- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:17.19-18.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌驳斥了批判者将感觉对象仅视为条件而非推动者的蜘蛛与地面譬喻,指出如果灵魂作为灵魂被运动就会不断脱离其实体而处于流变中,并批判对方混淆了不完全的运动与保存本性的现实活动。
εἰ οὖν καὶ ταύτας ὑπ’ ἄλλων κινεῖται, τίνας ὑφ’ ἑαυτῆς; οὐ γὰρ δὴ τὰς αὐτὰς ἅμα καὶ ὑπ’ ἄλλων καὶ ὑφ’ ἑαυτῆς· οὐδὲν γὰρ τῶν ὑπαρχόντων τινὶ καὶ καθ’ αὑτὸ καὶ ἔξωθεν ἅμα ὑπάρχει, οὐδὲ ἅμα δι’ αὑτὸ καὶ δι’ ἄλλο, ὥσπερ οὐδὲ τοῖς ποταμοῖς ἡ κίνησις οὐδὲ τῇ φλογὶ οὐδ’ εἴ τι ἄλλο τοιοῦτον· ἀχώριστα γὰρ τὰ καθ’ αὑτὰ καὶ τῆς αἰτίας τῆς ἔξωθεν οὐ δεόμενα. ἀλλ’ οὐ κινεῖ, φησί, τὴν αἴσθησιν τὰ αἰσθητά, ἀλλὰ τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει,1 καὶ παραβάλλει τοῖς ἀράχναις τὴν αἴσθησιν, οἳ προσπηδῶσι τοῖς ἐμπίπτουσι ζῴοις εἰς τὰ ὑφάσματα, οὐ τῶν ἐμπιπτόντων κινούντων ἀλλὰ τῆς οἰκείας ὁρμῆς·2 οὕτω γὰρ τὰ αἰσθητὰ ἐμπίπτοντα τοῖς αἰσθητικοῖς ὀργάνοις τὴν ψυχὴν εἰς ἐπίκρισιν αὐτῶν ἐκκαλεῖται. ἀλλ’ εἰ μέν τι δεῖ τοῖς κομψοῖς τούτοις ἀκολουθεῖν παραδείγμασιν, ὥσπερ τὸν ἀράχνην ἡ ἐμπὶς κινεῖ καὶ πᾶν θήραμα τοὺς θηρῶντας καὶ πᾶν ὀρεκτὸν τὸν ὀρεγόμενον, οὕτω καὶ τὴν ψυχὴν τὰ ἔξωθεν ἂν κινοῖεν· νῦν δὲ καὶ αὐτὸς ἔοικεν αὐτῶν ὡς μὴ οἰκείων καταψηφίζεσθαι· ἀπὸ γὰρ τῶν ἀραχνῶν ἐπὶ τοὔδαφος μεταβὰς τοῦτον ἐπέχειν τὸν λόγον φησὶ τὸ ὁρατὸν πρὸς τὴν ὅρασιν, ὃν τοὔδαφος πρὸς τοὺς περιπατοῦντας. καίτοι γελοῖον εἰ χώρα καὶ τόπος ἐστὶ τὰ αἰσθητὰ ταῖς τῶν αἰσθήσεων ἐνεργείαις, ἀλλὰ μὴ μᾶλλον ἔοικε τοῖς ἕλκουσιν ἢ καλοῦσιν ἢ νύττουσι. τοῦτο δὲ ἐπὶ τῶν ὀρεκτῶν φανερώτερον· πᾶν γὰρ τὸ ὀρεκτὸν ἀτεχνῶς ἕλκοντι καὶ σύροντι προσέοικε τὴν δύναμιν τὴν ὀρεκτικήν, καὶ οὐ τῷ τόπος αὐτῆς εἶναι καὶ χώρα. ἔτι τοίνυν τὰς ψυχικὰς ταύτας κινήσεις ἆρα καθό ἐστιν [ἡ] ψυχὴ κινεῖσθαι αὐτὴν ἐροῦσιν ἢ κατ’ ἄλλο τι; εἰ γὰρ καθὸ ψυχή (κατὰ τοῦτο γὰρ καὶ κινεῖ), ὥσπερ τὸ κινούμενον κατὰ χρῶμα ἐξίσταται τοῦ χρώματος καὶ τὸ κινούμενον κατὰ τόπον ἐξίσταται τοῦ τόπου, οὕτω