← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§18.30-19.35

完全现实态之别与蒂迈欧圆周运动说

特米斯提乌指明将现实活动称为运动仅仅是字面妥协,强调完全与不完全现实的实质差异,并驳斥了灵魂通过场所运动推动身体的学说。随后他开启第二篇,讨论《蒂迈欧篇》中的圆周运动说,并阐明亚里士多德为何要就蒂迈欧的字面表述追究其责任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#4

εἰ δ’ ὅπερ ἡμεῖς ἐνέργειαν ὀνομάζομεν, τοῦτο κίνησιν καλεῖν φιλονικοῖεν, περὶ μὲν τοῦ ὀνόματος οὐ διοισόμεθα· χρῆσθαι γὰρ ἐφεῖται ὥς τις βούλεται τοῖς ὀνόμασι, καὶ μάλιστα τοῖς εἴδεσιν ἀντὶ τῶν γενῶν· εἶδος γὰρ ἐνεργείας ἡ κίνησις, καὶ εἰ μέν τι κίνησις, καὶ ἐνέργεια· εἰ δέ τι ἐνέργεια, οὐ πάντως κίνησις, ἃ οὕτω πολλαχοῦ καὶ ὁ Πλάτων μεταλαμβάνων δῆλός ἐστι.1 διὸ περὶ μὲν ὀνόματος οὐ χρὴ φιλονικεῖν, τὰ δὲ πράγματα δεῖ εἰδέναι πάμπολυ διαφέροντα, τήν τε ἀτελῆ καὶ τὴν τέλειον ἐντελέχειαν. ἀλλ’ οἵ γε ὑπολαμβάνοντες κινεῖσθαι τὴν ψυχὴν αὐτὴν μὲν ἴσως οὐδεπώποτε εἶδον κινουμένην καθ’ ἑαυτήν, τὸ μέντοι ζῶον καὶ τὸ σῶμα ἰδόντες προσυπέλαβον αὐτὴν εἶναι τὴν πρώτην κινουμένην, ὅπερ αὐτοῖς ἐπὶ πολλῶν καὶ ἡ αἴσθησις ἐμαρτύρησε· πολλὰ γὰρ τῶν ἄλλα κινούντων καὶ αὐτὰ συνεκινεῖτο. εἰ δὲ κινεῖται ὅτε κινεῖ τὸ σῶμα, καὶ ἠρεμοῖ ἂν ὅτε ἠρεμίζει τὸ σῶμα· οὐ μᾶλλον ἄρα αὐτῇ τουτὶ πρόσεστιν ἢ τουτί· οὐκ ἄρα κατὰ τὸν ἴδιον λόγον ἐνυπάρχει κίνησις αὐτῇ, ἥκιστα δὲ ἡ ἀΐδιος καὶ ἄπαυστος. πόθεν γὰρ ἡ ἠρεμία τοῖς ζῴοις; τοῦτο δὲ ἀπαντᾷ μὲν καὶ τοῖς ἀσωμάτους κινήσεις ὀνειροπολοῦσι τῆς ψυχῆς, Δημοκρίτῳ δ’ ἄντικρυς διὰ τὸ κινεῖσθαι τὰς ἀτόμους αἰεὶ καὶ μηδέποτε ἠρεμεῖν κινούσας τὸ ζῷον· ὅλως γὰρ οἱ κινουμένην κατὰ τόπον τὴν ψυχὴν κινεῖν τὸ σῶμα ἀποφαινόμενοι παραπλήσιόν τι λέγουσι Φιλίππῳ τῷ κωμῳδοδιδασκάλῳ· φησὶ γὰρ ὁ Δαίδαλος παρ’ αὐτῷ κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην ἐγχέας ἄργυρον χυτόν. ταὐτὸν δὴ καὶ οὗτοι λέγουσι. καίτοι γε ἐναργὲς λίαν ὅτι κινεῖται τὸ ζῷον οὐ προκινηθείσης κατὰ τόπον ἔνδοθεν τῆς ψυχῆς, ἀλλὰ προελομένης μόνον καὶ κρινάσης εὐθὺς ὑπηρετεῖται τὸ σῶμα. ΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Δόξειε δ’ ἂν τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος Δημοκρίτῳ φυσιολογεῖν περὶ ψυχῆς· καὶ γὰρ οὗτος τῷ κινεῖσθαι τὴν ψυχὴν τὸ σῶμα κινεῖν ἀποφαίνεται. διὰ γὰρ τὸ συμπεπλέχθαι πρὸς αὐτὸ συνεστηκυῖαν ἐκ τῶν ἐκκειμένων στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμοὺς τῇ ἑαυτῆς κινήσει καὶ τὸ σῶμα συμπεριάγειν,2 κινεῖσθαι δὲ αὐτὴν κατὰ κύκλον. ὅτι μὲν οὖν Πλάτων οὐκ οἴεται σῶμα τὴν ψυχήν, πολλαχόθεν ἐστὶ συμφανὲς ἐκ τῶν ἐν πολλοῖς διαλόγοις αὐτῷ γεγραμμένων. Ἀριστοτέλης δὲ οὐ πρὸς Πλάτωνά φησιν ἀντιλέγειν, ἀλλὰ πρὸς Τίμαιον, ὃς εἴτε σῶμα νοεῖ τὸν κύκλον, εἴτε μὴ νοῶν σῶμα οὕτως ὠνόμαζεν, ὑπεύθυνός ἐστιν ἢ τῆς δόξης ἢ τῆς φωνῆς ὑπὸ τῶν μὴ προαιρουμένων3 ἐν φιλοσοφίᾳ καὶ μάλιστα ἐν τηλικούτοις προβλήμασιν ἄλλα μὲν νοεῖν, ἄλλα δὲ λέγειν· ἀγαπητὸν γὰρ ἐπὶ τῶν τοιούτων ταὐτὰ φρονοῦντας καὶ φθεγγομένους σαφεστέρους γίνεσθαι τῆς ἐν τοῖς πράγμασιν ἀσαφείας. / ἄλλως τε πρὸς οὐδεμίαν οὕτω δόξαν ἀγωνιστέον τοῖς μήτε τὴν ψυχήν, μήτε μᾶλλον τὸν νοῦν σῶμα εἶναι πεπιστευκόσιν, ὡς πρὸς ἐκείνην ἣ πάντα τὰ ἐν ποσὶ σώματα ἀτιμάσασα ἐκ τοῦ θείου καὶ οὐρανίου σώματος καὶ τὴν ψυχὴν ποιεῖ καὶ τὸν νοῦν· πιθανότητα γὰρ ἔχει πολλὴν ἥδε ἡ δόξα, καὶ παρὰ Πλάτωνι μὲν τὸ αὐγοειδὲς ὄχημα ταύτης ἔχεται τῆς ὑπονοίας, παρὰ Ἀριστοτέλει δὲ τὸ ἀνάλογον τῷ πέμπτῳ σώματι ὅ φησιν ὑπάρχειν ἐν πάσαις σχεδὸν ταῖς τῶν ζῴων ψυχαῖς·.

