← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§1.2-2.25

灵魂研究的卓越性与定义的困难

提斯提乌斯从证明的严密性、探讨对象的惊异性以及对整个哲学体系的奠基作用这三方面论述了研究灵魂的重要意义,并进而指出界定灵魂定义所面临的核心困难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#1

1. Περὶ ψυχῆς ὅσα δυνατὸν σὺν ἐπιστήμῃ λαβεῖν, ἀκολουθοῦντας Ἀριστοτέλει πειρατέον ἡμῖν1 ἐν τῇδε τῇ πραγματείᾳ ἐκθέσθαι τῷ [καὶ] τὰ μὲν ἐκκαλύψαι, τοῖς δὲ συστῆναι, τοῖς δὲ ἐπιστῆσαι, τὰ δὲ (εἰ μὴ φορτικὸν εἰπεῖν) καὶ ἐξεργάσασθαι.2 καὶ γὰρ πολλῶν ὄντων συνταγμάτων ἅ τις ἂν θαυμάσειεν Ἀριστοτέλους, πάντων ἄγασθαι μᾶλλον προσήκει τὴν Περὶ ψυχῆς πραγματείαν καὶ τοῦ πλήθους ἕνεκεν τῶν προβλημάτων, ἃ μηδὲ ἐξαριθμήσασθαι μόνον οἱ πρὸ Ἀριστοτέλους ἐξίκοντο, καὶ τῆς εὐπορίας τῶν εἰς ἕκαστον ἀφορμῶν, καὶ τῶν μεθόδων ὅσας ἐνέδωκε τῇ θεωρίᾳ· δῆλον δὲ ἐξ αὐτῶν ἔσται τῶν λεγομένων. Φησὶ δὲ ἀρχόμενος εὐθὺς τοῦ λόγου πᾶσαν μὲν γνῶσιν καὶ ἐπιστήμην καλὴν καὶ τιμίαν ὑπάρχειν, πλεονεκτεῖν δὲ ἑτέραν ἑτέρας ἢ τῇ τῶν ἀποδείξεων ἀκριβείᾳ ἢ τῇ τιμιότητι τῶν ὑποκειμένων πραγμάτων· ὃ πεπόνθασι πρὸς ἀλλήλας γεωμετρία τε καὶ ἀστρονομία· τῆς μὲν γὰρ πλέον τὸ ἀκριβές, τῆς δὲ πλέον τὸ θαυμάσιον διὰ τὴν ὑποκειμένην φύσιν, περὶ ἧς πραγματεύεται, ἐπεὶ μαλακώτεραί γε αἱ ἀποδείξεις ἀστρονομίας· τῷ γὰρ ἔγγιστα χρῆται ἐπὶ πολλῶν. μόνη δὲ τῇ περὶ ψυχῆς ἐπιστήμῃ συντρέχειν ἄμφω ταῦτα ἀνάγκη καὶ νικᾶν αὐτὴν καὶ τῷ ἀκριβεῖ καὶ τῷ θαυμασίῳ· τῷ μὲν ἀκριβεῖ, διότι καὶ ταῖς ἄλλαις ἐπιστήμαις παρὰ ψυχῆς ἡ ἀκρίβεια, τῷ θαυμασίῳ δέ, ὅτι σχεδὸν διὰ πάντων διήκει τῶν ὄντων ἡ τῆς ψυχῆς φύσις ἀπὸ τῆς ἐσχάτης ἀρχομένοις τῆς φυτικῆς μέχρι τῆς πρώτης, λέγω δὲ τοῦ νοῦ, ὃς εἴτε μέρος εἴτε δύναμίς ἐστι τῆς ψυχῆς εἴτε συγγενὴς ἄλλως καὶ ἐμφύεσθαι δυνάμενος, τί ἂν εἴη τῆς φύσεως ταύτης θαυμασιώτερον; τρίτον ἡμᾶς πρὸς τούτοις παρακαλεῖ πρὸς τὴν προκειμένην φροντίδα, ὅτι εἰ μὲν περὶ ἄλλου του μάθοιμεν τἀληθές, οὐκ ἔστιν ἡμῖν τὸ ἀληθὲς τοῦτο πρὸς τὰ λοιπὰ ὁρμητήριον· εἰ δέ τι περὶ ψυχῆς ἀληθὲς κατανοήσαιμεν, πάμμεγα ἂν ἐφόδιον εἴη τοῦτο πρὸς σύμπασαν τὴν ἀλήθειαν. πρὸς γὰρ ἅπαντα τὰ μέρη τῆς φιλοσοφίας ἀξιολόγους δίδωσιν ἀφορμάς, τὸ μὲν πρακτικόν, ὅτι τὰς ἀρετὰς αὐτῆς καὶ τὰς τελειότητας οὕτως ἂν ῥᾷον καταστησαίμεθα, εἰ τὴν οὐσίαν αὐτῆς πρότερον καταμάθοιμεν· τὴν δὲ περὶ φύσεως θεωρίαν, ὅτι πηγὴ καὶ ἀρχὴ πάσης κινήσεως ἡ ψυχὴ ἴσως μὲν καὶ πᾶσι τοῖς σώμασι, μάλιστα δὲ τοῖς τῶν ζῴων καὶ τῶν φυτῶν. γιγνώσκουσα μὲν οὖν ἑαυτὴν ἀξιόπιστος καὶ περὶ τῶν ἄλλων, ὑπὲρ ἑαυτῆς δὲ ἀπατωμένη περὶ τίνος ἂν ἄλλου πιστὴ νομισθείη; ἡ μὲν οὖν χρεία τοσαύτη τῆς προκειμένης θεωρίας ἐστί· οὐ μὴν ῥᾷστόν γε τὸ ἔργον, ἀλλὰ καὶ σχεδὸν χαλεπώτατον. αὐτὸ γὰρ πρῶτον τὸ γνῶναι τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι, οὐ λίαν πρόχειρον οὐδὲ εὐπετές. ὅλως μὲν γὰρ ἡ μέθοδος ἡ ὁριστική, τίς ποτέ ἐστι καὶ κατὰ τίνα πρόεισι τρόπον, ἔτι καὶ νῦν παρὰ τοῖς φιλοσόφοις ἀμφισβητήσιμος, καὶ οὐ μόνον γε παρὰ τοῖς φιλοσόφοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν, ὅσοι τι διὰ λόγου διδάσκουσι. πάντες γὰρ ὁρισμῷ χρῆσθαι πειρῶνται, καὶ τοῖς μὲν εἶναι δοκεῖ μία μέθοδος περὶ πάντων, ὧν βουλόμεθα γνῶναι τὸν ὁρισμόν, ὥσπερ καὶ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων μία μέθοδός ἐστιν ἡ ἀπόδειξις· τοῖς δὲ οὐ μία ἀλλὰ κατὰ τὰς τῶν ὄντων διαφορὰς διαφόρους εἶναι καὶ τὰς περὶ τῶν ὁρισμῶν πραγματείας,ὃ τὴν χαλεπότητα τῆς σκέψεως μείζω ποιεῖ. δεήσει γὰρ λαβεῖν περὶ ἑκάστου τῶν ὄντων, τίς τρόπος οἰκεῖος· [τοῦτο δὲ εἰ καὶ μίαν τις εἶναι συγχωρήσειε τὴν ὁριστικὴν πραγματείαν, ἤτοι κατὰ διαίρεσιν, καθάπερ ἤρεσκε Πλάτωνι, ἢ συνθέσει μᾶλλον, καθάπερ βούλεται Ἀριστοτέλης, ἢ τρόπον τινὰ ἕτερον ἀποδείξεως, ὅμως οὐδὲν ἧττον ἀπαντᾷ· δεήσει γὰρ καὶ οὕτως ὑπὲρ ἑκάστου τῶν οἰκείων ἀρχῶν,3 εἰ μέλλοιμεν σὺν ἐπιστήμῃ τῆς φύσεως τοῦ πράγματος περιέσεσθαι· καὶ εἰς τὴν αὐτὴν χαλεπότητα ὁ λόγος αὖθις ἡμῖν περιίσταται· ἄλλαι γὰρ ἄλλων αἱ ἀρχαί, καθάπερ ἀριθμῶν καὶ ἐπιπέδων· [καίτοι συγγενεῖς αὗται αἱ μέθοδοι καὶ περὶ τὸ ποσὸν ἀμφότεραι πραγματεύονται.