καὶ ἡ ψυχή, εἰ κινεῖται καθὸ ψυχή, ἐξίσταιτο ἂν τοῦ ψυχὴ εἶναι. οἱ μὲν γὰρ κατά τι τῶν συμβεβηκότων αὐτὴν κινοῦντες, οἷον τόπον ἢ μέγεθος ἢ ποιότητα, οὐκ ἀνάγκην ἔχουσιν ἔκστασιν ὁμολογεῖν τῆς οὐσίας αὐτῆς εἶναι τὴν κίνησιν, ἀλλὰ μόνου τοῦ συμβεβηκότος καθὸ μεταβάλλει ὅσοι δὲ κινεῖσθαι αὐτὴν καθὸ ψυχή ἐστι λέγουσι καὶ σχεδὸν ποιοῦσι τὴν κίνησιν αὐτῆς τὴν οὐσίαν, ἀνάγκη προσίεσθαι τούτοις τὴν ἐκ τοῦ λόγου συμβαίνουσαν ἀτοπίαν εἰ γὰρ κινεῖται καθὸ ψυχή, ἡ δὲ κίνησις αὐτῆς οὐσία αὐτῆς ἐστί, κινουμένη καθὸ ψυχὴ ἐξίσταιτο ἂν τῆς οὐσίας αὐτῆς. ὥσπερ γὰρ ἡ φλὸξ καὶ οἱ ἄνεμοι καὶ οἱ ποταμοί, ἐπειδὴ κατ’ οὐσίαν αὐτοῖς ἡ κίνησις, οὐδὲ ἀκαρεῖ μένουσιν ἐπὶ τῆς αὐτῆς οὐσίας (μὴ ῥέων γὰρ οὐκέτι ποταμὸς ἀλλ’ ὕδωρ, καὶ μὴ κινούμενος οὐκέτ’ ἄνεμος ἀλλ’ ἀὴρ ἢ ἀναθυμίασις) οὕτως ἀνάγκη καὶ τῇ ψυχῇ ἐν συνεχεῖ καὶ ἀπαύστῳ ῥοῇ καθεστάναι αὐτῆς τὸ κινεῖσθαι. πόθεν οὖν ἡμῖν ἡ μνήμη; πόθεν ἡ τῶν ἐπιστημῶν βεβαιότης; τούτῳ δὲ ὥσπερ ὁμόσε χωρῶν καὶ ὁμολογῶν τὴν κίνησιν τῆς ψυχῆς οὐσίαν εἶναι καὶ φύσιν, διὰ τοῦτό φησιν, ὅσῳ ἂν μᾶλλον κινῆται, τοσούτῳ μᾶλλον τῆς οὐσίας αὐτῆς μὴ ἐξίστασθαι3 ζωὴ γάρ φησιν ἐστὶν αὐτῆς ἡ κίνησις καὶ τὸ ζῆν αὐτῇ ταὐτὸν τῷ κινεῖσθαι. ὁ δὲ ταῦτα λέγων ἀγνοεῖν ἔοικε διαφορὰν κινήσεως καὶ ἐνεργείας, καὶ ὅτι τὸ μὲν ἐνεργεῖν κατ’ οὐσίαν διατηρητικόν ἐστι τῆς φύσεως τοῦ ἐνεργοῦντος, οἷον καὶ τῆς ὄψεως τὸ ὁρᾶν, τὸ δὲ κινεῖσθαι κατ’ οὐσίαν πάντως ἔκστασιν ἔχει τῆς οὐσίας ἐκείνης ἐξ ἧς κινεῖται, καὶ ἐνέργεια μὲν καθ’ ἕκαστον μόριον τοῦ χρόνου τέλειος ἐν ᾧ γίνεται, ὥσπερ καὶ ἡ ὄψις καὶ ἡ νόησις, ἀτελὴς δὲ ἡ κίνησις ἐντελέχεια καὶ ἀεὶ τὸ ἄλλο καὶ ἄλλο προσλαμβάνουσα, τόπον μὲν εἰ κατὰ τόπον, μέγεθος δὲ εἰ κατὰ μέγεθος, οὐσίαν δὲ εἰ κατ’ οὐσίαν, ὥσπερ οἱ ποταμοὶ καὶ τὰ πνεύματα· ἐπεὶ καὶ τὰ οὐράνια σώματα διὰ τοῦτ’ ἄφθαρτα παντελῶς, ὅτι κινεῖται κατὰ τὸν ἔξωθεν τόπον, καὶ ἡ μὲν φύσις αὐτῶν ὡσαύτως ἔχουσα μένει, ὁ τόπος δ’ ἄλλος καὶ ἄλλος.
