← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§30.20-32.2

思虑能力的疑难与灵魂即自运数说的批判

忒弥斯提乌斯首先梳理了关于直观与推论思虑的差异以及感觉灵魂可脱离性的疑难,随后阐述了亚里士多德对色诺克拉底将灵魂定义为“自生运动的数”或单子集合的反驳,从运动的单子、点与物体的关系以及分割的不可行性等角度论证其荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#5

καὶ ὅλως εἰ χρῆται ὀργάνῳ ἀφανεστέρῳ, πῶς οὐκ εὔλογον καὶ τὴν ψυχὴν τὴν αἰσθητικὴν χωριστὴν ποιεῖν τῶν ὀργάνων; οὐ γὰρ δὴ ὅτι τοῦ μὲν εἴσω τὸ ὄργανον, τῆς δὲ ἔξω καὶ ἐν προδήλῳ, τοῦτο ἀρκέσει πρός γε τοσαύτην διαφοράν. τί δὲ δὴ διαφέρει τὸ διανοεῖσθαι τοῦ νοεῖν; ἆρα τὸ νοεῖν μὲν ὅταν τοὺς ἁπλοῦς ὅρους καταλαμβάνῃ, τὸ διανοεῖσθαι δὲ ἐν τῷ συντιθέναι τούτους καὶ διαιρεῖν; τίς οὖν ἀμείνων δύναμις; ἆρα ἡ τῶν ἁπλῶν ἀντιλαμβανομένη ἢ ἡ τὰ ἁπλᾶ ταῦτα συντιθεῖσα καὶ διαιροῦσα; δόξειε γὰρ ἂν τοῦτο μείζονος εἶναι δυνάμεως, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γὰρ τὰ ἁπλᾶ γιγνώσκειν ξύλα καὶ λίθους, οὐ τέχνης·1 τὸ δὲ τὴν τούτων σύνθεσιν, τοῦτ’ ἤδη τέχνης. ἢ τοῦτο μὲν οὐ χαλεπὸν ἀπολύσασθαι· τὸ γὰρ ψεῦδος ἐν τῇ συνθέσει καὶ τὸ ἀληθές, καὶ νοεῖν μὲν οὐχ οἷόν τε ψευδῶς, διανοεῖσθαι δὲ οἷόν τε· κἀκεῖνο μὲν ἐπιβολὴ καὶ θίξις ἐστὶ τοῦ νοουμένου, τοῦτο δὲ ὥσπερ κίνησις περὶ αὐτὸ καὶ ἐπέλευσις καὶ ἀσθένεια τοῦ κατασχεῖν ἄθρουν, ὥσπερ καὶ οἱ τυφλώττοντες παρὰ τοὺς ὀξὺ ὁρῶντας. ἀλλ’ ἃ μὲν ἀπορήσειεν ἄν τις, ταῦτα καὶ τοιαῦτά ἐστιν· ἃ δ’ ἄν τις περὶ αὐτῶν θαρρήσειεν ὑπονοῆσαι, εἰς ἕτερον χρὴ καιρὸν ταμιεύεσθαι, ἐν ᾧ καὶ ὁ φιλόσοφος φανερόν τι περὶ αὐτῶν διορίζεται. νῦν γὰρ ἀποροῦντι καὶ αὐτὸς μᾶλλον ἢ διδάσκοντι προσέοικεν. Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἔστιν ἐκ τῶν Περὶ φύσεως αὐτῷ γεγραμμένων, ἐν οἷς ἂν δόξειε μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης. τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι· ὑπάρχειν γὰρ ἀδύνατα τοῖς οὕτω λέγουσι πρῶτον μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἰδίᾳ δὲ τὰ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδας κινουμένας; καὶ πότερον αἱ μὲν κινοῦσιν αὐτῶν, αἱ δὲ κινοῦνται, ἢ ἑκάστη ἅμα κινεῖ καὶ κινεῖται; εἰ μὲν γὰρ ἑκάστη ἅμα, πῶς ἀμερὴς καὶ ἀδιάφορος οὖσα κινητική τε ἅμα ἂν εἴη καὶ κινητή; ταῦτα γὰρ πολὺ διαφέρει. εἰ δὲ αἱ μέν κινοῦσι τῶν μονάδων, αἱ δὲ κινοῦνται, οὐ τὸ σύστημα αὐτῶν ὅλον ψυχή, ἀλλ’ εἴπερ ἄρα αἱ κινοῦσαι μόνον ἐν τῷ συστήματι. ὅλως δὲ εἰ κινεῖται μονάς, ἀναγκαῖον δήπου θέσιν ἔχειν αὐτήν, θέσιν δὲ προσλαμβάνουσα μονὰς στιγμὴ γίνεται, στιγμῆς δὲ κίνησις γραμμὴν μὲν ποιεῖ, ζωὴν δὲ οὔ. ἀναγκαῖον δὲ τὴν ἐν τῇ ψυχῇ μονάδα θέσιν ἔχειν, καὶ ἤδη που εἶναι· καὶ γὰρ καὶ ἡ ψυχή. ἔτι δὲ ἀπ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃς ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζώων πολλὰ οἷον τὰ ἔντομα διαιρούμενα ζῇ καὶ δοκεῖ τὴν αὐτὴν ἔχειν ψυχὴν τῷ εἴδει. πρὸς δὲ τούτοις εἰ θέσιν ἔχουσιν αἱ μονάδες αἱ τῆς ψυχῆς, οὐδὲν διοίσει μονάδας λέγειν ἢ σώματα σμικρὰ τὴν ψυχήν, οἷα καὶ Δημόκριτος τὰ σφαιρικά· καὶ γὰρ εἴ τις ὑπόθοιτο τὰς Δημοκρίτου σφαίρας μηκέτι σφαίρας, ἀλλὰ στιγμάς, μόνον δὲ αὐτῶν τηροίη τὸ ποσόν, οὐδὲν κωλύει τὰς μὲν κινεῖν αὐτῶν, τὰς δὲ κινεῖσθαι, ὥσπερ εἰ σμικρὰ σώματα ἦσαν. οὐ γὰρ διὰ τὸ μεγέθει διαφέρειν ἢ σμικρότητι αἱ μὲν ἔσονται ψυχαί, αἱ δ’ οὔ· ἀλλ’ εἰ τὸν ἀριθμὸν φυλάττοιεν, ἡ σμικρότης γε αὐτὰς οὐδὲν κωλύσει. πῶς δὲ δὴ καὶ δυνατὸν μονάδας εἶναι τὴν ψυχήν; τίνι γὰρ διοίσουσι τῶν ἄλλων μονάδων; εἰ γὰρ μόνῃ τῇ θέσει καὶ τῷ κινεῖσθαι, στιγμὰς αὐτὰς ἤδη προσήκει καλεῖν, οὐχὶ μονάδας. ἐπειδὴ τοίνυν ἅπαν σῶμα στιγμὰς ἔχει καὶ πρὸ τῆς ψυχῆς, δῆλον ὅτι αἱ τῆς ψυχῆς στιγμαὶ ἐν τῷ αὐτῷ ἔσονται τόπῳ ταῖς ἐν τῷ σώματι, καὶ καθέξει χώραν ἑκάστη στιγμὴ τῆς ψυχῆς τῆς ἐν τῷ σώματι· καὶ τί κωλύσει ἐν τῷ αὐτῷ εἶναι καὶ δύο; καὶ εἰ δύο, διὰ τί μὴ καὶ πλείους ἢ καὶ ἀπείρους; ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτὰ συντιθέμενα διαιρετὸν οὐ ποιεῖ μέγεθος,2 οὐδὲ δεῖ πλείονος τόπου. εἰ δὲ ὁ τῶν ἐν τῷ σώματι στιγμῶν ἀριθμός ἐστιν ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχει τὰ σώματα; ἔτι δὲ πῶς ἂν ἀπολύοιντο τῶν σωμάτων, εἴπερ μηδὲ αἱ στιγμαὶ τῶν γραμμῶν, μηδὲ αἱ γραμμαὶ τῶν ἐπιπέδων;

