← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§21.14-22.33

思考作为静止而非运动及对量度接触说的反驳

提斯提乌斯反驳了理智通过量度或点的接触进行思考的观点,指出这一假说无法解释理智对不可分者与可分者的双重认识,且与思考所具有的有限性及静止性相矛盾,进而论证思考并非运动而是停歇与安定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#6

ᾧ γὰρ οὐδὲν συντελεῖ τὸ μέγεθος εἰς τὴν φύσιν, τοῦτο ἀμέγεθες καθ’ αὑτό, εἰ καὶ κατὰ συμβεβηκὸς διαιροῖτο· οὐδὲ γὰρ τὸ πηχυαῖον λευκὸν μᾶλλον λευκὸν τοῦ ποδιαίου, οὐδέ γε τὸ ποδιαῖον τοῦ σπιθαμιαίου. διὸ καὶ τὸ μέγεθος ταῖς ποιότησιν οὐ συντελεῖ, ἀλλὰ ἀδιαίρετος ἡ λευκότης ὡς λευκότης καὶ ἐν τῷ μεγέθει. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ νοῦ καὶ τῆς τούτου δυνάμεως· εἰ τοῦ κύκλου καὶ τοῦ μεγέθους τό τε μεῖζον ὁμοίως καὶ τὸ σμικρότερον μόριον νοήσει, οὐδὲν πρὸς τὴν οὐσίαν τοῦ νοῦ τὸ μέγεθος, εἴπερ οὐσία αὐτοῦ ἡ ἐνέργεια. οὕτω γάρ τινα καὶ ἀχρόνως γίνεσθαι λέγομεν, οἷς οὐδὲν ὁ χρόνος πρὸς τὴν τελείωσιν συνεισφέρει, ἀλλ’ εὐθὺς τέλεια καὶ ὁλόκληρα γίνεται ἐν ὁτῳοῦν μορίῳ τοῦ χρόνου. εἰ δὲ ἑκάστῳ μὲν τῶν μορίων οὐκ ἐροῦσι τὸν κύκλον νοεῖν, ὅλῳ δέ, τίς αὖ γίνεται πάλιν ἡ χρεία τῆς ἁφῆς τῆς κατὰ μόριον; ἢ πῶς ἐκ μορίων μηδὲν νοούντων ὅλος νοήσει; καίτοι εἰ διὰ τοῦτο ἐφάπτεται, ἐφάπτεται δὲ τοῖς μορίοις, τοῖς μορίοις ἂν πρῶτον νοοίη. εἰ δὲ ταῦτα ἄμφω διαφυγγάνοντες ἐροῦσιν, ὅτι τὰ μὲν μόρια τοῖς μορίοις, τὸ δὲ ὅλον τῷ ὅλῳ νοήσει, πῶς τὰ ἀμερῆ γνώσεται, ἐπειδὴ πολλὰ καὶ ἀμερῆ τῶν νοουμένων; καὶ τί μάτην ταῦτα ἀκριβολογούμεθα; εἰ γὰρ μέγεθος ὅλως ὁ νοῦς καὶ ἡ νόησις διὰ θίξεως καὶ ἁφῆς, οὔτε κατὰ σημεῖον αὐτῷ θιγγάνοντι δυνατὸν νοεῖν, οὔτε κατὰ μέγεθος ἐφαπτομένῳ· κατὰ μὲν γὰρ σημεῖον θιγγάνων πῶς τῶν μεριστῶν ἀντιλήψεται; εἴπερ ἀδύνατον ἐφαρμόσαι πρὸς τὰ μεριστὰ τῷ ἀμερεῖ· κατὰ μέγεθος δὲ ἐφαπτόμενος πῶς αὖθις τὰ ἀμερῆ καταλήψεται; φαίνεται δ’ ἄμφω ταῦτα ποιῶν ὁ νοῦς καὶ οὐ μᾶλλον τὰ μεριστὰ νοῶν ἢ τὰ ἀμέριστα, ὥστε οὐκ ἂν εἴη μέγεθος οὐδ’ ἂν ἁφῆς δέοιτο πρὸς τὴν σύνεσιν, ἀλλά τις ἑτέρα φύσις ὁ νοῦς ἔξω παντελῶς σωματικοῦ διαστήματος, καὶ τὰ ἀμερῆ μὲν νοεῖ, διότι μηδὲ αὐτὸς ἐν μεγέθει, τὰ μεριστὰ δὲ καταλαμβάνει, ὅτι καὶ ταῦτα ἑαυτῷ συναιρεῖ καὶ ποιεῖ ὡς οἷόν τε ἀμέριστα. τὸ γὰρ εἶδος ἑκάστου καὶ τὸ τί ἦν εἶναι ἀμερὲς ἑαυτῷ ποιεῖ καὶ ἁπλοῦν, καὶ οἱ πρῶτοι ὅροι ταῦτα τὰ εἴδη, ἃ ἐκλαμβάνων τῆς ὕλης, κἂν ἐν ὕλῃ ᾖ, οὕτω νοεῖ. ὅτι δὲ ἀκολουθεῖ τοῖς τὸν νοῦν οὕτω νοεῖν τιθεμένοις, λέγω δὲ τῷ περιφέρεσθαι κύκλῳ, συγχωρεῖν εἶναι τοῦτον τὸν νοῦν κύκλον καὶ μέγεθος, δῆλον. εἰ μὲν γὰρ ἄλλως ἐνεργῶν νοεῖ, τί μάτην αὐτῷ προσάπτουσι τὴν περιφοράν; εἰ δὲ τῷ περιφέρεσθαι κύκλῳ καθάπερ φασί, κύκλος ἂν εἴη καὶ μέγεθος, εἴπερ διὰ τοῦτο εἰς κύκλον τὴν εὐθυωρίαν κατέκαμψεν ἵνα νοοίη. τὸν οὖν οὕτω νοοῦντα περιπίπτειν οἷς εἴπομέν ἐστιν ἀναγκαῖον· ἢ γὰρ κατὰ στιγμὴν ἀνάγκη νοεῖν, ἢ κατὰ μέγεθος· ἀλλ’ εἰ μὲν κατὰ στιγμήν, ἐκφεύξεται αὐτὸν ἡ νόησις τῶν μεριστῶν· εἰ δὲ κατὰ μέγεθος, ἐκφεύξεται αὐτὸν ἡ νόησις τῶν ἀμερῶν. ἀλλὰ καὶ ἀΐδιος ἡ περιφορά, ἀΐδιος οὖν καὶ ἡ νόησις. ἢ τοίνυν αἰεὶ νοεῖ καὶ διὰ τοῦτο ταὐτὸν αἰεί, ἢ ἄλλο καὶ ἄλλο. εἰ μὲν γὰρ ταὐτὸν, ἠρεμήσει μᾶλλον ἡ τοιαύτη νόησις ἔοικεν· εἰ δὲ ἄλλο καὶ ἄλλο, πῶς τῆς αὐτῆς οὔσης περιφορᾶς, καὶ ἅμα πότε συντελέσει τὴν νόησιν; μάτην οὖν ἔτι περιενεχθήσεται, εἰ οὐδέποτε συντελέσει. οὐδέποτε οὖν ἔσται νενοηκώς· καίτοι πάσης νοήσεώς ἐστι πέρατα, καὶ τῆς πρακτικῆς (πᾶσαι γὰρ ἑτέρου χάριν) καὶ τῆς θεωρητικῆς· αὕτη γὰρ τοῖς λόγοις ὁμοίως ὁρίζεται, οἷς καὶ κέχρηται πρὸς τὴν θεωρίαν, λόγος δὲ ἢ ὁρισμὸς ἢ ἀπόδειξις. καὶ οἱ μὲν ὁρισμοὶ πάντες πεπερασμένοι· ἀπόδειξις δὲ οὐδεμία τὴν πρόοδον ἐπ’ ἄπειρον ἔχει, οὐδὲ ἀνακάμπτει εἰς τὰς προτάσεις τὰς ἐξ ἀρχῆς, ἀλλ’ εὐθυπορίᾳ μᾶλλον ἐοίκασιν αἱ ἐπιστῆμαι. φαίνεται δὲ οὐχ ὅπως κατὰ φύσιν ἡ κίνησις ὑπάρχειν τῷ νῷ, ἀλλὰ παρὰ φύσιν μᾶλλον1 καὶ λυμαντικὴ τῆς ἐνεργείας· ἐπιστάσει γὰρ ἔοικε μᾶλλον ἡ νόησις, ἡ μὲν τῶν ἁπλῶν ὅρων καὶ παντελῶς, οὐδὲν δὲ ἧττον καὶ ἡ χρωμένη συλλογισμῷ στάσις μᾶλλόν ἐστι πρὸς τῷ συμπεράσματι καὶ ἠρέμησις ἢ κίνησις καὶ ἀναχώρησις τοῦ δεδειγμένου. διὰ τοῦτο δὲ καὶ οἱ νήφοντες τῶν μεθυόντων μᾶλλον νοοῦσι, καὶ ἐν νυκτὶ μᾶλλον ἢ ἐν ἡμέρᾳ, καὶ καθεστῶτος τοῦ σώματος ἢ θορυβουμένου, καὶ ἧττον οἱ νέοι τῶν πρεσβυτέρων, διότι πλείους αὐτοῖς κινήσεις τὸ σῶμα κινεῖται.2