然而,假若他们固执地要将我们称之为现实活动的东西称为运动,关于名称我们便不予争执;因为允许人们按其所愿使用名称,尤其是以种名代替属名;因为运动乃是现实活动的一个种,如果某物是运动,它亦是现实活动,但如果某物是现实活动,它并不全然是运动——显然柏拉图在许多地方亦是如此代用词语的。因此不应当为名称固执争执,而必须知晓实在的事物差异极大,即不完全的现实与完全的现实。然而,那些假定灵魂自身被运动的人,或许从未见过它依自身运动,但是看到了动物和身体,便进一步假定灵魂是首要被运动者,而感觉在许多事例中亦向他们证实了这一点;因为许多推动其它事物者自身亦同时被推动。但如果灵魂在推动身体时自身被运动,那么在使身体静止时它亦会处于静止;因此二者之一对于它并不比另一者更具有;从而运动绝非依其固有的界说内在属于它,尤其是永恒且不息的运动。因为动物的静止又从何而来呢?而这一反驳不仅迎击了那些梦想灵魂有非物体性运动的人,而且径直击中德谟克利特,因为在推动动物时原子始终在运动而绝不静止;因为总的来说,那些宣称灵魂依场所被运动从而推动身体的人,所说的与喜剧作者腓力普极为相似;因为在他笔下,代达罗斯说〔自己〕通过注入水银使得木制的阿佛洛狄忒运动起来。这些人所说的确实亦是同一回事。然而极其明显的是,动物之所以被运动,并非因为灵魂在内部首先依场所被运动,而是一旦灵魂仅仅作出了选择与决断,身体便随即服从服务。 忒弥斯提乌斯《论灵魂》第二卷蒂迈欧似乎亦可能被认为以与德谟克利特相同的方式对灵魂作自然学论述;因为他也宣称灵魂由于自身被运动而推动身体。因为他说,由于灵魂由所列出的元素构成,依和谐比例数被分割,并与身体交织在一起,故而以自身的运动带动身体一同回转,而灵魂自身则是作圆周运动。柏拉图不认为灵魂是物体,这一点从他在许多对话录中所写下的内容中在许多方面都是显而易见的。然而亚里士多德声称自己并非反驳柏拉图,而是反驳蒂迈欧;这位蒂迈欧无论将圆设想为物体,还是在未设想为物体的情况下如此称呼它,在那些不愿在哲学中——尤其是在如此重大的问题中——心里想一套而口头说一套的人面前,他都必须对这一见解或这一言辞承担责任;因为在此类问题上,人们在思与言一致时能够比事物本身的晦暗更为明晰,乃是值得欣幸的。/ 此外,对于那些深信无论是灵魂还是(更是如此)理智都不是物体的人来说,没有任何见解比下述见解更值得全力抗击了:该见解贬低眼前的一切物体,而由神圣的天体来构建灵魂与理智;因为这一见解具有极大的说服力,在柏拉图那里光辉的车舆便带有这种猜想,而在亚里士多德那里,他声称几乎存在于一切动物灵魂中的与第五物体成比例的东西,亦连于此见解。

