← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§29.1-30.20

灵魂的现实活动与理智不灭性的疑难

忒弥斯提乌斯澄清了运动与现实活动的区分并指出灵魂变化的无时间性,随后引述了亚里士多德关于理智(nous)的文本,并就讨论毁灭的逻辑连贯性以及理智器官的身份提出了疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#4

ἐν οἷς σαφῶς τὴν μὲν κυρίως λεγομένην κίνησιν οὐχ ἁπλῶς ἐνέργειαν, ἀλλ’ ἀτελοῦς ἐνέργειαν λέγει, τὴν δὲ τοῦ τετελεσμένου ἁπλῶς ἐνέργειαν, καὶ διὰ τοῦτο ἄλλο εἶδος κινήσεως, ὥστε δηλονότι μάχοιτο ἂν οὐ πρὸς τὸ κινεῖσθαι προηγουμένως τὴν ψυχήν, ἀλλὰ πρὸς τὸ [μὴ] κινεῖσθαι τὰς τοῦ σώματος κινήσεις.1 καὶ ταῦτα μὲν οὐχ οὕτω χαλεπῶς ἂν διακριθείη, καίτοι καὶ ταῦτα οὐ πολλὴ ῥᾳστώνη διιδεῖν. εἰ γὰρ ὥσπερ ἡ μάχαιρα τέμνει τῷ σχήματι, καὶ ἡ σφαῖρα κυλινδεῖται τῷ σχήματι, αὐτὸ δὲ τὸ σχῆμα οὔτε τέμνει οὔτε κυλινδεῖται, οὕτω καὶ ὁ ἄνθρωπος ὀργίζεται μὲν τῇ ψυχῇ, αὐτὴ δὲ οὐκ ὀργίζεται ἡ ψυχή, ἄγαν ὁμοίαν ἐστὶ ποιούντων τοῖς συμβεβηκόσι τὴν ψυχήν.2 ἀλλ’ ἡ μὲν σφαῖρα οὐχ οἵα τε ἐξ ἑαυτῆς ἄλλας ἀπ’ ἄλλων κινεῖσθαι κινήσεις, οὐδὲ ἡ μάχαιρα τέμνει ποικίλας τομὰς ἐξ ἑαυτῆς, ἡ δὲ ψυχὴ τῶν κινήσεων αὐτὴ κατάρχει καὶ μεταβαίνειν οἵα τε ἐξ ἄλλης εἰς ἄλλην, καὶ τὸ μεταβαίνειν ἐπ’ αὐτῆς, καὶ τὸ μεταβάλλειν οὐ λέγεται τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῶν σωμάτων· ἐπὶ μὲν γὰρ τῶν σωμάτων ἅπασαι αἱ τοιαῦται φωναὶ σημαίνουσι τὸ κινεῖσθαι αὐτὰ σωματικῶς, τοῦτο δέ ἐστιν ἐν χρόνῳ καὶ συνεχεῖ κινήσει καὶ ἐξ ἀτελοῦς εἰς τὸ τέλειον· ἐπὶ δὲ τῆς ψυχῆς αἱ τοιαῦται μεταβολαὶ ἄχρονοί τε πᾶσαι καὶ διωρισμέναι καὶ οὐκ ἠρέμα προϊοῦσαι ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν, ἀλλὰ ἀθρόως, ὥσπερ ἡ ὄψις ἀπὸ τῶν λευκῶν εἰς τὰ μέλανα. ἀλλὰ ταῦτα μὲν ὅπερ ἔφην οὐ λίαν ἐργώδη· ἃ δὲ ἐπάγει περὶ τοῦ νοῦ, πολλῆς δεῖται ἐπισκέψεως καὶ φροντίδος. Ἀναγκαῖον δὲ αὐτὴν παραθέσθαι τοῦ φιλοσόφου τὴν ῥῆσιν μηδὲν μεταθέντας ἕνεκα τῆς σαφηνείας· οὐ γὰρ οὕτως ἀσαφῆ τὰ λεγόμενα ὡς δύσκριτα εἶναι καὶ δυσδιόριστα. λέγει τοίνυν ὁ δὲ νοῦς ἔοικεν ἐγγίγνεσθαι οὐσία τις οὖσα καὶ οὐ φθείρεσθαι· μάλιστα γὰρ ἐφθείρετο ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· νῦν δὲ ὅπερ ἐπὶ τῶν αἰσθητηρίων συμβαίνει. εἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὥσπερ καὶ ὁ νέος, ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν ᾧ,3 καθάπερ ἐν μέθαις καὶ νόσοις. καὶ τὸ νοεῖν δὴ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς εἴσω φθειρομένου, αὐτὸ δὲ ἀπαθές ἐστι· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ ἐκεῖνο ἔχει. διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν· ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστιν. ἐν γὰρ τούτοις πρῶτον μὲν ἐπιζητητέον ὑπὲρ τῆς ἀκολουθίας τῶν λεγομένων· περὶ γὰρ τοῦ μὴ κινεῖσθαι τὴν ψυχὴν λέγων τὸν νοῦν οὐσίαν φησὶν οὖσαν ἐγγίγνεσθαι καὶ μὴ φθείρεσθαι, οὐδεμιᾶς οὔσης ἀνάγκης περὶ φθορᾶς νῦν ἐπισκοπεῖν τοῦ νοῦ, διότι μηδὲ περὶ τῆς ἄλλης ψυχῆς, ἀλλ’ εἴπερ ἄρα περὶ τοῦ κινεῖσθαι τὸν νοῦν ἢ μὴ κινεῖσθαι. εἶτα ἃ φέρει εἰς σύστασιν τοῦ μὴ φθείρεσθαι τὸν νοῦν, πῶς οὐ ταῦτα ἁρμόσει καὶ ἐπὶ τῶν αἰσθήσεων ἄντικρυς; καὶ οὐχ ἡμᾶς τοῦτο δεῖ προσαπορεῖν, ἀλλ’ αὐτός φησι διαρρήδην· μάλιστα γὰρ ἐφθείρετ’ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, νῦν δὲ ὅπερ ἐπὶ τῶν αἰσθητηρίων συμβαίνει. εἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὥσπερ καὶ ὁ νέος καὶ τὰ ἑξῆς· ἐξ ὧν δῆλός ἐστι, καθάπερ τὴν αἴσθησιν τίθεται μὴ συμπάσχειν καμοῦσι τοῖς ὀργάνοις ὑπὸ τοῦ γήρως, οὕτω καὶ τὸν νοῦν μὴ συγκάμνειν τῷ ἔνδον ὀργάνῳ. καὶ οὐδὲ ἐπὶ τῆς αἰσθήσεως ἵσταται μόνης· ἀλλὰ τί φησι ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν ᾧ, καθάπερ ἐν μέθαις καὶ νόσοις; εἰ οὖν μάλιστα μὲν ὁ νοῦς ἐφθείρετ’ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, οὐ φθείρεται δέ, ἀλλὰ ἄλλου τινὸς εἴσω φθειρομένου αὐτὸς ἀπαθὴς καὶ ἀθάνατος, ταὐτὸν ἁρμόζει καὶ ἐπὶ τῆς ψυχῆς· εἰ γὰρ τὸ γῆρας οὐκ ἐν τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν ᾧ, καθάπερ ἐν μέθαις καὶ νόσοις, ἀπαθὴς ἂν εἴη καὶ ἡ ψυχή, καὶ διὰ τοῦτο ἀθάνατος. ἀλλὰ καὶ τὸ ὄργανον τοῦ νοῦ τί ποτ’ ἂν εἴη τὸ τοῖς ὄμμασιν ἀναλογοῦν, οὗ φησιν εἴσω φθειρομένου τὸν νοῦν ἀπαθῆ διαμένειν; καὶ τοῦτό γε τὸ ὄργανον ἆρα μόνον ἐν ἀνθρώπῳ ἢ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει;

