- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:2.25-3.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯列举了有条理地探讨灵魂所必需的诸问题:把握本质与偶性,确定其所属的最高属与邻近属,判断其为潜能还是现实,考察其可分性与能力的多样性,以及探究其定义是普遍的还是特殊的。
Ὅτι μὲν οὖν καὶ ἀναγκαία καὶ ἐργώδης ἡ θεωρία, διὰ τοσούτων εἰρήσθω·1 λέγωμεν δὲ ἐφεξῆς, ὅσα τῷ καθ’ ὁδὸν μετιόντι περὶ ψυχῆς διοριστέον. πρῶτον μὲν ληπτέον ἂν εἴη τὴν φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζῴοις ὑπάρχειν· [ἴδια μὲν νόησις καὶ θεωρία, δι’ ἐκείνην δὲ καὶ τοῖς ζῴοις προσγίγνεσθαι ἡδονὴ καὶ λύπη καὶ αἴσθησις καὶ φαντασία.] δυοῖν δὲ ὄντων τῶν περὶ αὐτῆς ζητουμένων, τῆς τε οὐσίας καὶ τῶν συμβεβηκότων, πρῶτον ὅσα χρήσιμα πρὸς τὴν οὐσίαν ληπτέον. χρήσιμον δὲ πρῶτον μὲν ἐξευρεῖν τὸ γένος τὸ ἀνωτάτω τῶν ἐν ταῖς κατηγορίαις διηριθμημένων, ἐν ᾧ τακτέον τὴν ψυχήν, ἆρ’ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ· καὶ οὐ μόνον γε τὸ ἀνωτάτω, ἀλλὰ καὶ τὸ προσεχέστερον καὶ τὸ ἐγγυτέρω· [οὐδὲ γὰρ ὅταν ἄνθρωπον ὁριζώμεθα, τὴν οὐσίαν λαμβάνομεν, ἀλλὰ τὸ ζῷον.] δεύτερον ἡνίκα ἂν τὸ γένος διακριθῇ, ἐπειδὴ διχῶς ἕκαστον λέγεται γένος, τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καθάπερ τὸ ζῷον καὶ τὸ φυτόν· τὸ μὲν γὰρ ὠὸν καὶ τὸ σπέρμα δυνάμει ζῷον καὶ φυτόν, ὁ δὲ ὄρνις καὶ τὸ δένδρον ἐνεργείᾳ ζῷον καὶ φυτόν, ὅπερ λέγομεν ἐντελεχείᾳ, διότι δὲ οὕτω λέγομεν ἐν τοῖς ἐφεξῆς ἔσται δῆλον· εἴπερ οὖν τὴν οὐσίαν εὕροιμεν τῆς ψυχῆς, ἐν τίνι τῶν διαφορῶν τούτων ἀποταχθήσεται, ἆρ’ ὡς δύναμις ὑποκειμένη καὶ πρὸς οὐσίαν ἔχουσα εὐφυῶς, ἢ μᾶλλον ὡς ἐντελέχεια; ἔστι δὲ καὶ τῶν ἐντελεχειῶν τις διπλόη, καὶ ἡ μέν τις πρώτη, ἡ δὲ δευτέρα· πρώτη μὲν ἡ ὥσπερ ἕξις, δευτέρα δὲ ἡ τῆς ἕξεως ἐνέργεια. Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής, [καὶ εἴπερ φανείη μεριστή, πότερον ὡς σῶμα εἰς ὄγκους, ἢ ὡς τέχνη καὶ ἐπιστήμη· λέγεται γὰρ καὶ ἰατρικῆς εἶναι μέρη καὶ φιλοσοφίας. εἰ δὲ ἀμερής, ἆρα παντάπασιν ἁπλῆ τις καὶ πλήθους ἀνέμφατος φύσις, ἢ μερῶν μὲν πλῆθος περὶ αὐτὴν οὐ θεωρεῖται, δυνάμεων δὲ ποικιλία; διαφέρει γὰρ οὕτως ἢ ἐκείνως. [μέρους μὲν γὰρ μέρος κατὰ τὸ ὑποκείμενον ἐξαλλάττει, δύναμις δὲ δυνάμεως τῷ διάφορα ἐνεργεῖν διενήνοχε]2 διὰ τοῦτο γὰρ οἱ μὲν πολυδύναμον ἀξιοῦσιν εἶναι τὴν ψυχὴν ἐφ’ ἑνὸς οὖσαν ὑποκειμένου, οἱ δὲ πολυμερῆ, διορίζοντες καὶ τοῖς τόποις τὰ μέρη, ὥσπερ οἱ Στωικοί, τυχὸν δὲ καὶ Πλάτων. Τέταρτον ἂν εἴη ζήτημα τῶν εἰρημένων, ἆρα ὁμοειδὴς πᾶσα ψυχὴ πρὸς πᾶσάν ἐστιν, ἢ οὐδαμῶς, καὶ εἴπερ ὑφ’ ἕτερον καὶ ἕτερον εἶδος, ἆρ’ οὐδ’ ὑφ’ ἓν γένος; οἷον ἡ ἀνθρώπου καὶ ἵππου· εἰ δὲ μὴ ταὐτὸν ἔχουσιν εἶδος ψυχῆς, ἆρ’ οὐδὲ γένος ταὐτόν; [ἀλλ’ ὁ μὲν ἄνθρωπος καὶ ἵππος ὑπὸ τὸ ζῷον, αἱ ψυχαὶ δὲ αὐτῶν οὐκέτι ὑφ’ ἓν γένος ψυχῆς;] ταῦτα δὲ οὐχ οἷόν τε διακρῖναι τὰ προβλήματα μὴ περὶ πάσης ψυχῆς ἐπισκοπουμένους,3 ὅπερ ἔνιοι τῶν πρότερον παρεώρων· περὶ γὰρ τῆς ἀνθρωπίνης μόνης ἐοίκασι πεφροντικέναι, ἡμῖν δὲ τὴν καθόλου φύσιν ἐπισκεπτέον, ἆρα εἷς ὁρισμὸς καὶ ἓν τὸ τί ἦν εἶναι πάσης ψυχῆς, ἢ ἄλλος μὲν τῆς ἀνθρώπου, ἄλλος δὲ τῆς ἵππου. λέγω δὲ ὧδε· ἔστιν ὁρισμὸς τοῦ ζῴου καθόλου, ὅτι οὐσία ἔμψυχος αἰσθητική, ἔστι δὲ καὶ ἀνθρώπου χωρίς, ὅτι ζῷον λογικὸν θνητόν. ζητοῦντας οὖν τῆς ψυχῆς τὸν ὁρισμὸν ἆρα τοιοῦτον προσήκει ζητεῖν, οἷός ἐστιν ὁ τοῦ ζῴου, ἢ μᾶλλον οἷος ὁ τοῦ ἀνθρώπου;