1. 凡是关于灵魂能够以科学知识加以把握的事项,我们都应当追随亚里士多德,在本论著中尝试阐明:这乃是通过揭示某些事项,支持某些事项,留意某些事项,以及(如果说出来不算僭妄的话)彻底完善某些事项。事实上,在亚里士多德众多令人赞叹的著作中,理应把赞美更多地归于《论灵魂》这部论著,这既是由于其中问题的繁多——在亚里士多德之前的人甚至连仅仅枚举这些问题都未曾做到——也是由于针对各个问题的出发点的充裕,以及他为这一理论沉思所提供的众多方法;这一点由所论述的内容本身即可明了。他在刚开篇时便说,一切认识和知识都是美好且可贵的,但一种认识胜过另一种认识,若非由于证明的精确性,便是由于所关涉的对象事物的高贵性;这正是几何学与天文学彼此之间的关系。因为几何学具有更多的精确性,而天文学则因其所探讨的对象的自然本性而具有更多的奇异性,因为天文学的证明相对较为松弛,它在许多事情上使用的是近似的方法。然而,唯独关于灵魂的知识必然兼具这二者,并在精确性与奇异性上均胜过其他学问:在精确性上,是因为其他知识的精确性也是来自灵魂;在奇异性上,则是因为灵魂的本性几乎贯穿于一切存在者之中,从最末等的植物性灵魂开始,直至第一等的灵魂,我指的是理智——无论理智是灵魂的一个部分,抑或是一种能力,抑或是以其他方式同族并能够植入其中的,何物能比这种本性更为惊异呢?除这些之外,第三点促使我们从事眼前关注之事的,是这样一个事实:如果我们得知关于某种其他事物的真理,这一真理对我们而言并不能成为通向其余事物的出发地;但如果我们理解了关于灵魂的某种真理,这对于通向全部真理而言将是一笔巨大的行资。因为灵魂为哲学的一切部分提供了值得称道的契机:对于实践部分而言,是因为如果我们预先彻底理解了灵魂的本质,便能更容易地确立其德性与完备;对于关于自然的理论探讨而言,是因为灵魂是一切运动的源泉和本原,或许对一切物体皆是如此,但尤其是对动物和植物的物体而言。因此,当灵魂认识自身时,它关于其他事物也是可靠的;但若它在自身的事上受欺骗,它又能在何种其他事物上被视为可信呢?可见,眼前沉思的效用是如此巨大;然而这一工作绝非最容易的,反倒几乎是最为艰难的。因为首先单是认识它是什么并给出它的定义,就绝非信手拈来或轻而易举的事。因为总体而言,定义的方法究竟是什么、以何种方式推进,至今在哲学家之间仍有争议,而且不仅在哲学家之间,在所有通过理性言辞教授知识的人之间也是如此。因为所有人都试图使用定义,有人认为对于一切我们希望得知其定义的事物而言只有单一的方法,正如关于自身固有的属性只有证明这一种单一的方法一样;而另一些人则认为并非单一,而是依据存在者的差异,关于定义的探讨也各不相同,这就使得探讨的难度变得更大了。因为必须针对每个存在者把握何种方式是其固有的;即便有人承认定义性的探讨是单一的——不论是如柏拉图所中意的通过划分,还是毋宁如亚里士多德所愿望的通过综合,抑或是通过某种其他证明的方式——这一困难仍旧同样会出现;因为即便如此,如果我们希望以科学知识掌握事物的自然本性,对于每一事物仍需要其固有的本原;于是论述又将我们带回了同样的困难;因为不同事物的本原是各不相同的,正如数字与平面的本原不同一样,尽管这两种方法是同族的,且二者都是关于数量进行探讨的。

