- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:34.18-35.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德谟斯提乌指出元素说无法解释灵魂的统摄合一性,亦无法涵盖植物与定着动物,且认识对立面无需所有元素;随后引出灵魂遍在于宇宙万物的泛神论观点及其所面临的疑难。
πῶς δὲ δὴ καὶ ἓν ἔσται κατ’ αὐτοὺς ἡ ψυχή; πλῆθος γὰρ τὰ στοιχεῖα. διὸ καὶ ὕλη μᾶλλον ἔοικεν, εἰδοποιεῖ δὲ ταῦτα καὶ κίρνησιν ἄλλη τις φύσις κυριωτέρα ἡ καὶ συνέχουσα ταῦτα καὶ ἑνοποιοῦσα. ἐκείνην οὖν μᾶλλον εἶναι τὴν ψυχὴν θετέον ἢ τὰ στοιχεῖα· τὸ γὰρ βέλτιον καὶ κρεῖττον ψυχή· κρεῖττον δὲ αἰεὶ τὸ συνέχον τοῦ σκεδαννυμένου. οἱ δὲ οὐκ αἰσχύνονται καὶ τοῦ νοῦ τὰ στοιχεῖα ποιοῦντες στοιχεῖα [τὸ γὰρ βέλτιον αἰεὶ ποιεῖ], ὥσπερ ἂν εἰ καὶ τοῦ τεχνίτου τὴν ὕλην·1 καίτοι γε εὔλογον τὸ βέλτιον εἶναι καὶ προγενέστατον καὶ κυριώτατον, οὐ τὰ στοιχεῖα. κοινῇ δὲ ἅπασιν ἄν τις τοῦτο ἐπικαλέσειεν, ὅτι μὴ περὶ πάσης λέγουσι τῆς ψυχῆς, ἀλλ’ οἱ μὲν ἐπὶ τὴν κινητικὴν δύναμιν αὐτῆς ἀπενεχθέντες τῶν λοιπῶν ὠλιγώρησαν, οἱ δὲ ἐπὶ τὴν καταληπτικὴν καὶ γνωριστικήν, τὰς δ’ ἄλλας οὐ προσπεποίηνται. καίτοι γε ἔστι πολλὰ τῶν ζώων φανερῶς μὲν ἔμψυχα, μόνιμα δὲ κατὰ τόπον, ὥστε οὐκ ἂν ἔχοι τὴν κινητικὴν ψυχὴν ἧς οὐκ ἀπολαύει. δυοῖν τοίνυν θάτερον ἀναγκαῖον· ἢ γὰρ ἄψυχα ταῦτα θετέον, ἢ εἴπερ ἔμψυχα ὡς δοκεῖ, ζητητέον, τί δήποτε οὐ κινεῖται κατὰ τόπον, ἀλλὰ τρέφεται μὲν καὶ αὔξεται καὶ αἰσθάνεται, μεταβαίνει δὲ οὐκέτι. καίτοι ταύτας μὲν τὰς κινήσεις, λέγω δὲ τὴν αὔξησιν καὶ τὴν αἴσθησιν, εἰ καὶ κινεῖται ὡς ἔμψυχα, ἀλλ’ οὐχ ὑπὸ μόνης τῆς ψυχῆς, ἀλλὰ συναίτια γίνεται αὐτοῖς καὶ τὰ ἔξωθεν, τοῦ μὲν τρέφεσθαι τὰ τρέφοντα, τοῦ δὲ αἰσθάνεσθαι τὰ αἰσθητά· τῆς δὲ κατὰ τόπον κινήσεως ἡ ψυχὴ μάλιστα κυρία εἶναι δοκεῖ. ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὴν αἴσθησιν ἐκ τῶν στοιχείων ποιοῦσι καὶ μάλιστα ἰδίας εἶναι ὑπέλαβον τῆς ψυχῆς ταύτας τὰς δυνάμεις, ἀμελοῦσι τῆς φυτικῆς. ἐκ ποίας οὖν λέγεται ζῆν τὰ φυτά; οὐκ ἔχει γὰρ αἴσθησιν οὐδὲ νοῦν ταῦτα μέν γε οὐδὲ κίνησιν τὴν κατὰ τόπον. ὅταν δὲ δὴ καὶ ταὐτὸν λέγωσιν αἴσθησίν τε καὶ νοῦν, ὥσπερ Δημόκριτος, πῶς