- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:35.38-37.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯继续驳斥万物皆充满灵魂的观点,指责否定宇宙元素中的灵魂与生物体内灵魂之同类性的理论家陷入自相矛盾。随后他主张必须为灵魂的认识与运动寻找另一种原因与定义,并提出了关于灵魂统一性的疑难:灵魂的各项不同功能(认知、欲求、运动、生长)究竟是归属于整个灵魂还是各个部分,若是属于部分,又是什么将它们统摄合一。
καίτοι φασὶ τὴν ἐν τῷ ἀέρι βελτίω, μηδὲ αὐτοῦ τούτου τὴν αἰτίαν ἀποδιδόντες, διὰ τί βελτίων ἡ ἐν τοῖς ἁπλοῖς σώμασι ψυχὴ τῆς ἐν τοῖς συνθέτοις. ἀλλ’ ἀμφοτέρως γε ἄτοπόν τι καὶ παράλογον ἀπαντᾷ· καὶ γὰρ τὸ λέγειν ζῷον τὸ πῦρ ἢ τὸν ἀέρα τῶν παραβολωτέρων ἐστί,1 καὶ τὸ μὴ λέγειν ζῶα σώματα ἔμψυχα ὄντα οὐδὲν ἧττον καὶ αὐτὸ ἄτοπον. ὑπολαβεῖν δὲ ἐοίκασι τὴν ψυχὴν εἶναι ἐν ὅλοις τοῖς ἁπλοῖς σώμασιν, οἷον ἐν ὅλῳ τῷ ἀέρι καὶ ἐν ὅλῳ τῷ ὕδατι, ὅτι ἑώρων ἕκαστον τούτων τοῖς ἑαυτοῦ μορίοις ὁμοειδές, ὥστε εἴπερ τὸ ἐν ἡμῖν ὕδωρ ἔμψυχον, καὶ τὸ πᾶν ὕδωρ· ὥσπερ γὰρ τὰ μόρια τῶν ἁπλῶν σωμάτων ἐναπολαμβανόμενα τοῖς ζῴοις σύνθετα αὐτὰ ἐκ πάντων ποιεῖ, οὕτω καὶ τὰ μόρια τῆς ἑκάστου τῶν στοιχείων ψυχῆς ἔμψυχα αὐτὰ ἀπεργάζεται. ἆρ’ οὖν ὥσπερ τὸ σῶμα ὁμοειδὲς τοῦ ἀέρος τό τε ἐν ἡμῖν καὶ τὸ τοῦ ὅλου, οὕτω καὶ τῆς ψυχῆς τῆς ἐν τῷ ὅλῳ ἀέρι ὁμοειδὲς μόριον τὸ ἐν ἡμῖν; ἀλλὰ ὁμοειδὲς μὲν οὔ φασι· βελτίω γὰρ ἐκείνην καὶ ἀθανατωτέραν τιθέασιν. ἀνομοειδὲς δὲ εἴπερ εἴη, οὐκέτ’ ἂν αὐτοῖς ὁδῷ προβαίνοι2 τὸ εὔλογον τοῦ λόγου ᾧ ἠκολούθησαν, ὅτι διὰ τοῦτο ἔμψυχος ὁ ὅλος ἀήρ, ἐπειδὴ καὶ τὸ μόριον αὐτοῦ τὸ ἐν ἡμῖν, εἴπερ ἄλλο μὲν ἐν τούτῳ εἶδος ψυχῆς, ἄλλο δὲ ἐν ἐκείνῳ ἐστίν, καὶ τὸ μέν τι ὑπάρχει τῆς ψυχῆς εἶδος τῷ ἀέρι τῷ ἐν ἡμῖν, τὸ δέ τι οὐκέτι, ἀλλὰ τῷ ὅλῳ. ἢ οὖν οὐ ῥητέον τὴν μὲν ἐν τῷ ὅλῳ ἀέρι ἀθάνατον, τὴν δὲ ἐν ἡμῖν οὐκέτι, ἢ οὐδεμία ἀνάγκη, ὅσον ἐκ τῶν παρ’ αὐτῶν λεγομένων, ἐπειδὴ τὰ ἐν ἡμῖν στοιχεῖα ἔχει ψυχήν, καὶ τὰ ἐν τῷ παντὶ στοιχεῖα ἔμψυχα εἶναι. ταύτης δὲ τῆς λέξεως ὅτι μὴ κατεκράτησαν οἱ πρὸ ἡμῶν, ῥᾴδιον συνιδεῖν τοῖς βουλομένοις. ἄλλην οὖν αἰτίαν ζητητέον τοῦ γινώσκειν τὰ ὄντα τὴν ψυχὴν καὶ μὴ τὴν σύνθεσιν τὴν ἐκ τῶν στοιχείων, ἄλλον δὲ καὶ τρόπον κινήσεως αὐτῇ δοτέον, εἴπερ ἄρα ἀναγκαῖον αὐτῇ τὸ κινεῖσθαι, καὶ μὴ τούτων τινά, ὧν ὑπ’ αὐτῆς κινεῖται τὰ σώματα, μηδὲ ὅλως τὴν τοῦ ἀτελοῦς ἐντελέχειαν, ἀλλ’ εἴπερ τὴν ἐνέργειαν τοῦ τετελεσμένου.3 ἐπειδὴ δὲ τὸ ἐπίστασθαι καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ δοξάζειν τῷ ἀνθρώπῳ ὑπάρχει διὰ τῆς ψυχῆς, ἔτι δὲ τὸ θυμοῦσθαι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ βουλεύεσθαι, καὶ ὅλως ἡ δύναμις ἡ ὀρεκτική, γίνεται δὲ καὶ ἡ κατὰ τόπον κίνησις τοῖς ζῴοις ὑπὸ τῆς ψυχῆς, πρὸς τούτοις δὲ αὔξησις καὶ ἀκμὴ καὶ φθίσις, ἀλλὰ αὔξησις μὲν καὶ ἀκμὴ προηγουμένως, φθίσις δὲ κατὰ συμβεβηκός, ὅταν περιῇ τῆς ἐπιρροῆς ἡ ἀπορροή· ταῦτα δὴ ἅπαντά τις ἐννοήσας τὰ ἔργα τῆς ψυχῆς καὶ ὁπόσην ἔχει πρὸς ἄλληλα διαφοράν, εἰκότως ἂν ἀπορήσειεν, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ἐνεργοῦμεν, καὶ πᾶσα ἡμῖν ὁμοίως αἰσθήσεώς τε αἰτία καὶ ἐπιστήμης καὶ δόξης καὶ ἐπιθυμίας καὶ θυμοῦ καὶ βουλήσεως καὶ τῶν ἄλλων ἃ διηρίθμηται, καὶ δι’ ὅλης ἑαυτῆς ταῦτα ἅπαντα ἀποδίδωσι· καὶ τὸ ζῆν δὲ πότερον ἐξ ἑνὸς τούτων ἐστὶν ἢ πλειόνων ἢ καὶ ἐκ πάντων, ἢ τούτων μὲν οὐδενός, ἄλλης δέ τινος αἰτίας συνυπαρχούσης. ὅπερ οὖν εἶπον, ἢ διὰ πάσης ἅπαντα, ἢ τὸ μέν τι μόριον αὐτῆς αἰσθητικόν, τὸ δὲ ἐπιστημονικόν, τὸ δὲ ἐπιθυμητικόν· ὡς δόξειεν ἂν ποιεῖν καὶ ὁ Τίμαιος ἄλλῳ μὲν ἐννοεῖν ἡμᾶς λέγων, ἄλλῳ δὲ ἐπιθυμεῖν, ἄλλῳ δὲ θυμοῦσθαι, καὶ διοικίζων γε ταῦτα τὰ μόρια τῆς ψυχῆς τὸ μὲν ἐν κεφαλῇ, τὸ δὲ ἐν καρδίᾳ, τὸ δὲ ἐν ἥπατι. τί οὖν δήποτε συνέχει τὴν ψυχὴν καὶ μίαν ποιεῖ καὶ μάλιστα, εἴπερ τοσοῦτον ἐξήλλακται αὐτῆς τὰ μόρια, ὅσονπερ καὶ αἱ ἐνέργειαι, ὧν αἱ πλείους οὐδὲ ἀλλήλων ἀντιλαμβάνονται; τί οὖν τὸ συνέχον τὰς τοσοῦτον διεστηκυίας δυνάμεις; οὐ γὰρ δὴ τὸ σῶμα συνέχει τὴν ψυχὴν καὶ ἑνοῖ· δοκεῖ γὰρ τοὐναντίον αὐτὸ μᾶλλον συνέχεσθαι ὑπὸ ψυχῆς· ἀπολιπούσης γοῦν αὐτὸ σκίδναται εὐθὺς καὶ διαπνεῖται καὶ διασήπεται. εἰ οὖν ἕτερόν τι μίαν αὐτὴν ποιεῖ, ἐκεῖνο μάλιστα ἂν εἴη ψυχή, δεήσει τε πάλιν κἀκεῖνο ζητεῖν ἆρα ἓν ἢ πολυμερές. εἰ μὲν γὰρ ἕν, διὰ τί οὐκ εὐθὺς καὶ ἡ ψυχὴ ἕν;
