- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:20.1-21.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐明了亚里士多德在批判灵魂是量度时,为何针对的是《蒂迈欧篇》的说辞而非柏拉图个人,并论证了理智要么无部分要么依相继而统一,绝非空间性的连续量度,因而不可能通过作为量度的接触来解释理智活动。
ἐπεὶ τό γε μὴ εἶναι πῦρ ἢ ὕδωρ τὴν ψυχὴν ἢ αἷμα ἢ τὰς σφαιροειδεῖς ἀτόμους οὐδὲν σεμνὸν ἦν διελέγχειν, ἀλλὰ παντὶ ῥᾴδιον καὶ τῷ τῆς Ἀριστοτέλους ἀγχινοίας πολὺ λειπομένῳ. εἰ τοίνυν μέλλων κινεῖν δόξαν ἰσχυρὰν καὶ ἀρχαίαν, προσιοῦσαν ἐγγὺς τῇ φύσει τῆς ψυχῆς, ἐπιφανὲς ἐν φιλοσοφίᾳ πρόσωπον προεστήσατο, ᾧ καὶ Πλάτων ἀνέθηκε τὸν διάλογον, οὐκ ἄν τις ἐπικαλοίη δικαίως ἢ ὡς Πλάτωνα ἢ ὡς Τίμαιον συκοφαντοῦντι·1 σχεδὸν γὰρ ὁ λόγος αὐτῷ πρὸς τὴν δόξαν, οὐ πρὸς τοὺς ἄνδρας, εἰ καὶ διδόασιν ὑπονοίας ἐξ ὧν λέγουσιν ὡς καὶ αὐτοὶ τῆς δόξης προεστηκότες. ὑπομιμνήσκει γὰρ ἐφεξῆς τῶν εἰρημένων ὑπὸ Τιμαίου καί φησιν κατασκευάσαντα τὸν δημιουργὸν τὴν ψυχὴν ἐκ τῆς εὐθυωρίας εἰς κύκλον αὐτὴν κατακάμψαι, καὶ ἐπειδὴ πλάτος περὶ τὴν εὐθυωρίαν ἦν τῆς ψυχῆς, διελεῖν τὸν ἕνα κύκλον καὶ ποιῆσαι δύο δισσαχῇ συνημμένους, τὸν μὲν ἐκτός τε καὶ περιέχοντα, τὸν δὲ ἐντὸς καὶ περιεχόμενον, καὶ τὸν εἴσω διελεῖν εἰς ἑπτὰ κύκλους καὶ διὰ τοῦτο κύκλῳ κινεῖσθαι τὸν οὐρανόν, ὅτι κύκλος ἦν ἡ ψυχή, καὶ δὴ καθ’ ἁρμονίαν κινεῖσθαι τὰ θεῖα σώματα, διότι καὶ αὐτὴ ἡ ψυχὴ μεμέρισται κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς· δύο γὰρ τούτων ἕνεκα εἰς τοὺς λόγους τοὺς μουσικοὺς αὐτὴν διῃρῆσθαι, ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχῃ καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς. Πρῶτον μὲν οὖν οὐκ εὖ λέγει τὴν ψυχὴν μέγεθος εἶναι, καὶ ταῦτα λογικὴν τιθέμενος· τὴν γὰρ τοῦ παντὸς δηλονότι τοιαύτην ὁ Τίμαιος εἶναι βούλεται, οἷόν πότ’ ἐστιν ὁ καλούμενος νοῦς· οὐ γὰρ δὴ τῶν ἄλλων δυνάμεων ἡ τοῦ παντὸς ψυχὴ προσδεήσεται· οὔτε γὰρ αἰσθήσεως οὔτε ἐπιθυμίας οὔτε θυμοῦ· ταύτας γὰρ ὕστερον οἱ δεύτεροι θεοὶ προσυφαίνουσι τῇ ψυχῇ ἐπὶ τῶν ζῴων τῶν μερικῶν, καὶ ὅλως τούτων