在这些段落中,他明确地把本义上所说的运动称为并非无条件的现实活动,而是未完满者的现实活动,而把完满者的[现实活动]称为无条件的现实活动,并因此称之为运动的另一种形式;因而显而易见,他主要反对的并不是灵魂[以某种方式]被推动,而是反对灵魂被推动身体的诸种运动。这些事情或许不难加以辨析,尽管彻底洞察这些亦非极其容易之事。因为,如果正如刀凭借形状来切割,球凭借形状来滚动,而形状自身既不切割亦不滚动那样,人亦是通过灵魂发怒,而灵魂自身并不发怒,那么这就属于把灵魂过度等同于偶性的人的做法了。然而,球并不能凭自身相继被推动各种运动,刀亦不能凭自身做出各种各样的切割,而灵魂自身发起诸种运动,并且能够从一种运动转换到另一种运动,而且就它而言,“转换”和“变化”并不是以物体上所说的同样方式被述说的。因为在物体上,所有此类用语都意味着它们以物体的方式被推动,而这是在时间之中的、连续的运动,并且是从未完满者走向完满者;而在灵魂上,所有此类变化都是无时间的、被划定界限的,并且不是从潜能缓慢地走向现实活动,而是一举发生,正如视力从白色事物[转换]到黑色事物一样。但是正如我所说的,这些并不是极其费力之事;然而他关于理智所附带提出的论点,则需要大量的考察与思考。 为了清晰起见,必须如实引述这位哲学家本人的言论而不做任何更动;因为所说的内容并非晦涩到难以判断和难以辨明的地步。于是他说:“然而理智似乎是作为某种实体生成于其中,并且不被毁灭;因为如果它会毁灭,最应当是被老年中的衰竭所毁灭;但如今发生的情况恰如在诸感觉器官上所发生的那样。因为如果老人获得了这样的一只眼睛,他就会像年轻人一样看见,因而老年并非由于灵魂遭受了感受,而是由于灵魂所在的东西[遭受了感受],正如在醉酒和疾病中那样。因此,进行思想和进行观照亦随着内部某种其他东西的毁坏而衰萎,但理智自身是无感受性的;至于思虑以及爱或恨,并不是它的感受,而是拥有它的这个东西就其拥有它而言的[感受]。因此当这个东西毁坏时,它既不回忆亦不再爱;因为这些并不属于理智,而是属于已经毁灭的共有复合体;但理智或许是某种更神圣的且无感受性的东西。” 因为在这些话中,首先必须就所说内容的脉络连贯性进行追问;因为他在论述灵魂不被推动时,却说理智是作为实体生成且不被毁灭的,而眼前并没有任何考察理智之毁灭的必要,因为他对于其余的灵魂亦未作此考察,哪怕要考察,亦应当考察理智是否被推动。其次,他用来确立理智不被毁灭的那些论据,岂非径直亦适用于感觉?而且不需要我们对此追加疑问,他本人就明白地说:“因为如果它会毁灭,最应当是被老年中的衰竭所毁灭,但如今发生的情况恰如在诸感觉器官上所发生的那样。因为如果老人获得了这样的一只眼睛,他就会像年轻人一样看见”,等等;从这些话中显而易见,正如他设定感觉在诸器官因年老而疲惫时不一同承受感受那样,理智亦不与内部的器官一同疲惫。而且他甚至不仅停留于感觉;反而他说什么呢?“因而老年并非由于灵魂遭受了感受,而是由于灵魂所在的东西[遭受了感受],正如在醉酒和疾病中那样”。那么,如果理智若会毁灭最应当是被老年中的衰竭所毁灭,但它并不毁灭,而是在内部某种其他东西被毁坏时它自身无感受性且不朽,那么同样的道理亦适用于灵魂;因为如果老年不在于灵魂遭受了感受,而在于灵魂所在的东西[遭受了感受](正如在醉酒和疾病中那样),那么灵魂亦将是无感受性的,并因此是不朽的。再者,他所说的其在内部毁坏时理智仍保持无感受性的那种类比于眼睛的理智器官究竟会是什么?而且这个器官究竟是仅存在于人之中,还是亦存在于其他动物之中?