语法注3 条
  1. 1.3μεταλαμβάνων δῆλός ἐστι

    形容词 δῆλος 与分词 μεταλαμβάνων 连用的人称句构(相当于无人称句“显然柏拉图在代用……”)。动词 μεταλαμβάνω 在此指“以一词代换另一词”“以种名代属名”。中性复数关系代词 ἅ 在从句内部作分词 μεταλαμβάνων 的直接宾语。

  2. 1.3τῇ ἑαυτῆς κινήσει καὶ τὸ σῶμα συμπεριάγειν

    由前文动词 ἀποφαίνεται(或隐含的言说动词)所支配的间接引语中的“宾格加不定式”结构。不定式 συμπεριάγειν 的逻辑主语由介词 διά 后跟随的阴性宾格单数分词 συνεστηκυῖαν 与 μεμερισμένην 所指明,即“灵魂”[αὐτήν],而宾格 τὸ σῶμα 则是不定式的直接宾语。

  3. 1.3ὑπεύθυνός ἐστιν ἢ τῆς δόξης ἢ τῆς φωνῆς ὑπὸ τῶν μὴ προαιρουμένων

    表语形容词 ὑπεύθυνος(须负责任的、须受审查的)同时带有表示审查对象的属格(ἢ τῆς δόξης ἢ τῆς φωνῆς)与表示审查主体的介词短语 ὑπό 加属格(ὑπὸ τῶν μὴ προαιρουμένων)。该句法借用了法庭官职审查的隐喻,意为“在那些不愿……的人面前,必须为见解或词句承担责任”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:18.30-19.35