οὐ λέγουσι παρὰ τὰ λίαν ἐναργῆ; δῆλα γὰρ δὴ πολλὰ τῶν ζῴων αἰσθήσεως μὲν κοινωνοῦντα, διανοίας δὲ μή. εἰ δ’ οὖν τις καὶ τοῦτο συγχωρήσειεν Ἀναξαγόρᾳ καὶ θείη τὸν νοῦν ἐνυπάρχειν ἁπάσῃ ψυχῇ, καὶ μέρος τι εἶναι ταύτης τῆς φύσεως, καὶ πᾶσαν εἶναι ψυχὴν ἐκ πασῶν τῶν δυνάμεων· (οὕτω γὰρ ἂν δόξειεν ὑπολαμβάνειν καὶ ὁ οὕτω λέγων ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε θάμνος τ’ οἰωνός τε) ὅμως οὐδ’ ἂν οὗτοι λέγοιεν καθόλου περὶ πάσης ψυχῆς· οὐδὲ γὰρ ἐπεξίασιν ἁπάσαις ταῖς δυνάμεσιν, οὐδὲ περὶ ὅλης οὐδεμιᾶς διαλέγονται. τοῦτο δὲ πέπονθε καὶ ὁ λόγος ὁ λεγόμενος ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσι· φησὶ γὰρ τῆς ψυχῆς μεταλαμβάνειν τὰ ζῷα παρὰ τὴν πρώτην ἀναπνοήν. πόθεν οὖν τὰ μὴ ἀναπνέοντα ζῇ; λέγω δὲ τὰ φυτὰ καὶ τὰ καλούμενα ζώφυτα καὶ τὰ ἔντομα. καὶ τοῦτο δὲ λέληθε τοὺς διὰ τοῦτο ἐκ τῶν στοιχείων ποιοῦντας τὴν ψυχήν, ἵνα γινώσκῃ τὰ ὄντα, ὡς οὐκ ἐχρῆν γε ἐξ ἁπάντων διὰ ταύτην τὴν αἰτίαν αὐτὴν συντιθέναι·2 ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἐναντιώσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον· καὶ γὰρ τῷ εὐθεῖ καὶ τὸ εὐθὺ κρίνομεν καὶ τὸ καμπύλον· κριτὴς γὰρ ἀμφοῖν ὁ κανών, τὸ δὲ καμπύλον οὔτε καμπύλου κριτήριον οὔτ’ εὐθέος. Ἔστι δὲ καὶ ἑτέρα τις δόξα παρὰ τὰς εἰρημένας περὶ ψυχῆς, ἐν παντὶ τῷ ὄντι μεμῖχθαι λέγουσα τὴν ψυχὴν καὶ διὰ παντὸς διήκειν τοῦ κόσμου καὶ πᾶν αὐτοῦ μόριον ἔμψυχον εἶναι. διὰ γὰρ ταύτην τὴν δόξαν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι. τοιοῦτον δὲ καὶ τὸ μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί· τάχα δὲ καὶ τοῖς ἀπὸ Ζήνωνος σύμφωνος ἡ δόξα, διὰ πάσης οὐσίας πεφοιτηκέναι τὸν θεὸν τιθεμένοις, καὶ ποῦ μὲν εἶναι νοῦν, ποῦ δὲ ψυχήν, ποῦ δὲ φύσιν, ποῦ δὲ ἕξιν·3 τάχα δὲ καὶ αὐτῷ Πλάτωνι· ‘ψυχὴν γάρ’ φησιν ‘εἰς τὸ μέσον θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψεν.’ ἔχει δὲ καὶ αὕτη ἡ δόξα πολλὰς ἀπορίας. διὰ τίνα γὰρ αἰτίαν ἐν μὲν τῷ ἀέρι καὶ τῷ πυρὶ ἐνυπάρχουσα ἡ ψυχὴ οὐ ποιεῖ ζῷον, ἐν δὲ τοῖς μικτοῖς;