ἡ κίνησις τῶν δυνάμεων οὐ κυκλοφορία· καὶ γὰρ ἡ αἴσθησις ὥσπερ κατ’ εὐθεῖαν ἐπὶ τὰ ἔξω, καὶ παραπλησίως ἡ ὄρεξις. οὐκ ὀρθῶς οὖν τὸν νοῦν μέγεθος ποιοῦσιν, εἴτε ὡς κύκλον εἴτε ὡς σφαῖραν αὐτὸν σχηματίζοιεν· μέγεθος μὲν γὰρ ἅπαν συνεχές, καὶ οὕτως ἓν τῷ συνεχὲς εἶναι καὶ τῷ συνάπτειν αὐτοῦ πρός τινα κοινὸν ὅρον τὰ μόρια· ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς κατ’ ἄλλον τρόπον, εἰ δεῖ τὸ συνεχὲς ὅλως ἐπ’ αὐτοῦ λέγειν. ἐπεὶ γὰρ δείξομεν ἐφεξῆς, ὅτι ταὐτὸν ὁ νοῦς τῇ νοήσει, λέγω δὲ τὸν νοῦν τὸν ἐνεργείᾳ, δῆλον δήπουθεν ὅτι ὅπως ἄν ἡ νόησις ἔχῃ τὸ συνεχές, καὶ ὁ νοῦς ἕξει τὸν αὐτὸν τρόπον. ἀλλ’ ἡ νόησις ταὐτὸν δείκνυται τοῖς νοήμασι, ταῦτα δὲ τῷ ἐφεξῆς τὸ ἓν ἔχει καὶ ὡς ἀριθμός, ἀλλ’ οὐχ ὡς μέγεθος. ὅταν γὰρ τόδε μετὰ τόδε νοῶμεν, διωρισμένα μὲν τὰ νοήματα, τὸ δὲ ἐφεξῆς ἀλλήλοις ἔχει, καὶ τελευτᾷ εἰς ἓν πολλάκις τὰ πλείω, ὥσπερ ἐν τοῖς συλλογισμοῖς τὰ λήμματα εἰς τὸ συμπέρασμα, ἀλλ’ οὐ τῷ συνεχῆ εἶναι, οὐδὲ τῷ πρὸς ὅρον κοινὸν συνάπτειν. εἴπερ οὖν τὰ νοήματα οὕτως ἕν, δηλονότι καὶ ὁ νοῦς, καὶ ἤτοι παντάπασιν ἀμερής, ὥσπερ ἔχει ὁ τῶν πρώτων ὅρων, ἢ οὐχ ὡς μέγεθος συνεχής,2 ἀλλ’ ὡς τὸν ἀριθμὸν εἴποιμεν ἄν, εἰ ἐφεξῆς ἀριθμοίημεν μονάδα, εἶτα δυάδα, εἶτα τριάδα. καὶ γὰρ ἄλλως ἀνάξιον καὶ Τιμαίου καὶ Πυθαγόρου τὸν νοῦν μέγεθος ὑπολαμβάνειν. πῶς γὰρ δὴ καὶ νοεῖ μέγεθος ὤν, καὶ μάλιστα, εἰ καθάπερ φησὶν ὁ Τίμαιος ἁφῆς χρεία τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πελάσεως πρὸς τὸ νοούμενον; ἢ γὰρ τῶν μορίων ἑκάστῳ θιγγάνων τὸ ὅλον νοήσει, ἢ οὐχ ἑκάστῳ μὲν τῶν μορίων, ὅλῃ δὲ τῇ τοῦ κύκλου περιφορᾷ, ἢ ἑκάστῳ μὲν τῶν μορίων τὰ μόρια, ὅλῳ δὲ τὸ ὅλον. εἰ μὲν οὖν ἑκάστῳ τῶν μορίων τὸ ὅλον νοεῖ, ἐπειδὴ τὰ μόρια ταῦτα ἢ στιγμαί εἰσιν ἢ μεγέθη, εἰ δεῖ καὶ τὴν στιγμὴν μόριον λέγειν, εἰ μὲν κατὰ στιγμήν, αὗται δὲ ἄπειροι, δῆλον ὡς οὐδέποτε διέξεισιν· εἰ δὲ κατὰ μέγεθος, πολλάκις ἢ ἀπειράκις ταὐτὸν νοήσει. ἀλλὰ μὴν καὶ ἅπαξ ἀπόχρη· τὸ γὰρ εὖ οὐκ ἐν τῷ πολλάκις ταὐτόν, ἀλλ’ ἐν τῷ ἅπαξ τὸ ἀληθές. εἰ δὲ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κινεῖσθαι ἢ καὶ ὅλως μέγεθος ἔχειν;
