει δὴ καὶ τῶν μερῶν αὐτῆς ἕκαστον συνέχειν τι μέρος τοῦ σώματος· ποῖον δὲ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, δύσκολον καὶ πλάσαι. καίτοι γε ὅτι τοῖς μέρεσι τοῖς τοῦ σώματος οὐ συνδιῴκισται τὰ μέρη τῆς ψυχῆς, δῆλον μάλιστα ἐπὶ τῶν φυτῶν· οὐ γὰρ ἐν ταῖς ῥίζαις μὲν ἄλλο μόριον τῆς φυτικῆς ψυχῆς, ἐν τῷ στελέχει δὲ ἕτερον, καὶ ἕτερον αὖ ἐν τοῖς κλάδοις, ἀλλ’ ἐν ὅλῳ τῷ φυτῷ πᾶσα καὶ ἡ αὐτή. ζῇ γοῦν διατεμνόμενα, καὶ φυτευθέντα ὁμοειδὲς φυτὸν ἀποδίδωσιν. ὁρῶμεν δέ, ὅτι καὶ τῶν ζῴων τινὰ τῶν ἐντόμων διακοπτόμενα ὅμως ἐπὶ πολὺ ζῇ καὶ κινεῖται ἑκατέρῳ χωρὶς τῶν μερῶν ὡς ἐνυπαρχούσης τῆς ψυχῆς, ἀριθμῷ μὲν οὐκέτι μιᾶς, (πῶς γὰρ ἐν τοῖς μέρεσι τοῖς διῃρημένοις;) εἴδει δὲ μιᾶς. πάσας γὰρ ἑκάτερον τῶν μερῶν τὰς δυνάμεις ἀποδίδωσιν ἐπί τινα χρόνον· καὶ γὰρ αἰσθανόμενα δῆλά ἐστι καὶ κινούμενα κατὰ τόπον. εἶδον δὲ ἐγὼ τοῦτο καὶ ἐπὶ ἰχθύων τινῶν συμβαῖνον ὡς δυσκάθεκτα εἶναι τὰ μέρη τοῦ ὅλου διακοπέντος· ἑτέρων δὲ οὐραὶ δῆλαί εἰσιν ἰλυσπώμεναι ἐπὶ πολύ, ἑτέρων δὲ τὸ ἄλλο σῶμα ἄνευ τῆς κεφαλῆς, ὥσπερ τῆς στρουθοῦ τῆς καταγαίου. ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι ὁμοειδῆ τὰ μόρια τῆς ψυχῆς καὶ ἀλλήλοις καὶ τῇ ὅλῃ, ἀλλήλοις μὲν τὰ ἐν τοῖς μέρεσι τοῖς διῃρημένοις τοῦ σώματος, ὅλῃ δὲ τῇ πρὸ τῆς διαιρέσεως ἐνυπαρχούσῃ τῷ ζῴῳ, καὶ φαίνονται ἐν ταὐτῷ μὲν ἅπασαι εἶναι καὶ περὶ ἕν τι ὑποκείμενον καὶ ἀχώριστοι ἀλλήλων, διαιρεῖσθαι δὲ ἡ ψυχὴ μὴ καθ’ ἑαυτήν, μηδὲ κατὰ τὰς ἰδίας δυνάμεις, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ σώματος, ἐν ᾧ ὑπάρχει. εἰ δὲ μὴ διατελεῖ τὰ μέρη τῶν ἐντόμων καὶ τῶν ἰχθύων ζῶντα καὶ κινούμενα, οὐδὲν θαυμαστόν· ὄργανα γὰρ αὐτοῖς οὐχ ὑπάρχει, ὥστε σῴζειν τὴν φύσιν, ἀλλ’ οὐδὲν ἧττον ἑκατέρῳ τῶν μορίων ἅπαντα ὑπάρχει τὰ καὶ ἐν ὅλῳ τῷ σώματι προυπάρχοντα μόρια τῆς ψυχῆς· τὰ δὲ δὴ φυτὰ καὶ διατελεῖ ζῶντα καὶ ὁλόκληρον ἀποδίδωσι τὴν ζωήν· οὐ γὰρ δὴ ἄξιόν γε ἀμφισβητεῖν περὶ τῆς φυτικῆς δυνάμεως, εἰ παρὰ ψυχῆς καὶ ψυχῆς ἐστὶν ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητική· ἧς γὰρ μόνης κοινωνεῖ ψυχῆς τὰ ζῷα καὶ τὰ φυτά, αὕτη ἐστίν. πῶς οὖν ἡ αὐτὴ ἐν ζῴῳ μὲν οὖσα ψυχή, ἐν φυτῷ δὲ οὔ; πόθεν δὲ τὸ ζῆν τοῖς φυτοῖς, εἰ μὴ παρὰ ψυχῆς; διαφέρει γοῦν καὶ ἐπὶ τούτων τὰ ζῶντα τῶν μὴ ζώντων τῷ δύνασθαι τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν. εἰ δὲ χωρίζεται ἐπὶ τῶν φυτῶν καὶ καθ’ ἑαυτὴν ἐνεργεῖ, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἡ αἰσθητικὴ τῆς κινητικῆς κατὰ τόπον ἐπί τινων ζῴων χωρίζεται, ἀλλ’ ὅμως ψυχή. μήποτε δὲ καὶ ᾗ ζῶμεν δυνάμει, αὕτη πρώτη ἐστίν,3 ὡς ὕστερον ἀκριβέστερον ἐπιδειχθήσεται.