那么,关于这一理论探讨既是必然的又是费力的,便由上述这么多话谈到这里为止吧;接着让我们依次说明,凡是有条理地探讨灵魂的人所应当界定的事项。首先应当把握的是灵魂的自然本性与本质,其次是属于它的一切偶性,在这些偶性中,有些似乎是灵魂固有的受动状态,有些则是由于灵魂的缘故而亦属于动物[固有的是思想与观照,而由于灵魂的缘故亦产生于动物之中的则是快乐与痛苦、感觉与表象]。关于灵魂所探究的事项既然有两项,即本质与偶性,便首先应当把握凡是有助于本质的事项。而首先有用的,是在范畴表中枚举的最高属中找出应当将灵魂置于哪一个属,是在实体中、在数量中,抑或在性质中;而且不仅要找出最高属,还要找出更切近、更相近的属[因为在定义人时,我们所取的亦非实体,而是动物]。其次,当属被区分之后——既然每个属都有双重说法,一者在潜能中,一者在现实中,正如动物与植物那样(因为卵和种子在潜能上是动物和植物,而鸟与树木在现实上是动物和植物,即我们所说的实现体,至于为何如此称呼在下文中将会明了)——如果我们找到了灵魂的本质,它将被归入这些区分中的哪一种?是作为潜在的基础且对本质具有天赋倾向的潜能,抑或毋宁是作为实现体?此外,在实现体中亦有某种双重性,其一为第一者,其二为第二者;第一者好比状态,第二者则是这一状态的活动。还必须考察灵魂是可分的还是不可分的[若显得是可分的,是如物体那样分作体积,还是如技艺与科学那样?因为据说医学和哲学也是有部分的。若不可分,它究竟是完全单纯且绝不显现出多样性的自然本性,抑或在它身上虽看不到部分的多样性,却有能力的多样性?因为以此种方式还是彼种方式存在是有差异的。[因为部分与部分在基底上彼此有别,而能力与能力则因施行不同的活动而相异。]正是因此,一些人主张灵魂在单一的基底上具有多种能力,而另一些人则主张它是多部分的,并依据位置来划分各部分,正如斯多亚学派那样,或许柏拉图亦是如此]。在所说事项中的第四个探究课题当会是:是否一切灵魂彼此皆为同种,抑或绝非如此;若归属于彼此相异的种,是否甚至不归属于单一的属?例如人之灵魂与马之灵魂:若它们没有同一种的灵魂,是否甚至也没有同一属?[难道人和马归于动物之下,而它们的灵魂却不再归于单一的灵魂之属下了吗?]然而,若不对一切灵魂加以考察,便不可能分辨这些问题;先驱者中的某些人忽视了这一点,因为他们似乎只关心了人的灵魂,而我们则必须考察普遍的自然本性,即是否一切灵魂的定义与本质皆为单一,抑或是人的灵魂有一套,马的灵魂另有一套。我所说的是指:有关于动物的普遍定义,即有生命的、有感觉能力的实体,亦有单独关于人的定义,即有理性的、会死的动物。因此,在寻求灵魂的定义时,理应寻求如同动物那样的定义,还是毋宁寻求如同人那样的定义?
- 1.1διὰ τοσούτων εἰρήσθω
第三人称单数完成时被动态祈使语气 εἰρήσθω 与介词短语 διὰ τοσούτων 连用,构成标志段落过渡的程式化表达:“便由上述这许多话谈到这里为止吧”。
- 1.1μέρους μὲν γὰρ μέρος κατὰ τὸ ὑποκείμενον ἐξαλλάττει, δύναμις δὲ δυνάμεως τῷ διάφορα ἐνεργεῖν διενήνοχε
这是一个对称的对比结构:前分句 μέρους μέρος ἐξαλλάττει(“部分与部分相异”)通过 κατὰ τὸ ὑποκείμενον(依据基底)表明相异的维度;后分句 δύναμις δυνάμεως διενήνοχε(“能力与能力有别”)中,δυνάμεως 为表分离/比较的属格,配以表方式或依据的定冠词不定式与格 τῷ διάφορα ἐνεργεῖν(因施行不同活动)。
- 1.1ταῦτα δὲ οὐχ οἷόν τε διακρῖναι τὰ προβλήματα μὴ περὶ πάσης ψυχῆς ἐπισκοπουμένους
非人称结构 οὐχ οἷόν τε(“不可能……”)所带的不定式 διακρῖναι 支配被超步法分隔开的宾语 ταῦτα... τὰ προβλήματα。带否定词的现在分词 μὴ ἐπισκοπουμένους 具有条件含义(“若不考察……”),其阳性复数宾格与不定式的逻辑主语(泛指的“我们/人”)一致。