因为论证灵魂不是火、不是水、不是血液、亦非球形原子,并不是什么了不起的大事,而是对任何人来说——即便远逊于亚里士多德之敏锐的人——都是容易的。既然如此,如果他在打算撼动一种与灵魂本性切近的古老而强固的见解时,推举出了一位在哲学中声名显赫的人物——柏拉图亦向此人奉献了该对话录——那么谁也不能正当地指控他,仿佛他在诽谤柏拉图或诽谤蒂迈欧;因为他的论述几乎完全是针对该见解,而非针对这些人本身,尽管他们从所言之物中给出了嫌疑,仿佛他们自己亦是这一见解的首倡者。因为他随后提到了蒂迈欧所说的内容,并说道:造物主在构造出灵魂后,将它从平直弯曲成圆形;且由于灵魂在平直处具有宽度,便将这一个圆分开,作成双重结合的两个圆,一个在外且起包罗作用,另一个在内且被包罗,并将内圈分为七个圆;正因如此,天作圆周运动,因为灵魂曾是一个圆;而且神圣的天体依和谐运动,亦是因为灵魂自身按照和谐比例数被分割;因为灵魂被分割为音乐的比例乃是为了这两件事:为了让它具有天赋的和谐感,并且为了让全宇宙依协同和谐的轨道运转。 首先,他说灵魂是量度,这是不恰当的,更何况他还将灵魂设定为理性的;因为蒂迈欧显然意图让全宇宙的灵魂成为所谓的理智那样的事物;因为全宇宙的灵魂断不需要其余的能力;因为它既不需要感觉,亦不需要欲望,亦不需要激情;因为这些是次级神明后来在个别动物身上附加编织进灵魂的,并且总的来说这些能力的运动并非圆周运动;因为感觉宛如沿直线朝向外部事物,欲求亦类似。因此,无论人们将理智塑造成圆还是球体,把理智当作量度都是不正确的;因为一切量度都是连续的,并由此而成为一——即通过具有连续性以及其各部分在某一共同边界处相接合;然而理智是在另一种意义上成为一且连续的,如果对它究竟应当谈论连续性的话。因为既然我们随后将表明理智与理智活动是同一的——我指的是现实态中的理智——那么显而易见,无论理智活动以何种方式具有连续性,理智亦将以相同的方式具有。但理智活动被证明与诸思想内容是同一的,而这些思想内容乃是通过相继而在而具有统一性,如同数目一样,而非如同量度。因为当我们在这件事之后思考那件事时,诸思想内容虽有区别,却彼此相承继,并且多个内容常常终结为一个内容,如同三段论中诸前提终结为结论一样,但并非由于连续,亦非由于在某一共同界限处相接。因此,如果诸思想内容以此种方式成为一,显而易见理智亦是如此,它要么完全无部分,就像关于最初词项的理智那样,要么并非如量度般连续,而是如同我们在相继计数一、然后二、然后三时谈论数目那样〔连续〕。而且在其他方面,假定理智是量度亦有失于蒂迈欧和毕达哥拉斯的体统。因为如果它是量度,究竟如何进行思考呢?尤其是如果如蒂迈欧所言,灵魂与理智需要对所思对象进行接触与接近?因为理智要么以其每一部分进行触及而思考全体,要么不以每一部分而以圆的整个回转来思考,要么以每一部分思考各部分、以全体思考全体。假若它以每一部分思考全体,既然这些部分要么是点要么是量度——如果连点也应当被称为部分的话——若按点而言,而点是无限的,显然它绝不可能逐一经历完毕;若按量度而言,它将把同一事物思考多次乃至无限次。然而思考一次就已足够;因为完满并不在于多次思考同一事物,而在于一次把握真理。但若以诸部分的任何一个进行触及就已足够,又何须运动,乃至何须具有量度呢?
- 1.3οὐκ ἄν τις ἐπικαλοίη δικαίως ἢ ὡς Πλάτωνα ἢ ὡς Τίμαιον συκοφαντοῦντι
与格分词 συκοφαντοῦντι 与动词 ἐπικαλοίη 的隐含间接宾语(αὐτῷ,指亚里士多德)保持一致,构成“没有人能正当地指控[他],仿佛[他]在诽谤柏拉图或蒂迈欧”的句式。
- 1.3καὶ ἤτοι παντάπασιν ἀμερής, ὥσπερ ἔχει ὁ τῶν πρώτων ὅρων, ἢ οὐχ ὡς μέγεθος συνεχής
在 ὁ τῶν πρώτων ὅρων 中,定冠词 ὁ 后面省略了名词 νοῦς,意为“如关于最初词项(第一原理)的理智那样”。此处指出了理智统一性的两种可能:要么是完全无部分的(如对单纯概念的直观),要么是相继的统一(如数目)。