因此,假若灵魂连这些运动亦是由他者所推动的,那么由自身所受的运动又是哪些呢?因为决不能是在同一时刻既由他者又由自身受到相同的运动;因为在属于某物的属性中,没有任何一种是同时既就自身而言又从外部属于它的,亦不是在同一时刻既由于自身又由于他者而属于它的,正如对于江河、火焰或任何其它此类事物而言,运动亦非如此属于它们;因为就自身而言的属性是不可分离的,且不需要外在的原因。然而批判者说,感觉对象并未推动感觉,而是处于不可或缺的条件之关系;他将感觉比作蜘蛛,蜘蛛扑向落入蛛网的小虫,并非由落入者所推动,而是由于自身的冲动;因为感觉对象落入感觉器官,正是以这种方式召唤灵魂去对它们作出裁决。然而假若必须遵循这些巧妙的譬喻,那么正如蚊蚋推动蜘蛛、一切猎物推动狩猎者、一切欲望对象推动欲望者一样,外在事物亦会推动灵魂。但事实上他自身亦似乎否定了这些例子,视其为不恰当的;因为他从蜘蛛转向了地面,声称可见对象之于视觉所处的关系,恰如地面之于行走者所处的关系。然而,假若感觉对象是感觉的现实活动的场所和空间,而不是更像拉动、召唤或刺戳的事物,这岂不是可笑的吗?而这一点在欲望对象上更为明显;因为一切欲望对象全然类似于拉动并拖曳欲望能力的事物,而不是类似于作为它的场所和空间。 此外,他们究竟会说灵魂受到这些灵魂性的运动,是就其作为灵魂而言,还是依某种别的属性而言?因为假若是就其作为灵魂而言(因为它是依此而推动的),正如依颜色运动者脱离其颜色、依场所运动者脱离其场所一样,灵魂如果就其作为灵魂而言被运动,亦会脱离作为灵魂的存在。事实上,那些按某种偶性(例如场所、大小或性质)来推动灵魂的人,没有必然性去承认运动乃是脱离其自身的实体,而只需承认是脱离它所依以变化的偶性而已;但凡是声称灵魂就其作为灵魂而言被运动、并几乎把运动当作其自身实体的人,就必然要接纳由这一论证所产生的荒谬:因为如果它就其作为灵魂而言被运动,且其运动即是其自身的实体,那么就其作为灵魂而被运动的灵魂便会脱离其自身的实体。因为正如火焰、风与江河,由于运动就其实体而言属于它们,哪怕片刻亦不保持在同一实体中(因为若不流动就不再是江河而是水,若不运动就不再是风而是空气或蒸气),同样,对于灵魂而言,其被运动亦必然处于连续而不息的流变之中。那么我们的记忆从何而来?诸门科学的稳固性又从何而来? 批判者仿佛正面迎击这一困难,承认灵魂的运动即是其实体与本性,因而声称,它运动得越厉害,就越不会脱离自身的实体;因为他说,它的运动乃是它的生命,而对于它而言活着与被运动乃是同一回事。然而说这番话的人似乎忽视了运动与现实活动之间的区别,忽视了依其实体发挥现实活动乃是保存活动者的本性(正如看见之于视觉),而依其实体被运动则无论如何都包含着从它据以运动的那个实体中脱离出来;并且现实活动在其发生的时间的每一个部分中都是完全的(正如视觉与思想一样),而运动则是不完全的现实,总是接纳一个又一个别的东西——若依场所则是场所,若依大小则是大小,若依实体则是实体,正如江河与风一样;因为天体之所以完全不灭,亦正是因为它们是依外在的场所被运动的,而它们的本性保持在同一状态,唯有场所不断改变。
- 1.3τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει
关系分句 ὧν οὐκ ἄνευ(无之则不然者/必要条件)作为实质性的属格短语修饰 λόγον,由定冠词 τὸν 引出并作 ἐπέχει 的宾语,意为“处于不可或缺的条件之关系”。
- 1.3οὐ τῶν ἐμπιπτόντων κινούντων ἀλλὰ τῆς οἰκείας ὁρμῆς
属格独立结构。在后半句 ἀλλὰ τῆς οἰκείας ὁρμῆς 中省略了与前半句 τῶν ἐμπιπτόντων κινούντων 对应的分词(如 κινούσης),表因果原因(“不是由落入者推动,而是由自身的冲动推动”)。
- 1.3τούτῳ δὲ ὥσπερ ὁμόσε χωρῶν καὶ ὁμολογῶν τὴν κίνησιν τῆς ψυχῆς οὐσίαν εἶναι καὶ φύσιν, διὰ τοῦτό φησιν, ὅσῳ ἂν μᾶλλον κινῆται, τοσούτῳ μᾶλλον τῆς οὐσίας αὐτῆς μὴ ἐξίστασθαι
与格 τούτῳ 依附于惯用表达 ὁμόσε χωρῶν(“正面迎击这一[困难]”)。在分词短语 ὥσπερ ὁμόσε χωρῶν καὶ ὁμολογῶν... 之后,主句动词 φησιν 统辖由相关连词 ὅσῳ ἂν μᾶλλον... τοσούτῳ μᾶλλον... 引导的不定式 μὴ ἐξίστασθαι(逻辑主语为灵魂)。