语法注3 条
  1. 1.4μάχοιτο ἂν οὐ πρὸς τὸ κινεῖσθαι προηγουμένως τὴν ψυχήν, ἀλλὰ πρὸς τὸ [μὴ] κινεῖσθαι τὰς τοῦ σώματος κινήσεις

    两个带有 πρὸς τὸ κινεῖσθαι 的介词短语通过 οὐ... ἀλλά 形成对比。校勘本中加括号的 [μὴ] 受到怀疑或被删去,因为亚里士多德反对的核心正是“灵魂以身体的运动方式被推动”;若保留 μὴ 则会产生与文意相反的否定。此处不取 μὴ,理解为“反对它被推动身体的运动”。

  2. 1.4ἄγαν ὁμοίαν ἐστὶ ποιούντων τοῖς συμβεβηκόσι τὴν ψυχήν

    ἐστὶ ποιούντων 是属格作表语结构(属于……者的做法),其省略的主语承接前文整个条件句(“如果人通过灵魂发怒而灵魂自身并不发怒”)。ποιούντων 支配直接宾语 τὴν ψυχήν,并以形容词 ὁμοίαν 为宾语补足语,构成双宾格结构(“使灵魂类似于……”)。

  3. 1.4ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι, ἀλλ’ ἐν ᾧ

    τῷ τὴν ψυχὴν πεπονθέναι 是表示原因的带冠词不定式(“由于灵魂遭受了感受”)。与之相对比的 ἀλλ’ ἐν ᾧ 是一个紧缩的关系代词从句,省略了先行词和动词(如 τῷ πεπονθέναι τοῦτο ἐν ᾧ ἐστιν),意即“而是由于它所在的东西[遭受了感受]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:29.1-30.20