← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§32.3-32.37

数的学说的困难与安德罗尼柯的解释

忒密斯提乌斯总结了亚里士多德对色诺克拉底“自身推动的数”这一定义的反驳(指出其导致与微细物体说及原子论相同的荒谬后果),随后介绍了安德罗尼柯为色诺克拉底所作的辩护(将数比作能自身协调的和谐),并指出色诺克拉底的原意必须从其本人著作中去考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#1

5. Συμβαίνει γὰρ τοῖς οὕτω τιθεμένοις τὸ μέν τι κοινὸν ἄτοπον, ὃ καὶ τοῖς σῶμα λεπτομερὲς τὴν ψυχὴν ποιοῦσιν, ἕτερον δὲ παρὰ τούτους, ὃ καὶ τοῖς συνιστᾶσιν αὐτὴν ἐκ μικρῶν σφαιρίων, ὥσπερ Δημόκριτος. τὸ μὲν οὖν κοινὸν τοῖς σῶμα αὐτὴν τιθεμένοις, ὅτι ἐκεῖνοι μὲν δύο σώματα ποιοῦσιν ἐν τῷ αὐτῷ τόπῳ, οὗτοι δὲ ἐν μιᾷ στιγμῇ πολλὰς στιγμάς· ἴδιον δέ, ὅτι κινοῦσι τὸ ζῶον ὑπ’ ἀριθμοῦ, καθάπερ καὶ Δημόκριτον ἔφαμεν ὑπὸ τοῦ ἀριθμοῦ τῶν σφαιρῶν· τί γὰρ διαφέρει σφαίρας μικρὰς ὑποτίθεσθαι τῆς κινήσεως αἰτίας τῷ μεταρρεῖν ἢ μονάδας, εἴτε μεγάλας εἴτε σμικράς, ἀλλ’ ὅμως κινουμένας, καὶ κατὰ τοῦτο κινούσας; τοῖς δὴ συμπλέξασιν εἰς τὸ αὐτὸ κίνησιν καὶ ἀριθμὸν ταῦτά τε συμβαίνει καὶ πολλὰ ἕτερα τοιαῦτα· οὐ γὰρ ὅλως τοῦ εἴδους τῆς ψυχῆς εἰς ἔννοιαν ἐλθεῖν ἐκ τοῦ τοιούτου λόγου δυνατόν, ὅπερ βούλεται πᾶς ὁρισμός, ἀλλ’ οὐδὲ τῶν συμβεβηκότων τι λαβεῖν. δῆλον δὲ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμοὺς αἰσθήσεις, ἡδονὰς λύπας, ὅσα ἄλλα τοιαῦτα· ὡς γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύσασθαί τι ῥᾴδιον ἐξ αὐτῶν. Ἃ μὲν οὖν Ἀριστοτέλης ἀπορεῖ πρὸς τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, ταῦτά ἐστιν· ἃ δὲ ὁ τὰ Ἀριστοτέλους ἀδιανόητα ὀνομάζων,1 καὶ τὰ καλῶς ἄλλοις εἰρημένα καὶ ἐν καιρῷ οὔτε καλῶς οὔτε ἐν καιρῷ μεταφέρων αὐτός, ἄλλης ἂν εἴη σχολῆς ἐξετάζειν. ἀλλὰ χρὴ παραβάλλειν τὰ Ἀνδρονίκου πρὸς τὰ ἐκείνου, ὅσῳ καὶ σαφέστερα καὶ πιθανώτερα πρὸς σύστασιν τοῦ λόγου τοῦ Ξενοκράτους. ‘ἀριθμὸν γὰρ ἐκάλουν’ φησὶ ‘τὴν ψυχήν,2 ὅτι μηδὲν ζῶον ἐξ ἁπλοῦ σώματος, ἀλλὰ κατά τινας λόγους καὶ ἀριθμοὺς κραθέντων τῶν πρώτων στοιχείων. σχεδὸν οὖν ταὐτὸν ἀπεφαίνοντο τοῖς ἁρμονίαν αὐτὴν τιθεμένοις, πλὴν ὅσῳ σαφέστερον οὗτοι τῇ προσθήκῃ τὸν λόγον ἐποίουν, οὐ πάντα ἀριθμόν, ἀλλὰ τὸν κινοῦντα ἑαυτὸν τὴν ψυχὴν ἀφοριζόμενοι, ὥσπερ ἂν εἰ καὶ ἐκεῖνοι μὴ πᾶσαν ἁρμονίαν, ἀλλὰ τὴν ἁρμόζουσαν ἑαυτήν· αὐτὴ γάρ ἐστιν ἡ ψυχὴ τῆς κράσεως ταύτης αἰτία καὶ τοῦ λόγου καὶ τῆς μίξεως τῶν πρώτων στοιχείων.’ ἀλλ’ ὅπερ εἶπον, ὅπως μὲν ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτὸν Ξενοκράτης, ἐκ τῶν ἐκείνου ληπτέον καὶ μάλιστα ἐκ τοῦ πέμπτου τῶν Περὶ φύσεως τἀνδρὶ γεγραμμένων· τὰ δὲ ἐφεξῆς ὑπόμνησιν ἔχει τῶν ἀκολουθούντων ἀτόπων τοῖς τε κινεῖσθαι λέγουσι τὴν ψυχὴν καὶ τοῖς σῶμα αὐτὴν τιθεμένοις, κἂν τὸ λεπτομερέστατον αὐτὸ ποιῶσι, κἂν τὸ τῶν ἄλλων ἀσωματώτατον.