而且他们声称空气中的灵魂更为优越,却连这本身的原因都没有给出——为何在简单物体中的灵魂要优越于在复合体中的灵魂。然而无论如何,都会遇到某种荒谬且反常的事态:因为把火或空气称为动物属于极为鲁莽的论调,而把具有生命的物体不称为动物本身也同样荒谬。他们之所以似乎假定灵魂存在于整个简单物体之中,例如整个空气与整个水之中,是因为他们看到这些事物中的每一种都与其自身的部分同类,以至于倘若我们之中的水是有生命的,那么整个水也是有生命的。因为正如简单物体的部分被摄入动物体内使动物由所有元素复合而成,同样,每一元素的灵魂的部分也使它们具有生命。那么,难道正如我们之中的空气之物体与全体的空气之物体同类一样,我们之中的部分与全体空气之中的灵魂也是同类的吗?然而他们声称并非同类;因为他们设定后者更为优越且更为不朽。但倘若它们不同类,他们所依循的论证的合理性就再也无法按正途推演下去了——即正是因为空气在我们之中的部分是有生命的,整个空气才因此是有生命的——如果这当中的灵魂形式是一回事,而那当中的是另一回事,并且某种灵魂形式属于我们之中的空气,另一种却不再属于它,而是属于全体。因此,要么不应当说整个空气中的灵魂是不朽的而我们体内的则不再是不朽的,要么按照他们所说的话来看,绝无必然性认为,既然我们体内的元素拥有灵魂,宇宙中的诸元素也必定有生命。前人并未妥善把握这一语段,对于愿意明察的人来说是很容易看出的。 因此,必须为灵魂认识存在之物探寻另一种原因,而不是由诸元素构成的复合;倘若灵魂确实必然运动,也必须赋予它另一种运动方式,而不能是物体受它推动所进行的那类运动中的任何一种,更绝不能是不完全之物的隐德来希,而毋宁是已完成之物的实现活动。既然对于人而言,知得、感知和形成意见都是通过灵魂而存在的,此外还有发怒、欲求与商议,以及总括的欲求能力,并且动物的空间运动也是由灵魂产生的,除这些之外还有生长、盛极与衰败——生长与盛极是主要的,而衰败是偶性的,即每当流出超过流入之时——那么,凡是深思灵魂的所有这些功能以及它们彼此之间具有多大差异的人,理所当然会感到困惑:我们究竟是用整个灵魂来实现这些活动中的每一项,并且对于我们而言,整个灵魂同样是感知、知识、意见、欲求、血气、意志以及其他已被列举之物的原因,并通过其自身全体来产生所有这些呢;而且活着究竟是源于其中的某一种,或是几种,甚至是所有这些,抑或是完全不源于它们,而是源于某种与之共存的其他原因。因此正如我所说,要么一切活动都通过整个灵魂进行,要么它的某一部分是感知性的,另一部分是认知性的,另一部分是欲求性的——正如《蒂迈欧篇》似乎也主张的那样,它说我们凭着一个部分思考,凭着另一个部分欲求,凭着另一个部分发怒,并确实把灵魂的这些部分分别安置在头部、心脏和肝脏。那么,究竟是什么在统摄灵魂并使之为一呢?尤其是倘若灵魂的部分就像其活动一样截然不同,而这些活动中的大部分甚至彼此毫无觉察。那么,统摄这些如此悬隔之能力的事物到底是什么?因为肉体绝不会统摄灵魂并使它合一;相反,肉体本身似乎更像是由灵魂所统摄的;至少当灵魂离开肉体时,肉体立刻就会溃散、耗散并腐朽。因此,如果真有某种另外的事物使灵魂为一,那么那个事物才最应当是灵魂,并且我们将必须再次探寻那个事物究竟是一还是由多个部分构成。因为倘若它是一,为什么不干脆直接承认灵魂本身就是一呢?
- 1.5τῶν παραβολωτέρων ἐστί
属格 τῶν παραβολωτέρων 是表语属格(所属属格),意为“属于极其鲁莽/荒唐之言论的范畴”。此处的比较级带有绝对比较级的意味(表示“过分鲁莽的”)。
- 1.5ὁδῷ προβαίνοι
ὁδῷ 是方式或手段与格(作副词用),意为“按次序、合乎条理地”。整句的主语是 τὸ εὔλογον τοῦ λόγου,意指“他们所遵循之论证的合理性顺理成章地推进(得以成立)”。
- 1.5μηδὲ ὅλως τὴν τοῦ ἀτελοῦς ἐντελέχειαν, ἀλλ’ εἴπερ τὴν ἐνέργειαν τοῦ τετελεσμένου
宾格短语 τὴν τοῦ ἀτελοῦς ἐντελέχειαν 与 τὴν ἐνέργειαν τοῦ τετελεσμένου 作为前文 ἄλλον δὲ καὶ τρόπον κινήσεως αὐτῇ δοτέον(应当赋予它另一种运动方式)中动词性形容词 δοτέον 的宾语补充,构成了说明与对比结构:“绝不是[赋予它]不完全之物的隐德来希(即《物理学》中运动的定义),而是已完成之物的实现活动”。
