- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:27.16-29.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论述在情感和认知活动中被推动的是整个动物而非灵魂自身,将“通过灵魂而运动”解释为要么运动直至灵魂(如感觉),要么运动出自灵魂(如回忆),并指出灵魂固有的现实活动不是不完满的运动,而是完满者的现实活动。
εἰ μὲν οὖν ἡ ζέσις καὶ ἡ πήδησις τῆς ψυχῆς ἐστιν, ἡ ψυχὴ κατὰ τὰς ὀργὰς ἂν κινοῖτο· εἰ δὲ ἀδύνατον τοῦτο συγχωρεῖν τοῖς ἀσώματον αὐτὴν τιθεμένοις, τὸ ζῶον μὲν ἂν κινοῖτο ὅτε ὀργίζεται, ἡ ψυχὴ δὲ κρίνοι ἂν μόνον, ἡ κρίσις δὲ οὐ κίνησις, ἀλλ’ ἠρεμία καὶ στάσις μᾶλλον. οὕτω δὲ ἔχει καὶ πρὸς τοὺς φόβους· ἡ μὲν κρίνει τὸ φοβερόν, συστέλλεται δὲ μόριόν τι τοῦ σώματος καὶ καταψύχεται καὶ ἀλλοιοῦται· ‘χλωροὶ γάρ’ φησιν ‘ὑπαὶ δείους’ ὁ ποιητής, καὶ ‘ὠχρός τέ μιν εἷλε παρειάς’, ταῦτα δὲ τοῦ μὲν σώματος τοῦ ἐμψύχου, τουτέστι τοῦ ζώου πάθη καὶ κινήσεις φανερῶς ἂν εἶεν, τὴν ψυχὴν δ’ αὐτὴν ὠχριᾶν ἢ ἐρυθραίνεσθαι γελοῖον πάνυ. καὶ τὸ διανοεῖσθαι τοίνυν, εἴπερ κίνησις, ὅλῳ ἂν τῷ ἀνθρώπῳ προσήκοι, οὐ τῇ ψυχῇ τῇ τοῦ ἀνθρώπου, μορίου τινὸς ἔνδοθεν ἀλλοιουμένου τοῦ ἀνάλογον τῷ αἵματι ἢ τῷ πνεύματι. διχῶς γὰρ ἴσως ἐν τοῖς πάθεσι τοῖς τοιούτοις ὑπὸ τῆς ψυχῆς κινεῖται τὸ ἔμψυχον σῶμα, ἢ κατὰ φοράν τινα μορίων αὐτοῦ κινουμένων, ὥσπερ τὸ αἷμα ἐν τοῖς θυμοῖς προπηδᾷ ἐπιπολῆς καὶ προεξάλλεται τοῦ λοιποῦ σώματος, ἢ κατὰ ἀλλοίωσιν, ὅταν καταψύχηται ἐν τοῖς φόβοις. ποῖα δὲ πάθη ποίας συναπολαύει κινήσεως σωματικῆς, ἕτερος λόγος. οἱ δὲ τὰς ὑπὸ τῆς ψυχῆς κινήσεις εἰς τὴν ψυχὴν αὐτὴν ἀναφέροντες ὁμοίως ποιοῦσιν, ὥσπερ εἴ τις λέγοι τὴν ψυχὴν ὑφαίνειν ἢ οἰκοδομεῖν ἢ κιθαρίζειν· καὶ γὰρ τούτων αἰτία μὲν ἡ ψυχὴ τῶν κινήσεων· ἡ γὰρ ἕξις ἡ οἰκοδομικὴ ἐν αὐτῇ. ἀλλ’ ὥσπερ ὁ οἰκοδόμος οἰκοδομεῖ, οὐχ ἡ τέχνη, καὶ ὁ κιθαριστὴς κιθαρίζει, οὐχ ἡ μουσική, καίτοι ὁ μὲν οἰκοδόμος οἰκοδομεῖ τῇ οἰκοδομικῇ, ὁ δὲ κιθαριστὴς κιθαρίζει τῇ κιθαριστικῇ· οὕτω καὶ οὐχ ἡ ψυχὴ ἐλεεῖ ἀλλ’ ὁ ἄνθρωπος, τῇ μέντοι ψυχῇ,1 ὡς καὶ λούεται καὶ ἀριστᾷ καὶ νήχεται ὁ ἄνθρωπος, οὐχ ἡ γνώμη ἀφ’ ἧς ταῦτα ποιεῖ. ὅταν δὲ λέγω τῇ ψυχῇ, οὐχ οὕτω λέγω ὡς ἐν ἐκείνῃ τῆς κινήσεως ἐνυπαρχούσης, ὥσπερ ὅταν λέγω κινεῖσθαι τὸν ἄνθρωπον τῇ χειρί· τότε γὰρ αὐτὴ ἡ χεὶρ τὴν κίνησιν ὑπομένει. ἀλλὰ πῶς λέγω κινεῖσθαι τὸν ἄνθρωπον τῇ ψυχῇ; ἢ ὡς μέχρις ἐκείνης ἢ ὡς ἀπ’ ἐκείνης.2 ὅταν μὲν γὰρ τῶν ἔξωθεν αἰσθητῶν ἀντιλαμβάνηται, μέχρι τῆς ἐπ’ ἐκείνην ἀναφορᾶς τὸ σῶμα κινεῖται, τῶν αἰσθητηρίων εἰς τὴν ἀρχὴν αὐτῆς παραπεμπόντων τὰ πάθη, ἃ ἀπὸ τῶν ἔξωθεν ἀνεμάξατο, ὧν ἀντιλαμβάνεται αὐτὴ ἀκίνητος μένουσα. λεγόμεθα τοίνυν τῇ ψυχῇ ταύτην κινεῖσθαι τὴν κίνησιν, ὅτι τοῦ πάθους τῶν αἰσθητηρίων ἡ ψυχὴ ἡμῖν αἰτία, καὶ τῆς δι’ αὐτῶν διαδόσεως, ἐπεὶ νεκρωθέντων γε τῶν ὀργάνων τὸ τοιοῦτον πάθος οὐχ ἅπτεται. αἱ δὲ ἀναμνήσεις οὐκέτι μέχρις ἐκείνης, ἀλλ’ ἀπ’ ἐκείνης· εἰς ὃ γὰρ ἐτελεύτησεν ἡ αἴσθησις, ἐντεῦθεν ἡ ἀρχὴ τῆς ἀναμνήσεως· προβάλλουσα γὰρ τὰ φαντάσματα ἀφ’ αὑτῆς ἡ ψυχὴ καὶ ταῦτα ἀνελίττουσα ἐπὶ τὴν ἀνάμνησιν ἀφικνεῖται. τῷ οὖν ἀπ’ ἐκείνης ἄρχεσθαι τὴν προβολὴν τῶν φαντασμάτων, ἃ ὡς θησαυρίσασα ἔχει, λέγεται ἀπ’ ἐκείνης ἡ ἀνάμνησις. Εἰ δὲ μὴ κίνησίν τις λέγοι τὰ ἐγκαταλείμματα τῶν αἰσθητῶν, ἀλλὰ μονὴν μᾶλλον καὶ ἠρεμίαν, πρός γε τὸν παρόντα λόγον οὐδὲν διοίσει. πολλάκις μὲν γὰρ ἡ ἀνάμνησις ἀπὸ τῆς προβολῆς ἀρξαμένη τῶν φαντασμάτων εἰς αὐτὸ τοῦτο ἀπετελεύτησεν ἄνευ τοῦ κίνησιν σωματικὴν ἐφελκύσασθαι, πολλάκις δὲ ἀναμνησθέντες αἰσχροῦ τινὸς ἐρυθραινόμεθα, ἢ φοβεροῦ ναυτιῶμεν, πολλάκις δὲ βαδίζομεν καὶ διαλεγόμεθα ἐξ ἀναμνήσεως. ἀλλὰ τὸ μὲν βαδίζειν καὶ διαλέγεσθαι καὶ ναυτιᾶν καὶ ἐρυθραίνεσθαι καὶ πάντα τὰ τοιαῦτα κινήσεις ἐναργῶς, τὸ δὲ κρίνειν καὶ ἀντιλαμβάνεσθαι κινήσεις μὲν οὐδαμῶς ἢ οὐ τοιαῦται, ἐνέργειαι δὲ τῆς ψυχῆς. εἰ δὲ καὶ τὰς ἐνεργείας τις κινήσεις λέγοι, πρὸς τοὔνομα ὅπερ εἶπον καὶ πρότερον οὐ χρὴ φιλονικεῖν, διορίζεσθαι δέ, ὅτι εἴπερ καὶ τὰ τοιαῦτα κινήσεις, ἀλλ’ ἕτερόν γε εἶδος τοῦτο κινήσεως, ὅπερ καὶ αὐτὸς διαρρήδην ἐφεξῆς συγχωρεῖ. φησὶ γὰρ ἐπὶ τοῦ θεωροῦντος καὶ φρονοῦντος καὶ διδασκομένου ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι3 (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως. καὶ πάλιν· τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ἐπισταμένου ἤτοι οὐδὲ πάσχειν φατέον, ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως. καὶ ἐν τῷ τρίτῳ γε αὖθις· φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδὲ ἀλλοιοῦται, διὸ ἄλλο τοῦτο εἶδος κινήσεως· ἡ γὰρ κίνησις τοῦ ἀτελοῦς ἐνέργεια· ἡ δὲ ἁπλῶς ἐνέργεια ἑτέρα ἐστὶν ἡ τοῦ τετελεσμένου.
因此,如果沸腾和跳跃属于灵魂,那么在发怒时灵魂就会被推动;但对于将灵魂设定为非身体者的人们来说,若承认这一点是不可能的,那么当动物发怒时被推动的就是动物,而灵魂则仅行使判定;而判定不是运动,倒更是一种静止与停息。对于恐惧亦是如此:灵魂判定令人恐惧之物,而身体的某个部分收缩、冷却并发生变异;正如诗人所说,“因恐惧而苍白”,以及“苍白攫住了他的双颊”,这些显然是具生机的身体——亦即动物——的感受和运动,而灵魂自身变得苍白或面红则是极其滑稽的。因此,思惟如果确实是运动,便也当属于整个人,而不属于人的灵魂,乃是由于内部某个类比于血液或气息的部分发生变异所致。因为在这些感受中,具生机的身体或许以两种方式被灵魂推动:要么依循其部分被推动的某种位移(如在愤怒中血液向表层跃起并从身体其余部分喷涌而出),要么依循变异(如在恐惧中被冷却时)。至于何种感受伴有何种身体运动,则是另一番论述。另一方面,那些将灵魂所引起的运动归之于灵魂自身的人,他们的做法就像有人说灵魂在织布、建造或弹奏齐特拉琴一样;因为灵魂确实是这些运动的原因,毕竟建筑的品质(获得状态)是在灵魂之中的。但正如建造的是建筑师而非技艺,弹奏的是齐特拉琴手而非音乐,尽管建筑师是通过建筑术来建造,琴手是通过弹琴术来弹奏;同样,起怜悯之心的不是灵魂而是人,然而乃是“通过灵魂”;正如沐浴、进食和游泳的是人,而非人据以做出这些行为的意图或判断。而当我讲“通过灵魂”时,我的意思并不是说运动内在存在于灵魂之中,并不像我说人“通过手”而被推动时那样(因为那时正是手本身承受了运动)。那么我是以何种意义说人“通过灵魂”而被推动呢?要么是作为“直至灵魂”,要么是作为“出自灵魂”。因为当人领会外部的可感觉事物时,身体一直运动直到向灵魂的溯及,诸感觉器官将其从外部事物所印刻的感受传送到灵魂的本原,而灵魂自身保持不动并领会这些感受。因此,我们之所以被称为通过灵魂而被推动这一运动,是因为灵魂对我们而言是感觉器官承受感受及其通过感觉器官传导的原因,毕竟一旦器官失去生机,此类感受便根本无法触及它们。然而回忆则不再是“直至灵魂”,而是“出自灵魂”;因为感觉在哪里终结,回忆便从哪里开始;灵魂从自身投射出表象并将它们展开,从而达到回忆。因此,正因为犹如储藏起来一般拥有的诸表象的投射是从灵魂开始的,回忆才被称为是出自灵魂的。 如果有人说可感觉事物的残留物不是运动,倒更是一种留驻和静止,这对于目前的论述亦毫无影响。因为在很多情况下,回忆从表象的投射开始,在此本身终结而未引起任何身体运动;但很多情况下,当我们回忆起某种可耻之事时便会面红,或回忆起可怕之事时便感恶心,而且在很多情况下我们出自回忆而行走和交谈。然而,行走、交谈、恶心、面红以及所有此类事物显然是运动;而判定和领会则绝非运动,或者并非此类运动,而是灵魂的现实活动。如果有人亦将现实活动称为运动,正如我此前所言,不应在名称上争辩,而应当辨明:即使此类活动确实是运动,这也是运动的另一种形式(种),这一点他(亚里士多德)本人随后亦明确予以承认。因为关于进行观照者、运用明智者和受教者,他说这“要么不是被变异(因为这种进展是走向自身并走向现实态),要么是变异的另一个属”。他又说:“从潜能状态学习并由现实知晓者那里获得科学知识者,要么必须说它根本不承受感受,要么必须说变异有两种方式。”而在第三卷中他又再次说:“显然,可感觉对象使潜能的感觉能力成为现实的;因为它既不承受感受亦不被变异,因此这是运动的另一种形式;因为运动是不完满者的现实活动,而无条件的现实活动则是另一回事,它是完满者的[现实活动]。”
- 1.4τῇ μέντοι ψυχῇ
手段或工具与格。对应前文的“通过弹琴术(τῇ κιθαριστικῇ)”,表示人作为动作主体所凭借的中介与手段,而非动作的直接承担者。下文中特米斯提乌斯明确排除了“内在存在于灵魂中”的方位性解释,将其转而界定为“直至灵魂”或“出自灵魂”的因果与方向性关系。
- 1.4ἢ ὡς μέχρις ἐκείνης ἢ ὡς ἀπ’ ἐκείνης
前置词短语 μέχρις ἐκείνης(“直至灵魂”)与 ἀπ' ἐκείνης(“出自灵魂”)由 ὡς 引领,作为表语性补充成分,将“通过灵魂而被推动(κινεῖσθαι... τῇ ψυχῇ)”的涵义区分为两类。前者指代向心性的感觉过程(从外周向中枢本原的传导),后者指代离心性的回忆过程(内部表象的投射与展开)。
- 1.4φησὶ γὰρ ἐπὶ τοῦ θεωροῦντος καὶ φρονοῦντος καὶ διδασκομένου ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι
引自亚里士多德《论灵魂》卷二第5章(417b6-7)。中性关系代词 ὅπερ 指代在观照者、运用明智者及受教者身上所发生的整个活动过程,作为其后转折谓词“要么不是被变异……要么是变异的另一个属(ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι ... ἢ ἕτερον γένος ἀλλοιώσεως)”的主语性成分。
