← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§33.1-34.18

对灵魂由诸元素构成说的批判

针对灵魂由诸元素构成的观点,阐述其无法解释对复合物的比例以及范畴篇中诸非实体普遍者的认识,指出这与同类不受作用以及骨肉等土性质部分的无感觉性相矛盾,并揭示了恩培多克勒的神将因此对争吵一无所知等荒谬归结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

Λείπεται δέ φησιν ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ τῶν στοιχείων αὐτὴν εἶναι· λέγουσι μὲν γάρ, ἵνα αἰσθάνηται τῶν ὄντων καὶ ἕκαστον ὅπως ἔχῃ γνωρίζῃ, ἀναγκαῖον δὲ μηδὲ οὕτως συμβαίνειν ὃ προαιροῦνται. θέμενοι γὰρ ὅτι γνωρίζεται τῷ ὁμοίῳ τὸ ὅμοιον, διὰ τοῦτο ποιοῦσιν αὐτὴν ἐκ τῶν στοιχείων, οἰόμενοι πάντα αὐτὴν οὕτω τὰ πράγματα γνωριεῖν. εἰ μὲν οὖν τὰ στοιχεῖα μόνα ἦν τὰ ὄντα, καλῶς· νῦν δὲ πολλῷ πλείω τὰ ἐκ τῶν στοιχείων, μᾶλλον δὲ ἴσως καὶ ἄπειρα· γαίῃ μὲν οὖν γαῖαν ὀπώπαμεν καὶ ὕδατι ὕδωρ, θεὸν δὲ πῶς; ἄνθρωπον πῶς; τὰ δὲ ἄλλα σύνθετα οἷον σάρκας καὶ ὀστοῦν 〈πῶς〉; οὐ γὰρ δήπου τῷ ἐν ἡμῖν ἵππῳ τὸν ἔξω ἵππον·1 οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα τούτων ἕκαστον, ἀλλὰ λόγῳ τινὶ καὶ συνθέσει, καθάπερ φησὶν Ἐμπεδοκλῆς τὸ ὀστοῦν· ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο. οὐδὲν οὖν ὄφελος εἶναι τὰ στοιχεῖα τὴν ψυχήν, εἰ μὴ καὶ ὁ λόγος ἑκάστου ἐνέσται καὶ ἡ σύνθεσις ἡ ἑκάστου· γνωριεῖ γὰρ οὕτως ἑκάστῳ τὸ ὅμοιον, τοῖς μὲν στοιχείοις ἐξ ὧν αὐτὴ τὰ στοιχεῖα ἐξ ὧν τὸ πρᾶγμα, τῇ δὲ συνθέσει τῇ ἐν αὐτῇ τὴν σύνθεσιν τὴν ἐν τῷ πράγματι. τοῦτο δὲ ὅτι ἀδύνατον, οὐδὲν δεῖ λέγειν. τίς γὰρ ἂν ἀπορήσειεν, εἰ ἐν τῇ ψυχῇ λίθος ἢ ἄνθρωπος, καὶ εἰ πλάτανος, καὶ εἰ συκῆ, ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν, καὶ ὅλως πάντα τὰ ὄντα, καὶ οὐ τοὺς λόγους αὐτῶν μόνον, ἀλλὰ αὐτὰ ὅλα τὰ πράγματα. τὰ δὲ γένη καὶ τὰ καθόλου πῶς γνωριεῖ, ἃ διηρίθμηται ἐν κατηγορίαις, οἷον οὐσίαν, ποσὸν καὶ πρός τι καὶ τὰ ἐφεξῆς; οὐ γὰρ δὴ καὶ τὰ γένη στοιχεῖα, ἀλλ’ οὐδὲ ἐκ τῶν στοιχείων, ἀλλὰ τὰ μὲν πλείω τῶνδε καὶ πόρρω παντάπασι τοῦ καὶ νομισθῆναι στοιχεῖα, οἷον τὸ πρός τι ἢ τὸ ποιεῖν ἢ τὸ πάσχειν ἢ τὸ κινεῖσθαι ἢ τὸ ἔχειν· τὸ ποιὸν δὲ εἴπερ ἄρα καὶ τὸ ποσὸν ἀμφισβητήσιμα· ἀλλ’ οὐδὲ ταῦτα. νοήματα γὰρ ἦν ἡμέτερα τὰ γένη καὶ οὐ στοιχεῖα τῶν ὄντων. ἀλλ’ ἔστωσαν καὶ αἱ κατηγορίαι στοιχεῖα. πότερον οὖν ἐξ ἁπασῶν ἔσται ἡ ψυχή; ἀλλ’ οὐ δοκεῖ κοινὰ πασῶν εἶναι στοιχεῖα, οἷον ἀνθρώπου καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν καὶ τῶν ἐφεξῆς. ἀλλ’ ἐκ μόνης τῆς οὐσίας; πῶς οὖν γνωριεῖ τὸ ποσόν; ἢ φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα καὶ ἀρχὰς ἰδίας ἐξ ὧν τὴν ψυχὴν συνεστάναι; ἀλλ’ ἡ μὲν ψυχὴ οὐσία, ἐκ δὲ τῶν τοῦ ποσοῦ στοιχείων ποσὸν γίγνεται καὶ οὐκ οὐσία, καὶ ἐκ τῶν τοῦ πρός τι πρός τι γίνεται καὶ οὐκ οὐσία· τοῦ δὲ δὴ ποιεῖν καὶ τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἔχειν στοιχεῖα ζητεῖν μὴ γελοῖον ᾖ, εἰ δεῖ γελοῖον λέγειν τὸ ἀδύνατον.2 ἑτέραν οὖν αἰτίαν ζητητέον τοῦ τὴν ψυχὴν γιγνώσκειν τὰ ὄντα καὶ τοῦ τὰ ὄντα πως εἶναι· τοῖς γὰρ διὰ τοῦτο λέγουσιν ἐκ πάντων αὐτήν, ἵνα πάντα γνωρίζῃ καὶ ἅπαντα ᾖ, ταῦτα καὶ τοιαῦθ’ ἕτερα ἄτοπα συμβαίνει. ἀτοπώτεροι δὲ τούτων οἱ δόντες μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ πάλιν τιθέμενοι τὸ ὅμοιον τοῦ ὁμοίου, εἶτα τὸ αἰσθάνεσθαι πάσχειν τι λέγοντες καὶ τὸ νοεῖν καὶ τὸ γιγνώσκειν.3 θαυμαστὸς δὲ Ἐμπεδοκλῆς, ‘γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν’ λέγων, οὐχ ὁρῶν δὲ ὅτι καὶ ἐν τοῖς τοῦ ζώου μορίοις ὅσα γῆς ἁπλῶς, οἷον ὀστᾶ νεῦρα τρίχες, ταῦτα τῶν ἄλλων ἀναισθητότατα· καίτοι προσῆκεν τῶν γοῦν ὁμοίων ταῦτα αἰσθάνεσθαι. ἔτι δὲ ἑκάστῳ τῶν στοιχείων ἄγνοια πλείων ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἕν, πολλὰ δ’ ἀγνοήσει· πάντα γὰρ τὰ ἄλλα. συμβαίνει δὲ Ἐμπεδοκλεῖ καὶ ἀφρονέστατον ποιεῖν τὸν θεόν· ὁ μὲν γὰρ σφαῖρος αὐτῷ ὁ θεὸς παριὼν ἐκ τῆς κατὰ τὴν φιλίαν συγκρίσεως, ἀμέτοχος δὲ ὢν τοῦ νείκους, οὐ γνωριεῖ μόνος τὸ νεῖκος, τὰ δὲ ζῷα καὶ θνητὰ πάντα τῷ πάντων μετέχειν ἅπαντα γνωριεῖ· ἐκ πάντων γὰρ τὰ θνητὰ τῶν στοιχείων. ὅλως τε διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, ἐπειδὴ πάντα ἢ στοιχεῖά ἐστιν ἢ ἐκ στοιχείων;