语法注3 条
  1. 1.1ἀκολουθοῦντας Ἀριστοτέλει πειρατέον ἡμῖν

    动形容词 πειρατέον 要求的动作主体为与格 ἡμῖν,然而分词 ἀκολουθοῦντας 却未作与格(ἀκολουθοῦσιν),而是采用了宾格。这是由于分词在语法意义上与不定式 ἐκθέσθαι 所隐含的宾格逻辑主语(ἡμᾶς)取得了一致。

  2. 1.1τῷ [καὶ] τὰ μὲν ἐκκαλύψαι, τοῖς δὲ συστῆναι, τοῖς δὲ ἐπιστῆσαι, τὰ δὲ ... ἐξεργάσασθαι

    带冠词不定式的与格 τῷ ... ἐκκαλύψαι 统摄后续的一系列不定式(συστῆναι, ἐπιστῆσαι, ἐξεργάσασθαι),作为方式/手段的工具性与格修饰 πειρατέον ... ἐκθέσθαι,意为“通过……尝试予以阐述”。

  3. 1.1δεήσει γὰρ καὶ οὕτως ὑπὲρ ἑκάστου τῶν οἰκείων ἀρχῶν

    无人称动词 δεήσει 在此直接支配属格 τῶν οἰκείων ἀρχῶν,表示“需要固有的本原”,前置词短语 ὑπὲρ ἑκάστου 则表限定范围(“就每一事物而言”);亦可理解为省略了探求类的动词不定式(如 ζητεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:1.2-2.25