而且照他们看来,灵魂究竟又如何会是一呢?因为元素乃是多数。因此[诸元素]毋宁更像质料,而赋形并调配它们的,乃是某种另外的、更为支配性的自然,它统摄并合一它们。因而应当把那样的自然而非诸元素设定为灵魂;因为更善且更优越者乃是灵魂,而统摄者总是优越于被分散者的。然而他们竟毫不羞愧地将诸元素甚至当作理智的元素[因为更善者总是在造作],正如若有人把质料当作匠人的元素一样;然而,更善者在起源上最早且最为支配,才是合乎情理的,而不是诸元素。 并且人们可以对所有人共同提出这一指责:他们谈论的并非全部的灵魂,而是一些人沉溺于其运动的能力而轻视了其余能力,另一些人执着于其把握与认识的能力,却对其他能力不屑一顾。然而,有许多动物显然是有生命的,但在空间上却是固定的,以致它们不可能拥有它们所不享有的运动之灵魂。因此二者必居其一:要么必须将它们设定为无灵魂的;要么倘若它们正如所显现的那样是有生命的,就必须探寻它们究竟为何不在空间中运动,却摄取营养、生长并感知,而不再改变位置。然而在这些运动——我指的是生长与感知——上,即便〔动物〕作为有生命者而被运动,也不是仅仅由灵魂所推动的,外在的事物也成为它们共同的原因:对于摄取营养而言是滋养之物,对于感知而言是可感知之物;而在空间运动上,灵魂才似乎是最为支配的。 同样,凡是将理智与感知由诸元素构成并认为这些能力最特属于灵魂的人,都忽视了植物性的能力。那么植物究竟是凭借何种[能力]被称为活着的呢?因为这些事物至少既没有感知也没有理智,更没有空间运动。而当他们甚至像德谟克利特那样声称感知与理智是同一事物时,他们岂不是在违背极其显明的事实吗?因为显然有许多动物分有感知,却不分有思维。即使有人在这一点上让步于阿那克萨哥拉,假定理智内在存在于一切灵魂之中,是这一自然的一部分,且一切灵魂都由所有能力构成——(因为那位说“因为曾几何时我已变成了少女和少年,灌木和飞鸟”的人似乎也持有这种看法)——即便如此,他们也不能普遍地谈论全部的灵魂;因为他们并未穷尽所有的能力,也没有论述过任何一个完整的灵魂。而在所谓奥菲斯史诗中所说的论点也陷入了这种困境;因为他说动物在第一次呼吸时便分有了灵魂。那么不呼吸的事物又是从何处获得生命的呢?我指的是植物、所谓植形动物以及昆虫。 此外,那些为了让灵魂认识存在之物而将灵魂由诸元素构成的人,还漏看了一点:其实根本无需为此原因而将它由所有元素复合而成;因为对立的一方就足以判定自身及其相对者。事实上,我们凭借笔直之物既判定笔直也判定弯曲;因为直尺是两者的判定者,而弯曲之物既非弯曲之物的判定标准,亦非笔直之物的判定标准。 关于灵魂,除了上述看法之外还有另一种看法,认为灵魂混合在一切存在之中,贯穿整个宇宙,并且宇宙的每一部分都是有生命的。正是由于这种看法,泰勒斯也认为万物都充满了神灵。“处处街道皆充满宙斯,人类的所有市集亦然”,这样的诗句也是类似的看法。或许这种看法也与芝诺的信徒相符,他们主张神巡游遍及一切实体,且在某些地方是理智,在某些地方是灵魂,在某些地方是自然,在某些地方是状态;或许它甚至与柏拉图本人相符,因为他说:“他在中央放置了灵魂,使它贯穿全体,并进一步从外侧用灵魂包裹了身体。”然而这一看法也包含许多疑难。因为究竟出于什么原因,灵魂内在存在于空气和火之中却并不造就动物,而唯独在混合之物中才造就动物呢?
- 1.5ὥσπερ ἂν εἰ καὶ τοῦ τεχνίτου τὴν ὕλην
在 ὥσπερ ἂν εἰ 引出的比较条件小句中省略了谓语动词。承接前文的 τοῦ νοῦ τὰ στοιχεῖα ποιοῦντες στοιχεῖα,结构应补充理解为[ὥσπερ ἂν ποιοῖεν]εἰ καὶ τοῦ τεχνίτου[στοιχεῖα ποιοῖεν]τὴν ὕλην(“正如他们若把质料当作匠人的元素一样”)。
- 1.5ὡς οὐκ ἐχρῆν γε ἐξ ἁπάντων διὰ ταύτην τὴν αἰτίαν αὐτὴν συντιθέναι
由连词 ὡς 引导的名词性分句作前文动词 λέληθε(καὶ τοῦτο δὲ λέληθε τοὺς...)的主语从句。句首的 καὶ τοῦτο 是对整个 ὡς 分句内容的先行预示(prolepsis)。
- 1.5καὶ ποῦ μὲν εἶναι νοῦν, ποῦ δὲ ψυχήν, ποῦ δὲ φύσιν, ποῦ δὲ ἕξιν
副词 ποῦ 与 μέν... δέ 搭配反复出现,在此表示分配性的处所意义,即“在某些地方……在另一些地方……”。不定式 εἶναι 在句中受前面的分词 τιθεμένοις 支配,构成间接引语。
