← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§22.33-24.12

不动理智的思索与灵魂身体结合关系的缺陷

泰米斯提乌斯批判了将理智的实体视作运动的观点,说明了不动的理智如何思考质料与运动,随后指出柏拉图《蒂迈欧》等灵魂学说未能说明灵魂与其承受身体之间的固有亲缘关系及结合原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#7

μᾶλλον οὖν ἡ κίνησις παρὰ φύσιν τῷ νῷ τῆς ἠρεμίας, ὥστε οὐδὲ μακάριον τὸ μὴ ῥᾴδιον· βίαιον γὰρ ἅπαν τὸ παρὰ φύσιν. οἱ δὴ τὴν κίνησιν οὐσίαν αὐτοῦ ποιοῦντες φύσιν αὐτοῦ ποιοῦσι τὴν λυμαινομένην ταῖς ἐνεργείαις. ἔτι εἴπερ ἡ κίνησις οὐσία τοῦ νοῦ, πῶς νοήσει τὰ ἄυλα καὶ ἀκίνητα; τοῦτο δὲ οὐχ οἷόν τε ἀντεπιστρέφειν καὶ πρὸς ἡμᾶς1 τοὺς ἀκίνητον αὐτὸν τιθεμένους, πῶς νοήσει τὰ ἐν κινήσει; νοεῖ γὰρ καὶ τὰ κινούμενα οὐχ ὡς κινούμενα, ἀλλὰ καθόσον τὴν αὐτὴν ἔχει μορφήν· οὐ γὰρ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ὅ γε κατ’ ἐνέργειαν νοῦς, καὶ ὅταν τῶν μεθ’ ὕλης ἀντιλαμβάνηται· οὕτω δὲ καὶ αὐτὴν νοεῖ τὴν κίνησιν, τὸ εἶδος αὐτῆς νοῶν καὶ τὸν λόγον, ὅτι τοιάδε ἐστὶν ἡ ἐνέργεια. τοῖς δὲ τὴν κίνησιν οὐσίαν αὐτοῦ τιθεμένοις χαλεπὸν ἀποδοῦναι τὴν νόησιν τῶν ἀκινήτων. ἐπίπονον τε καὶ τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον ἀπολυθῆναι, καὶ προσέτι φευκτόν, εἴπερ βέλτιον τῷ νῷ τὸ μὴ μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ καὶ τῶν πάλαι καὶ τῶν καθ’ ἡμᾶς, οἳ οὐκ αἰσχύνονται τὰς τῶν ζῴων ψυχὰς βελτίους ὁμολογεῖν τῆς τοῦ ἀνθρώπου, εἴπερ τὰς μὲν οἷόν τε ἀπολυθῆναι τοῦ σώματος, τὴν δὲ οὐκ ἐνδέχεται. ἄδηλος δὲ ὅσον ἐκ τῶν εἰρημένων καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία. εἰ γὰρ δεῖ προσέχειν τοῖς γεγραμμένοις, οὐκ ἔστι τῆς ψυχῆς ἡ οὐσία κυκλοφορία ἀλλ’ ἐκ τῆς εὐθυωρίας εἰς κύκλον ὕστερον κατεκάμφθη, ὡς ἐκείνης μᾶλλον οὔσης αὐτῇ τῆς φύσεως οἴκοθεν ἢ τῆς τοῦ κύκλου καὶ κατὰ συμβεβηκὸς ἔξωθεν ὑπαρξάσης τῆς περιφορᾶς, οὐ διὰ τὴν οὐσίαν τὴν ἐξ ἀρχῆς, ἀλλ’ ὅπως ἂν τὸ πᾶν φέρηται συμφώνους φοράς· ὥστε τὸ σῶμα αἴτιον ποιεῖ τῇ ψυχῇ τῆς κινήσεως, οὐ τῷ σώματι τὴν ψυχήν. ἀλλ’ οὐδ’ ὅτι βέλτιον αὐτῇ τὸ κινεῖσθαι τοῦ ἠρεμεῖν, καὶ τὸ κινεῖσθαι τοῦτον τὸν τρόπον δίδωσι λόγον ὁ Τίμαιος· καίτοι τοῦτο μάλιστα ἐν τοῖς ἔργοις τοῦ θεοῦ ζητητέον. Ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς· συνάπτουσι γὰρ καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχὴν οὐκέτι προσδιορίζοντες, διὰ τίνα αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος καὶ τίνα συγγένειαν κεκτημένου πρὸς αὐτήν. οὐδὲ γὰρ τὸ τυχὸν τῷ τυχόντι σύνεισι καὶ συνάπτεται, οὐδὲ ἅπαν εἰς ἅπαν τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, οὐδὲ τὸ μὲν κινεῖ, τὸ δὲ κινεῖται, ἐὰν μή τις ᾖ κοινωνία καὶ συγγένεια τούτων τῶν φύσεων, ἐξ ὧν ἕν τι γίνεται ἔργον συντιθεμένων ἑκάστων· ἐκ δὲ τῶν τυχόντων οὐδαμῶς, οἷον ἐκ λίθου καὶ φωνῆς, ἢ ἐξ ἀνθρώπου καὶ δένδρου. οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, ποῖον δέ τι τὸ σῶμα τὸ δεχόμενον αὐτὴν οὐκέτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατὰ τοὺς Πυθαγορικοὺς μύθους, οἷς ἐκεῖνος μὲν ἐχρῆτο πολιτικῶς, οὗτοι δὲ φυσικῶς [ὑπολαμβάνουσι], τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν εἰσδύεσθαι σῶμα·2 ὁρῶμεν γὰρ ὅτι τῶν ζῴων ἕκαστον, μᾶλλον δὲ τῶν ἐν τοῖς ζῴοις σωμάτων ἴδιον εἶδος κέκτηται καὶ ἰδίαν μορφήν, καὶ πολὺ διέστηκε τὸ σκώληκος σῶμα πρὸς τὸ ἵππου, καὶ τὸ ψύλλης πρὸς τὸ ἀνθρώπου. οἳ δὲ οἴονται3 εἰς τὸ τυχὸν σῶμα τὴν τυχοῦσαν ψυχὴν εἰσοικίζεσθαι, εἰς τὸ τοῦ ἐλέφαντος, ἂν οὕτω τύχῃ, τὴν τῆς ἐμπίδος, παραπλήσιον δὴ οὖν τι λέγουσιν, ὥσπερ εἴ τις φαίη εἰς αὐλοὺς ἐνδύεσθαι τὴν ὑφαντικήν, ἢ τὴν χαλκευτικὴν εἰς κερκίδας· καίτοι καὶ ταῖς τέχναις εἰ φύσις ἦν ἐξ ἑαυτῶν εἰσδύεσθαι εἰς τὰ ὄργανα, αὐλητικὴ μὲν ἂν εἰς αὐλοὺς εἰσέδυ, καὶ οὐκ εἰς λύραν, κιθαριστικὴ δὲ εἰς κιθάραν, καὶ οὐκ εἰς αὐλούς· καὶ ταῖς ψυχαῖς τοίνυν, εἴπερ ὄργανά ἐστι τὰ σώματα, ἑκάστην εἰς τὸ οἰκεῖον εἰσφοιτᾶν προσήκει, μᾶλλον δὲ οὐδὲ εἰσφοιτᾶν, ἀλλὰ ποιεῖν οἰκεῖον αὑτῇ καὶ ἐπιτήδειον· πλάττει γὰρ αὐτὴ τὸ σῶμα καὶ οὐχ ἕτοιμον παραλαμβάνει, καθάπερ ἡ κιθαριστικὴ τὴν κιθάραν. τί οὖν τὸ οἰκεῖον ἑκάστῃ καὶ πῶς αὐτὸ καὶ τίς οὖσα πρὸ τοῦ σώματος εὑρήσει τε καὶ ἐργάσεται, παντελῶς ὁ Τίμαιος ἀπεσιώπησεν.

因此,运动对理智而言比静止更为违背本性,以至于不安舒者甚至谈不上至福;因为凡违背本性者皆属强力。确实,那些将运动视作理智之实体的人,是将破坏其现实活动之物当作了它的本性。再者,若运动确实是理智的实体,它又将如何思考非质料且不动之物?而且这并非能够反转过来向主张理智不动的我们提出反驳:它又将如何思考运动中的事物?因为现实态中的理智即使思考运动之物,亦非作为运动之物来思考,而是就其具有相同的形式而言;即便在把握伴随质料之物时,现实态中的理智亦非依质料,而是依形式和本质[进行思考]。理智亦以此种方式思考运动自身,思考其形式与定义,即这一现实活动乃是如此这般的。然而对于那些将运动视作其实体的人而言,要说明对不动之物的思考却是困难的。此外,混合在身体中且无法解脱,这是充满劳苦且应当避忌的,如果对理智而言不与身体同在确实更好的话——正如人们惯常所言,且古今许多人皆同意此点,他们甚至不耻于承认动物的灵魂优于人的灵魂,倘若前者能够脱离身体,而后者却不可能的话。而且,就所论述的内容而言,天宇作圆周运转的原因亦是不明了的。因为若必须依从字面记载,灵魂的实体并非圆周运转,而是后来才从平直弯曲成圆,似乎平直的本性更属其固有,而非圆的本性,运转乃是外在地偶性附加上去的,并非由于最初的实体,而是为了让宇宙万物能作和谐的运行;因此,[蒂迈欧]是将身体作成了灵魂运动的原因,而非将灵魂作成身体[运动的原因]。然而,为什么对灵魂而言运动比静止更好,以及为何以此种方式运动更好,《蒂迈欧》亦未给出任何说明;尽管在神的作品中,这本是最应当探求的。 那一荒谬之处不仅发生在该论述中,亦发生在大多数关于灵魂的论述中:因为他们将灵魂结合并置于身体中,却不再进一步规定,是由于何种原因、身体处于何种状态、且身体对灵魂具有何种亲缘关系。因为并非随便何物皆能与随便何物结合连接,亦非任何事物皆能对任何事物一者施动、一者受动,或一者推动、一者被动,除非在这些本性之间存在某种相通与亲缘关系,由各部分结合方能产生出某一个功用;但从随便相遇之物中绝不可能产生,例如从石头与声音,或从人与树木中。然而他们仅试图说明灵魂是何种事物,却不再进一步规定接受灵魂的身体是何种事物,宛如依循毕达哥拉斯式的神话——那位毕达哥拉斯将其用于政治教化,而这些人却从自然学角度来理解——任何偶然的灵魂都能钻进任何偶然的身体之中;因为我们看到,动物中的每一者,或者说动物体内的每一身体,皆获得了独特的形式与独特的形态,蠕虫的身体与马的身体、跳蚤的身体与人的身体大相径庭。而那些认为任何偶然的灵魂皆可寄宿于任何偶然的身体之中——若碰巧的话,蚊蚋的灵魂亦可进入大象的身体——的人,因此所说的话就十分类似于有人说织造术钻进笛子之中,或锻造术钻进织梭之中;然而,即便对于各项技艺而言,若依其本性能够自行钻进器具之中,吹笛术亦会钻进笛子而非竖琴,弹琴术亦会钻进齐特拉琴而非笛子;因此对于灵魂而言,若身体确实是器具,每一灵魂进入其固有的[身体]乃是理所应当的,或者说甚至不应是进入,而是使之成为属于自身且适合自身的;因为灵魂是自身塑造身体,而非像弹琴术接收齐特拉琴那样接收现成的身体。那么,对于每一个灵魂而言固有之物是什么,在身体之前作为何物,它又如何能找到并制作出该身体,《蒂迈欧》对此完全缄口不言。

语法注3 条
  1. 1.3τοῦτο δὲ οὐχ οἷόν τε ἀντεπιστρέφειν καὶ πρὸς ἡμᾶς

    不定式 ἀντεπιστρέφειν 以句首的 τοῦτο 为直接宾语,后面的间接疑问句 πῶς νοήσει τὰ ἐν κινήσει 展开说明其内容,意为“把这一难题反向抛给我们”。

  2. 1.3ὥσπερ ἐνδεχόμενον... τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν εἰσδύεσθαι σῶμα

    短语 ὥσπερ ἐνδεχόμενον 是非人称动词 ἐνδέχεται 的独立宾格结构,引出主观假设或借口(“宛如可能一样”)。不定式短语 τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν εἰσδύεσθαι σῶμα 充当其逻辑主语。

  3. 1.3οἳ δὲ οἴονται

    关系代词 οἵ 在句首用作指示代词/连接词(“而他们认为……”),承接并推进此前 οἱ μέν 所开启的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:22.33-24.12