5. 因为对于这样主张的人来说,一方面会产生某种荒谬归结,这也是将灵魂设为微细物体的论者所共有的,另一方面除这些人之外,还会产生另一种荒谬归结,这也是像德谟克利特那样将灵魂由小球体构成的人所共有的。与将灵魂设为物体的人所共有的荒谬在于:前者是将两个物体置于同一处所,而后者则是将许多点置于一个点之中;而特有的荒谬则在于:他们使得动物被数推动,正如我们说过德谟克利特也使得它被球体的数目推动一样。因为将微小球体通过流动设定为运动的原因,与将无论大小却同样被推动且因此推动的单子设定为原因,究竟有何区别?将运动与数编织进同一样东西之中的人们,便会遇到这些以及许多其他诸如此类的后果;因为根据这样的说明,完全不可能形成对灵魂相的构想(而这正是每个定义所追求的),甚至不可能把握其任何偶性。如果有人试图从这一说明中解释灵魂的情状与功能,例如推论、感觉、快乐、痛苦以及所有其他诸如此类的事物,这一点便显而易见;因为正如我们先前所说,要从这些推测出任何东西都绝非易事。亚里士多德针对色诺克拉底关于灵魂的定义所提出的疑难,便是这些;至于那位把亚里士多德的观点称为难以理解、自己把别人说得既好又合时宜的观点搬弄得既不好又不合时宜的人的主张,留待另一个闲暇去考察。倒是应当将安德罗尼柯的观点与他的观点作一对比,因为安德罗尼柯的观点为了维护色诺克拉底的主张而显得既更清楚又更有说服力。 “因为他们将灵魂称为数,”他说,“乃是因为没有任何动物是由单纯物体构成的,而是原初元素按照某种比例与数目调配而成的。于是他们所主张的,与那些将灵魂设为和谐的人几乎相同,只不过前者通过附加补充使说明更为明确,他们不是将任何数,而是将自身推动的数限定为灵魂,正如后者若不是说任何和谐,而是说自身使其和谐的和谐一样;因为正是灵魂自身是这种调配、比例以及原初元素混合的原因。” 但正如我所说,色诺克拉底究竟是在何种意义上说灵魂是自身推动的数,必须从他本人的著作中去理解,尤其是从该人所著的《论自然》第五卷中去理解;而随后的内容则提醒人们注意,对于说灵魂在运动的人以及将灵魂设为物体的人来说,所伴随的荒谬归结,即便他们将它设定为最微细的物体,或者设定为其余事物中最非物体的存在。

语法注2 条
  1. 1.5ἃ δὲ ὁ τὰ Ἀριστοτέλους ἀδιανόητα ὀνομάζων

    该句的句法骨架为 ἃ δὲ [ὁ ... μεταφέρων] [λέγει], ἄλλης ἂν εἴη σχολῆς ἐξετάζειν。关系从句 ἃ ... [λέγει] 整体用作不定式 ἐξετάζειν 的宾语(ἃ 本身为省略动词的宾语),而复合实体化分词短语 ὁ ... ὀνομάζων καὶ ... μεταφέρων 则充当关系从句的主语。

  2. 1.5‘ἀριθμὸν γὰρ ἐκάλουν’ φησὶ ‘τὴν ψυχήν’

    插入的引述动词 φησί 的主语是紧接上文提到的安德罗尼柯(呼应前文的 τὰ Ἀνδρονίκου),而引文中第三人称复数动词 ἐκάλουν 的意义主语则是色诺克拉底及其学派追随者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:32.3-32.37