他[亚里士多德]说,接下来要考察的是,灵魂由元素构成这种说法究竟是何意义;因为他们固然声称这是为了使灵魂能感知存在的事物并认识每一事物的实情,但即使如此,他们所意图的也必然无法成立。因为他们既然假定同类由同类所认识,便因此将灵魂设为由元素构成,以为它通过这种方式便能认识所有事物。如果存在的事物唯独是诸元素,那固然好;但实际上由元素构成的事物远为众多,甚至或许是无限的。诚然,我们凭地看到地,凭水看到水,但如何[看到]神呢?如何[看到]人呢?又〈如何看到〉肉和骨等其他复合之物呢?因为我们绝不能凭我们内里的马去[认识]外在的马;因为这些事物中的每一者并不是随随便便拥有这些元素,而是依凭某种比例与结合,正如恩培多克勒关于骨所说: “而仁慈的大地在胸怀宽广的熔炉中, 在八份之中分得两份清泉的光辉, 四份赫菲斯托斯之火,于是白骨生成。” 因此,如果各事物的比例与各事物的结合不同时存在于灵魂之中,灵魂是元素便毫无用处;因为唯有如此它才能认识每一事物的同类,即以构成自身的元素认识构成该事物的元素,以自身之中的结合认识该事物之中的结合。而这是不可能的,无需多言。因为谁还会去疑难,究竟灵魂之中是否有石头或人,是否有悬铃木,是否有无花果树,同样地,是否有善与非善以及总体而言的一切存在之物,且不仅有它们的比例,甚至有完整的诸事物自身? 那么它又如何认识在范畴篇中所列举的诸类与普遍者呢,诸如实体、数量、关系以及随后的各项?因为诸类固然绝非元素,甚至不是由元素构成的,而且其中大部分完全谈不上被认为是元素,例如关系、主动、受动、运动或具有;至于性质,倘若连同数量一起,或许尚有争议;但即便这些也不是元素。因为诸类乃是我们的概念,而非存在之物的元素。但就算诸范畴也是元素吧。那么灵魂是由它们全体构成的吗?但似乎并不存在它们全体的共有元素,比如人和主动、受动以及其余各项的共有元素。难道它仅由实体构成?那么它又如何认识数量?抑或他们会说每个类都有其固有的元素和始基,灵魂便由这些构成?然而灵魂是实体,从数量的元素中生成的是数量而非实体,从关系的元素中生成的是关系而非实体;至于寻求主动、受动、运动和具有的元素,若必须将不可能之事称为可笑的话,或许简直是可笑的。 因此,必须寻求另一个原因来说明灵魂认识存在之物并在某种程度上成为存在之物;因为对于那些因此声称灵魂由万物构成以使其认识一切并成为一切的人来说,不仅会产生这些荒谬后果,还会产生其他诸如此类的荒谬后果。而比这些人更为荒谬的,是那些既承认同类不受同类所作用,却又重新假定同类感知同类,继而又说感知、思维与认识乃是某种受动的人。恩培多克勒说“我们凭地看到地”,却看不到在动物的各部分中,凡纯粹属地的部分,如骨、筋、毛发等,在所有部分中反而是最没有感觉的,这实在令人惊叹;然而这些部分至少应当感知与其同类之物才对。此外,对每个元素而言,无知都将多于理解;因为它将认识一种东西,却无知于许多东西;因为其余的一切它都无知。恩培多克勒还会导致将神塑造成最无智的后果;因为他的神即“球体”(斯派罗斯),乃是由爱所带来的结合中产生的,不分有争吵,因此唯独它不认识争吵,而所有的动物与有死之物由于分有一切事物,反而认识一切;因为有死之物是由所有元素构成的。总的来说,既然一切事物要么是元素要么是由元素构成的,究竟出于何种原因并非一切存在之物都具有灵魂呢?

语法注3 条
  1. 1.5οὐ γὰρ δήπου τῷ ἐν ἡμῖν ἵππῳ τὸν ἔξω ἵππον

    此处省略了支配宾格 τὸν ἔξω ἵππον 和工具与格 τῷ ἐν ἡμῖν ἵππῳ 的谓语动词(如 γνωριοῦμεν 或 ὀψόμεθα)。顺接前文关于“如何看见神与人”的反问,形成反诘结构:“因为我们总不至于[凭着]我们内里的马去[认识]外在的马。”

  2. 1.5τοῦ δὲ δὴ ποιεῖν καὶ τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἔχειν στοιχεῖα ζητεῖν μὴ γελοῖον ᾖ, εἰ δεῖ γελοῖον λέγειν τὸ ἀδύνατον.

    接续法 ᾖ 与 μή 连用,构成表示委婉或审慎断言的从句('恐怕是可笑的 / 或许是可笑的')。其主语是不定词短语 στοιχεῖα ζητεῖν(属格带冠词不定词 τοῦ ποιεῖν ... τοῦ ἔχειν 修饰 στοιχεῖα),后面的条件从句 εἰ δεῖ ... 意为“若必须将不可能之事称为可笑的话”。

  3. 1.5ἀτοπώτεροι δὲ τούτων οἱ δόντες μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ πάλιν τιθέμενοι τὸ ὅμοιον τοῦ ὁμοίου, εἶτα τὸ αἰσθάνεσθαι πάσχειν τι λέγοντες καὶ τὸ νοεῖν καὶ τὸ γιγνώσκειν.

    该句在谓语比较级 ἀτοπώτεροι 之后省略了系动词 [εἰσί],其主语是由定冠词分词短语 οἱ δόντες μὲν ..., αἰσθάνεσθαι δὲ ..., εἶτα ... λέγοντες 构成。三个分词(δόντες、τιθέμενοι、λέγοντες)并列列举了论敌所持的互相矛盾的三个前提(同类不受同类作用、同类感知同类、感知与思维是一种受动),构成长句的主干。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:33.1-34.18