总的来说,如果[理智]使用的是一种较为隐蔽的器官,那么把感觉灵魂亦设定为可脱离诸器官,岂非合乎情理?因为绝非仅凭前者的器官在内部而后者的器官在外部且显而易见,就足以说明如此巨大的差异。那么,推论思虑与直观思想究竟有何区别?难道直观思想是在把握简单项时发生,而推论思虑则在于结合与分离这些项?那么,哪一种能力更卓越?是把握简单者的能力,还是结合与分离这些简单者的能力?因为正如在诸技艺中那样,后者似乎属于更大的能力。因为认识木石等简单物并不属于技艺;而认识这些东西的结合,如今才属于技艺。或者要化解这一难题并不困难:因为假与真在于结合之中,直观思想不可能为假,而推论思虑却可能为假;前者是对所思想对象的投射与触及,而后者恰如围绕它的运动、临近,以及无法一举全揽它的无力,就像视力模糊者相比于视力敏锐者一样。这些以及诸如此类的事情是人们可能会产生疑问的;至于人们关于它们敢于推测的事情,则必须留待另一个时机,届时这位哲学家亦会就它们作出明确的界定。因为就目前而言,他本人亦更像是一个提出疑问者而非施教者。在此之后,他反驳了色诺克拉底关于灵魂的定义,这并不是像安德罗尼柯和波菲利所说的那样与“数”的名称作争论,而是完全在追究色诺克拉底的思想,正如从他所著的《论自然》中显而易见的那样;在那些著作中,色诺克拉底似乎将灵魂设想为由单子构成的数。因为他说这一学说是已被陈述的学说中远为最不合理的;因为对于这样主张的人来说,首先伴随着源于被推动而产生的不可能归结,特别伴随着由于将灵魂称为数而产生的不可能归结。因为究竟该如何设想运动中的单子呢?是它们之中的一些在推动而另一些被推动,还是每一个单子同时既推动又被推动?如果每一个单子同时如此,它既然没有部分且无差异,又如何能同时既是能推动的又是可被推动的?因为这两者大有区别。如果单子中一些在推动而另一些被推动,那么它们构成的整个系统便不是灵魂,即便真有,亦仅是系统中起推动作用的单子才是灵魂。总而言之,如果单子被推动,它必然拥有位置;而获得位置的单子便成为点,点的运动构成线,却构不成生命。而灵魂中的单子必然拥有位置,并且已经处于某处;因为灵魂亦是如此。再者,如果从一个数中减去一个数或一个单子,留下的便是另一个数;然而植物以及包括昆虫在内的许多动物在被分割后仍能生存,并且似乎拥有同一种类的灵魂。除此之外,如果灵魂的单子拥有位置,那么将灵魂说成是诸单子,还是说成是微小物体(正如德谟克利特谈论球形物体那样),将毫无区别;因为哪怕有人假设德谟克利特的球体不再是球体,而是点,仅仅保留它们的数量,这亦丝毫不妨碍它们中的一些在推动而另一些被推动,正如它们若是微小物体时那样。因为它们不会由于在大小或微小上的差异而一些成为灵魂另一些则不是;相反,只要它们保持其数目,微小本身便绝不会妨碍它们。再者,灵魂究竟如何可能由单子构成?因为它们与其余的单子究竟有何区别?如果仅仅凭位置和被推动而区别,那么如今理应称它们为点,而非单子。既然一切物体甚至在灵魂之前便拥有点,显然灵魂的诸点将与物体之中的诸点处于同一处所,灵魂的每一个点将占据物体之中那个点的位置;那么又有什么能阻止两点处于同一处所呢?如果可以有两个,为什么不能有更多甚至是无限多个?因为其处所不可分割之物,结合在一起并不能构成可分割的大小,亦不需要更大的处所。如果灵魂是物体中诸点的数目,为什么不是所有物体都拥有灵魂?此外,如果点无法与线脱离,线亦无法与面脱离,那么它们又如何能够从物体中脱离呢?

语法注2 条
  1. 1.4τὸ μὲν γὰρ τὰ ἁπλᾶ γιγνώσκειν ξύλα καὶ λίθους, οὐ τέχνης

    οὐ τέχνης 是表示所属或特征的谓语性属格(predicate genitive),意为“不属于技艺”。后文的 τοῦτʼ ἤδη τέχνης 具有完全相同的句法结构。

  2. 1.4ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτὰ συντιθέμενα διαιρετὸν οὐ ποιεῖ μέγεθος

    关系代词 ὧν 是从属于 ὁ τόπος 的所有格属格,指代诸如点等不可分之物,意为“其处所不可分割之事物”。主句中的 καὶ αὐτὰ συντιθέμενα 充当伴随情况/条件分词(“即使结合在一起”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:30.20-32.2