因为必须给出原因:为何统摄灵魂之彼此悬隔诸部分的那一事物是一,而统摄身体那些悬隔得远为厉害之诸部分的灵魂自身却不是一。但若凡是统摄可分之物的事物自身都必然是可分的,那么显而易见,统摄灵魂的事物也将受另一事物统摄,而那一事物又受另一事物统摄,如此将进行至无穷,无论论证还是灵魂都无法止步于一。固然,人们也可以说灵魂在底层载体上是一,但运用着多种能力,正如苹果在底层载体上是一,却拥有不同的能力——香气、悦色、形状与色彩。然而,即便这一假说也并非无可争议,尤其是对于那些把灵魂的某种能力设定为不朽而把另一些能力设定为有死的人而言。柏拉图与亚里士多德在我看来正是察觉到了这一点:前者在一开始构建时便将理智与其他部分隔离开来安置,而后者则主张理智是从外部摄入的,以便关于理智之不朽性的论证不致受到有死的部分或能力的干扰。因为对于那些把灵魂说成是由部分构成的人来说,其各部分之间的差异如同有死者与不朽者的悬隔一样巨大,这同样是一个障碍。无论灵魂是多能力的还是多部分的,这一论证在这两种假设下都是困难的,但若它是多部分的,则更为困难。因为倘若整个灵魂统摄整个身体,那么它的每一部分也应当统摄身体的某个部分;然而理智究竟将统摄何种部分,或者如何统摄,这是连设想都极为困难的。况且,灵魂的各部分并未与身体的各部分对应分布,这在植物身上表现得最为清楚:因为并非在根部的是植物性灵魂的某一部分,在茎干中的是另一部分,在枝条中的又是另一部分,而是在整个植物中全都是同一个灵魂。至少它们被切断后依然活着,且被种植后会长出同种的植物。我们也看到,昆虫类的某些动物在被切断后,仍然能在很长时间里活着,并且两个部分各自独立运动,仿佛灵魂仍存在于其中一样——在数量上虽然不再是一(因为在已被分开的部分中怎能是一呢?),但在形式上却是一。因为这两个部分的每一个都在一段时间内展现出全部的能力;实际上,它们显然能感知且能作空间运动。我自己也曾在某些鱼类身上见到过这种情况,以至于整体被切断后各部分都难以按捺;在另一些动物中,显然可见尾部在长时间里蠕动;而在还有一些动物中,则是没有头部的其余身体在运动,例如鸵鸟。从所有这些情况中显而易见的是,灵魂的各部分无论彼此之间还是与整体相比都是同类的:在身体被分割的各部分之中的灵魂部分彼此同类,并且与分割前存在于动物之中的整个灵魂同类;一切能力似乎都在同一个事物中,围绕着一个单一的底层载体,并且彼此不可分离,而灵魂的分裂并非就其自身而言,亦非依照其固有的能力,而是依照其所在之身体的体积。如果昆虫和鱼类的各部分无法一直活着并运动下去,这并不奇怪:因为它们不具备保全其本性的器官;但尽管如此,原先存在于整个身体中的灵魂的所有部分,无一不保留在每一个碎块之中。至于植物,它们则确实能继续存活并展现出完满的生命。因为关于植物性能力,滋养、生长与生殖的能力是否源于灵魂且属于灵魂,是绝不值得怀疑的;因为这是动物与植物唯一共同分有的灵魂。那么,同一种东西在动物体内时是灵魂,在植物体内时却不是,这怎么可能呢?若非由于灵魂,植物的生命又从何而来?至少在植物中,有生命之物与无生命之物也是以能够摄取营养、生长和生殖而相区别的。如果植物身上的这种能力分离开来并独立运作,这也不足为奇:因为感知能力在某些动物身上也脱离了空间运动能力,但它依然是灵魂。或许,我们借以活着的能力正是最首要的能力,正如随后将更严格论证的那样。
- 1.5ἐπεὶ κἂν τῷ ὑποκειμένῳ τις μίαν αὐτὴν λέγῃ, πλείοσι δὲ χρῆσθαι δυνάμεσιν
此处 ἐπεί 引导一个省略性的让步或对异议的预先反驳(“既然,即便有人声称……[然而……]”)。κἄν(καὶ ἐάν)与虚拟语气 λέγῃ 构成让步条件从句,随后的 ἀλλ’ οὐδ’ αὕτη γε ἡ ὑπόθεσις ἀναμφισβήτητος 则充当对该推论的主节应答。
- 1.5ὅ μοι δοκοῦσιν ὑπειδόμενοι Πλάτων καὶ Ἀριστοτέλης, ὁ μὲν... ὁ δ' ...
中性关系代词 ὅ 为宾格,指代前文所述的困难(即将灵魂的某些能力设定为不朽而另一些设定为有死),充当分词 ὑπειδόμενοι 的直接宾语。Πλάτων καὶ Ἀριστοτέλης 是动词 δοκοῦσιν 的主语,随后的 ὁ μέν... ὁ δέ 构成部分同位语(partitive apposition),分别统辖不定式 διοικίζειν 与 ἐπεισκρίνεσθαι。
- 1.5μήποτε δὲ καὶ ᾗ ζῶμεν δυνάμει, αὕτη πρώτη ἐστίν
μήποτε 与直陈式 ἐστίν 连用,构成表达委婉断定或推测的习语(“或许……正是”)。在 ᾗ ζῶμεν δυνάμει 中,先行词 δυνάμει 被吸收并同化(incorporation)进关系从句内部,采纳了关系代词 ᾗ 的格(手段/原因与格),主节的指示代词 αὕτη 则作为语法主语照应它。
