- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:16.6-17.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯反驳灵魂自身运动的学说,指出其必然导出重新进入身体与死者复活的荒谬结论,并驳斥了批判者(关于判断作为运动及推动者与被推动者运动形式不同的反驳),论证灵魂的活动并非物理运动。
ἀλλ’ ἴσως τὴν μὲν παρὰ φύσιν κίνησιν τῆς ψυχῆς ἀφαιρήσονται, κατὰ φύσιν δὲ αὐτὴν κινεῖσθαι φήσουσι πάσας τὰς κινήσεις, καὶ τὰς ἐναντίας. ἀλλ’ οὐδὲν ὁρῶμεν τῶν στοιχείων οὕτω κινούμενον ἐξ ὧν αὐτὴν ποιοῦσιν οἱ μὲν ἐξ ἑνός, οἱ δὲ ἐκ πλειόνων· ἀλλὰ τὸ μὲν πῦρ αἰεὶ ἄνω, τὴν δὲ γῆν κάτω, τὰ δὲ λοιπὰ στοιχεῖα μεταξύ. ἔτι δὲ εἴπερ διὰ τοῦτο ἀναγκαῖον εἶναι νομίζουσι τὸ κινεῖσθαι τὴν ψυχήν, ἐπειδὴ τὸ σῶμα κινεῖ, ὡς ἀδυνάτου καθεστῶτος τοῦ κινεῖν τὸ σῶμα μὴ πρότερον αὐτὴν κινουμένην, ἑπόμενον ἂν οὕτω καὶ εὔλογον εἴη καὶ τὸν τρόπον τῆς κινήσεως τὸν αὐτὸν αὐτήν τε κινεῖσθαι καὶ κινεῖν τὸ σῶμα· εἰ δὲ τοῦτο ἀκόλουθον, δηλονότι καὶ ἀντιστρέψασιν ἀληθές, ὡς κινεῖται τὸ σῶμα, οὕτω κινεῖσθαι καὶ τὴν ψυχήν· τὸ δὲ σῶμα κινεῖται κατὰ τόπον, ὥστε καὶ ἡ ψυχὴ κατὰ τόπον ἤτοι γε ὅλη ἢ κατὰ μόρια μεθισταμένη. τούτῳ δὲ ἕπεται καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν, τούτῳ δὲ τὸ ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζῴων. Ὁ δὲ τῶν Ἀριστοτέλους ἐξεταστὴς1 ἐνίσταται τοῖς εἰλημμένοις· οὔτε γάρ φησιν ἃς αὐτὴ κινήσεις κινεῖται, καὶ τὸ σῶμα κινεῖ·2 κρίσεις μὲν γὰρ καὶ συγκαταθέσεις αἱ κινήσεις αἱ τῆς ψυχῆς, τοπικαὶ δὲ αἱ τοῦ σώματος· οὔτε τὴν ἀντιστροφὴν ἀναγκαίαν εἶναι· οὐ γὰρ πάντως ἣν τὸ σῶμα κινεῖται, ταύτην κινεῖσθαι καὶ τὴν ψυχήν· καὶ γὰρ ἕλκεται τὸ ξύλον ὑπὸ τῶν ἀνθρώπων, οὐχ ἕλκονται δὲ οἱ ἄνθρωποι, καὶ ἕλκει μὲν ἄνω κατ’ εὐθεῖαν γραμμὴν τὰς ἀναθυμιάσεις ὁ ἥλιος, κύκλῳ δὲ αὐτὸς περίεισιν. πρῶτον μὲν οὖν τὰς κρίσεις αὐτῷ καὶ τὰς συγκαταθέσεις δεικτέον κινήσεις τηροῦντί γε τὰς ὑποθέσεις, ἐφ’ αἷς τὴν κίνησιν ἐνοήσαμεν συνεχῆ τε εἶναι καὶ χρόνῳ παρατείνεσθαι καὶ μὴ συγκεῖσθαι ἐξ ἀμερῶν κινημάτων καὶ προϊέναι ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν σώζουσαν ἔτι τὸ δυνάμει· ὧν ἔοικεν ἐκλελῆσθαι παντάπασι καίτοι σύνοψιν ἐκδεδωκὼς τῶν περὶ κινήσεως εἰρημένων Ἀριστοτέλει.3 οἱ δὲ ἕλκοντες τὸ ξύλον ἄνθρωποι καὶ ὁ κύκλῳ φερόμενος ἥλιος ἣν κινοῦσι κίνησιν καὶ αὐτοὶ κινοῦνται· κινοῦσι γὰρ καὶ κινοῦνται τὴν κατὰ τόπον. εἰ δὲ ἑτέραν τῷ ἀριθμῷ ἢ καὶ τῷ εἴδει, οὐδὲν πρὸς τὸν λόγον· οὐδὲν γὰρ πλέον πρόκειται νῦν τῷ φιλοσόφῳ ἢ ὅτι τὸ κατὰ τόπον κινοῦν, εἰ διὰ τὸ κινεῖσθαι κινεῖ, καὶ αὐτὸ ἂν κατὰ τόπον κινοῖτο. ἀλλ’ οὐδὲ τοῦτο ἀνάγκη φησίν, εἰ κατὰ τόπον ἡ ψυχὴ κινεῖται, καὶ ἐξελθοῦσαν αὐτὴν εἰσιέναι πάλιν· οὐδὲ γὰρ οἱ πνεῦμα τὴν ψυχὴν λέγοντες καὶ τὴν κίνησιν αὐτῇ τὴν κατὰ τόπον διδόντες ἐξελθοῦσαν εἰσιέναι πάλιν συγχωρήσειαν ἄν. κακῶς οὖν ὦ βέλτιστε καὶ οὐκ ἀκολούθως τῇ ὑποθέσει, ἣν δογματίζουσιν· εἰ γὰρ ὡς σῶμα ἔξεισιν ἐκ τοῦ σώματος, διὰ τί καὶ οὐκ εἴσεισι πάλιν; τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων ὁρῶμεν, οἷον τῶν ἐν τόπῳ καὶ τῶν ἐν ἀγγείῳ. ἀλλ’ ὅμως Ζήνωνι μὲν ὑπολείπεταί τις ἀπολογία κεκρᾶσθαι ὅλην δι’ ὅλου τοῦ σώματος φάσκοντι τὴν ψυχὴν καὶ τὴν ἔξοδον αὐτῆς ