- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:25.33-27.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯驳斥了认为灵魂自身可分离如光线照射、毁灭的仅是具生机状态(ἐμψυχία)的异议,重申灵魂既非和谐亦非脱离和谐而存在,随后转向考察亚里士多德对以情感和思惟为据主张灵魂自身受推动之观点的反驳。
ἀλλ’ οὐ φθείρεταί φησιν ἡ ψυχὴ τῆς κράσεως φθειρομένης, ἀλλ’ ἡ ἐμψυχία, ἣν ἡ ψυχὴ τῷ σώματι ἐπιδίδωσιν, αὐτὴ μὲν οὖσα χωριστή, ἐλλάμπουσα δὲ τὴν ζωήν, ὥσπερ ὁ ἥλιος τὸ φῶς τῷ ἀέρι. ἐγὼ δὲ θαυμάζω τῶν ταῦτα λεγόντων, ὅτι πρῶτον μὲν ἀποδείξεις οἴονται τὰ παραδείγματα·1 καίτοι τῶν πίστεων ἀσθενέστατον τὸ παράδειγμα· ἔπειθ’ ὅτι μηδὲ αὐτοῖς τούτοις ἀκολουθοῦσιν. ὁ μὲν γὰρ ἥλιος εἷς ὢν χορηγεῖ τὸ φῶς πᾶσι τοῖς σώμασι, τὴν ψυχὴν δὲ οὐκ ἂν εἴποιεν μίαν τὴν ἐλλάμπουσαν τὴν ζωὴν πᾶσι τοῖς ζώοις. διὸ καὶ ὁ ἥλιος μὲν εἷς, μεταλαμβάνει δὲ τοῦ φωτὸς οὐχ ἅπαντα παραπλησίως, ἀλλ’ ἄλλως μὲν ἀήρ, ἄλλως δὲ ὕδωρ, ἄλλως δὲ ἄργυρος, ἄλλως δὲ λίθος, ἄλλως δὲ ξύλον, καὶ ἑτέρως μὲν τοδὶ τὸ χρῶμα, ἑτέρως δὲ τοδί· τὴν ψυχὴν δὲ εἰ μίαν τις λέγοι, δεῖ τὸν αὐτὸν τρόπον ἀπολαύειν αὐτῆς ἄλλως καὶ ἄλλως τὰ ζῷα, καὶ οὐ ψυχαῖς ἔτι διοίσει τὰ ζῷα ἀλλ’ ἐμψυχίαις. ἔπειτα ἐκείνη ἡ μία ψυχὴ τίς ἔσται; καὶ ἥτις ἂν ᾖ, τῷ γε Ἀριστοτέλους λόγῳ οὐδὲν διοίσει. φησὶ γὰρ ἐκεῖνος τὴν μὲν ψυχὴν ἐκείνην τὴν μίαν οὔτε ἐπιζητεῖν ἐν τῷ παρόντι λόγῳ οὔτε ὁρίζεσθαι, ἐπιζητεῖν δὲ τὴν ἀνθρώπου καὶ τὴν ἵππου καὶ τὴν βοός, ἣν εἴτε ἐμψυχίαν ὀνομάζειν ἐθέλουσιν εἴτε ψυχήν, συγχωρήσει· ἀλλ’ ὥσπερ τὸ φῶς ὁριζόμενος ἐντελέχειαν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς οὐ τὸν ἥλιον ὁρίζεσθαί φησιν, ἀλλὰ ὃ δίδωσιν ὁ ἥλιος, καίτοι γε τὸν ἥλιον ἄλλως ἔχων εἰπεῖν ἐντελέχειαν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς,2 οὕτω καὶ νῦν τὴν ψυχὴν ὁριζόμενος οὐ τὴν ἔξωθεν καὶ μίαν ὁρίζεσθαί φησιν, ἀλλὰ τὴν παρ’ ἐκείνης ἐγγινομένην τοῖς σώμασι τοῖς ὀργανικοῖς ἐντελέχειαν, δυνάμενος ἴσως ὁρίσασθαι κἀκείνην τὸν αὐτὸν τρόπον. οὐδὲν γὰρ κωλύει τῶν ἐντελεχειῶν τῶν δυεῖν τοῦ διαφανοῦς τὴν μὲν εἶναι τελειοτέραν, οἷον τὸν ἥλιον, τὴν δὲ ἀτελεστέραν, οἷον τὸ φῶς· οὕτω τοίνυν καὶ τῆς ψυχῆς τὴν μὲν εἶναι τελειοτέραν, οἷον τὴν ἔξωθεν, τὴν δὲ ἀτελεστέραν, οἷον τὴν ἑκάστου. ταύτην οὖν τὴν ἑκάστου ψυχὴν ἣν σὺ μὲν ἐμψυχίαν ὀνομάζεις, ἐγὼ δὲ ψυχήν, ἀχώριστόν φησι καὶ φθαρτήν, φθαρτὴν δὲ οὐχ ἁπλῶς ἀλλ’ ὥσπερ τὸ ἐν τῷ ὕδατι φῶς, καὶ σὺ δὲ ὡς ἔοικε παραπλησίως· περὶ γὰρ τοῦ ὀνόματος ἀμφισβητῶν τὸ πρᾶγμα καὶ λίαν σαφῶς ὁμολογεῖς. ὅτι δὲ τὴν τοῦ παντὸς ψυχὴν εἰκὸς ἐλλάμπειν τοῖς σώμασι τὴν εἴτε ψυχὴν εἴτε ἐμψυχίαν δύναμίν τινα ὑπάρχουσαν ζωτικὴν καὶ διὰ παντὸς τεταμένην, μάλιστα ἂν δόξειε δῆλον ποιεῖν τῶν ζώων τὰ αὐτομάτως γινόμενα, ἃ τῇ τοιᾷδε κράσει τοῦ σώματος ἅμα εὐθὺς ἐμπνεῖ τε καὶ ζῇ καὶ κινεῖται ἐξ ἑαυτῶν, ὥσπερ τοὺς μῦς φασὶν ἐν Αἰγύπτῳ, καὶ παρ’ ἡμῖν εὐλαὶ καὶ ἐμπίδες καὶ πολλὰ εἴδη ζώων τοιαῦτα. ἀλλὰ τί τοῦτο πρὸς τὸ χωριστὰς εἶναι τὰς τοιαύτας ψυχάς; ἀλλ’ ἴσως τοῦ μὲν παραδείγματος ἀμελήσουσι, φήσουσι δὲ ἑκάστῳ παρεῖναι ψυχὴν ἰδίαν τῆς ἐμψυχίας τῆς ἑκάστου ποιητικήν. λεγέτωσαν οὖν ἡμῖν, ἆρ’ ἐπὶ πάντων τοῦτο τῶν ζώων ἢ ἐπὶ μόνων ἀνθρώπων; ἐπὶ πάντων μὲν γὰρ μὴ γελοιότερον ᾖ τῶν μύθων3 ἐφεστάναι τινὰ ψύλλης ψυχὴν ἐλλάμπουσαν τῇ ψύλλῃ τὴν ἐμψυχίαν· εἰ δὲ ἐπὶ μόνων τῶν ἀνθρώπων, τίς ἡ ἀποκλήρωσις καὶ πόθεν ἡ διαφορὰ ταῖς ἀνθρωπίναις ταύταις ψυχαῖς, λέγω δὲ ταῖς ἔξωθεν ἐφεστώσαις; ὁμοειδεῖς γὰρ πᾶσαι, τὸ δ’ ὁμοειδὲς ἅπαν τῷ τῆς ὕλης μερισμῷ τὰς διαφορὰς προσλαμβάνει. ὅλως τε ἡ τὴν φυτικὴν ζωὴν χορηγοῦσα πῶς ἔξωθεν ἐφεστήξει τῷ σώματι, ἢ ἡ τὸν θυμόν, ἢ ἡ τὴν ἐπιθυμίαν; ὁ νοῦς μὲν γὰρ ἴσως οἷός τε καὶ ἔξωθεν ἐφεστὼς ἐλλάμπειν δύναμιν νοερὰν τῇ ψυχῇ, ταύτας δὲ ἀνάγκη τὰς φύσεις ἐνυπάρχειν καὶ ἐμπεπλέχθαι τοῖς σώμασιν, εἰ μέλλουσι τὰ αὑτῶν ἔργα παρέξεσθαι. ἀλλ’ ἡ μὲν τοιαύτη κομψεία καὶ καθ’ ἑαυτὴν ἴσως τεύξεται λόγου, ὅτι δὲ οὔτε ἁρμονίαν οἷόν τε εἶναι τὴν τοιαύτην ψυχήν, οὔτε ἄνευ ἁρμονίας, παντάπασιν δῆλον ἐκ τῶν εἰρημένων. Εὐλογώτερον δὲ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν φοβεῖσθαι θαρρεῖν λυπεῖσθαι, ἔτι δὲ ὀργίζεσθαι καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ ἅπαντα κινήσεις εἶναι δοκοῦσιν, ὅθεν οἰηθείη τις ἂν αὐτὴν ταύτας τὰς κινήσεις κινεῖσθαι· τὸ δὲ οὐκ ἔστιν ἀναγκαῖον. διπλοῦν γὰρ ἔχει τὸν ἔλεγχον οὗτος ὁ λόγος· οὔτε γὰρ κινήσεις ταῦτα τὰ πάθη, καὶ εἰ δοθεῖεν κινήσεις εἶναι, οὐ τῆς ψυχῆς κινήσεις εἰσίν, ἀλλ’ ὑπὸ ψυχῆς ὅλου τοῦ ζώου, οἷον ἐν ταῖς ὀργαῖς κρίνει μὲν ἄξιον εἶναι τὸ πρᾶγμα ὀργῆς ἡ ψυχή, τοῦ ζώου δὲ ἡ καρδία κινεῖται καὶ ζεῖ τὸ περὶ αὐτὴν αἷμα καὶ ἀνοιδαίνει.
然而[有人]说,当混融被破坏时,被破坏的并不是灵魂,而是灵魂赋予身体的具生机状态;灵魂自身是可分离的,却如太阳向空气照射光芒一样照射着生命。但我对说这些话的人感到诧异:首先,他们认为例证即是证明(尽管在各项确证中,例证是最为软弱的);其次,他们甚至不依循这些[例证]本身。因为太阳虽为单一,却向所有物体提供光芒,但他们绝不会说向所有动物照射生命的灵魂是单一的。因此,太阳虽为单一,但并非所有事物都以同样的方式分享光芒,而是空气以一种方式,水以另一种方式,银以另一种方式,石头以另一种方式,木材以另一种方式,这种颜色以一种方式,那种颜色以另一种方式;如果有人说灵魂是单一的,动物亦应当以同样的方式各不相同地享有它,且动物将不再以灵魂相区分,而是以具生机状态相区分。再者,那个单一的灵魂究竟会是什么?无论它是什么,对亚里士多德的论述都毫无影响。因为他说,在目前的论述中,他既不寻求亦不定义那个单一的灵魂,而是寻求人、马和牛的[灵魂],无论人们愿意将其称作具生机状态还是称作灵魂,他都将予以承认;但正如他在将光定义为现实透明者的现实态时,说自己定义的并非太阳,而是太阳所赋予的东西(尽管他亦能在另一种意义上将太阳称作现实透明者的现实态),同样,现在在定义灵魂时,他说自己定义的并非外在且单一的灵魂,而是由其在工具性身体中所产生的现实态(尽管他或许亦能以同样的方式定义前者)。因为在透明者的两种现实态中,完全不妨碍一者是更完满的(例如太阳),另一者是不够完满的(例如光);因此,在灵魂中,亦不妨碍一者是更完满的(例如外在的灵魂),另一者是不够完满的(例如各个个体的灵魂)。因此,对于各个个体的这个灵魂——你称之为具生机状态,而我称之为灵魂——他说它是不可分离且会毁灭的,并且不是无条件地毁灭,而是如水中的光那样毁灭;而看来你的说法亦大致相近,因为你在名称上争辩,但在事实本身上却承认得极为清楚。 宇宙的灵魂作为某种遍及万物的生命潜能,向身体照射出灵魂或具生机状态,这是合乎情理的,而这似乎最清楚地由那些自然生成的动物所显明:它们随着身体具有了这样的混融,便立即自行呼吸、生活并运动,正如人们传说埃及的老鼠,以及我们这里的蛆虫、蚊蚋和许多此类动物那样。但这与此类灵魂是可分离的有什么关系呢?不过他们或许会抛开这个例证,而主张每个个体都有一个固有的、产生该个体具生机状态的灵魂临在。那么让他们告诉我们:这是适用于所有动物,还是仅适用于人类?因为如果适用于所有动物,那么有某种跳蚤的灵魂临在于跳蚤之上,向它照射具生机状态,这恐怕比神话还要滑稽;但如果仅适用于人类,这种分配的根据是什么,这些人类灵魂——我指从外部临在的灵魂——的差异又源自何处?因为它们都是同种的,而一切同种之物都是通过质料的分割才获得差异的。总的说来,提供植物性生命的[灵魂],或提供激怒或欲望的[灵魂],又怎能从外部临在于身体之上?因为理智或许能够在从外部临在时向灵魂照射理智能力,但这些本性若要发挥其自身的功能,就必然要内在并交织于身体之中。不过,此类精巧之论或许本身亦将受到讨论;而从所论述的各点来看,此类灵魂既不可能是一种和谐,亦不可能脱离和谐而存在,这一点是完全清楚的。 若着眼于以下此类现象,人们或许会更有理由就灵魂作为被推动之物提出疑难。因为我们说灵魂会恐惧、勇敢、悲伤,此外还会发怒、感知和思惟;而这些全都被看作是运动,由此有人可能会认为灵魂自身是在伴随着这些运动而被推动的。但这并不是必然的。因为这一说法包含双重反驳:这些感受并不是运动,而且即使承认它们是运动,它们亦不是灵魂的运动,而是由灵魂所引起的整个动物的运动;例如在发怒中,灵魂判定该事情值得发怒,而动物的心脏被推动,其周围的血液沸腾并胀大。
- 1.4ἐγὼ δὲ θαυμάζω τῶν ταῦτα λεγόντων, ὅτι πρῶτον μὲν ἀποδείξεις οἴονται τὰ παραδείγματα
动词 θαυμάζω 后接表示人的属格 τῶν ταῦτα λεγόντων,其惊异的原因与依据由并列的 ὅτι 原因从句(ὅτι πρῶτον μὲν... ἔπειθ’ ὅτι...)引出。
- 1.4καίτοι γε τὸν ἥλιον ἄλλως ἔχων εἰπεῖν ἐντελέχειαν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς
分词 ἔχων 具有让步含义,由 καίτοι γε 引导以加强对照,且 ἔχω + 不定词 εἰπεῖν 意为“能够说/称”,整句表“尽管他本可以在另一种意义上将太阳称为……的现实态”。
- 1.4ἐπὶ πάντων μὲν γὰρ μὴ γελοιότερον ᾖ τῶν μύθων
带虚拟式 ᾖ 的 μή 从句在此作为表达担忧或委婉断言的独立构文(意为“恐怕会比神话更为荒唐”)。