因为凡是量度对其本性毫无助益之物,即便在偶性上可被分割,其自身亦是无量度的;因为一肘长的白色并不比一尺长者更白,一尺长者亦不比一虎口长者更白。因此量度对诸性质并无助益,白性作为白性,即使在量度中亦是不可分的。在理智及其能力上亦同样如此:如果圆和量度的较大部分与较小部分同样都在思考,那么既然理智的实体就是其现实活动,量度对理智的实体便毫无意义。因为我们亦是以这种方式说某些事物是无时间地生成的,时间对它们的完满毫无助益,而是在时间的任何部分中它们都立刻变得完满而齐备。但若他们说,圆不是以其每一部分思考,而是以全体思考,那么逐部分的接触之必要性又从何谈起?抑或,从完全不思考的诸部分中,全体又如何能思考呢?况且,如果它是为此而接触,且是以其诸部分接触,它就应当首先以诸部分进行思考。若他们为了避开这两者而说,它将以诸部分思考各部分,而以全体思考全体,那么既然被思之物中有许多是无部分的,它又将如何认识无部分之物呢?我们何必徒劳地对此吹毛求疵呢?因为如果理智根本上是量度,且思考是通过触碰与接触进行的,那么无论它以点触及,还是以量度接触,都是不可能思考的;因为若以点触及,既然无部分者不可能契合于有部分者,它又如何能领会可分之物?若以量度接触,它又如何能把握无部分之物呢?然而显而易见,理智同时做着这两件事,思考可分之物并不多于思考不可分之物,因此它绝非量度,亦无需为了理解而进行接触,而是某种完全处于物体广延之外的另一本性;它思考无部分之物,是因为它自身亦不在量度中;它把握可分之物,是因为它亦将这些事物收摄入自身,并使之尽可能成为不可分的。因为理智将每一事物的形式与本质为自身化作无部分且单纯的,而最初的诸词项就是这些形式,理智将它们从质料中抽离出来,即便它们在质料中,亦是以此种方式思考的。 至于对那些主张理智是以此种方式思考(我指的是通过圆周运转)的人而言,承认这一理智是圆和量度乃是必然伴随的结果,这是显而易见的。因为若它以别的方式活动而思考,他们为何徒劳地将运转附加于它?但若如他们所说因圆周运转而思考,它便会是圆和量度,只要它确实是为了思考而将平直弯曲成圆的。因此,以此种方式思考者必然陷入我们所说的困境:因为它必然要么依点思考,要么依量度思考;但若依点思考,对可分之物的思考便会脱离它;若依量度思考,对无部分之物的思考便会脱离它。而且运转是永恒的,因而思考亦是永恒的。那么它要么永远在思考且因此永远思考同一事物,要么相继思考不同的事物。若思考同一事物,这样的思考似乎更近于静止;若相继思考不同的事物,在运转同一的情况下又如何可能,同时它何时才能完成思考呢?因此,若它永不能完成,它便仍是徒劳地被运载回转。这样它就绝不会处于已完成思考的状态;然而一切思考皆有界限,实践性思考如此(因为实践性思考皆是为了另一目的),理论性思考亦是如此;因为理论性思考同样被它用于观照的论述所规定,而论述要么是定义要么是证明。一切定义皆是有限的;而任何证明的进展都不会趋于无限,亦不会回折至最初的诸前提,相反,诸科学更类似于沿直线行进。再者,运动不仅不是按本性属于理智,反而似乎更违背本性且破坏其现实活动;因为思考更类似于停步,对单纯词项的思考完全是这样,而运用三段论的思考亦不亚于此,它更是在结论处的止步与宁静,而非从已被证明之物出发的运动与离开。正因如此,清醒者比沉醉者更能思考,夜间比日间、身体安定时比纷扰时更能思考,而年轻人比老年人思考得差,乃是因为在年轻人身上,身体经历着更多的运动。

语法注2 条
  1. 1.3οὐχ ὅπως κατὰ φύσιν ἡ κίνησις ὑπάρχειν τῷ νῷ, ἀλλὰ παρὰ φύσιν μᾶλλον

    短语 οὐχ ὅπως ... ἀλλὰ ... 在此为惯用句式,意为“不仅不……反而……”,与下文的 παρὰ φύσιν μᾶλλον 相呼应,强烈否定了运动按本性属于理智的可能性。

  2. 1.3πλείους αὐτοῖς κινήσεις τὸ σῶμα κινεῖται

    πλείους κινήσεις 是动词 κινεῖται 的同源/内涵宾格(internal/cognate accusative),副词性地限定了运动的程度或次数(“身体经历更多的运动”)。与格 αὐτοῖς 表示关涉或所属,指年轻人身上的身体活动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:21.14-22.33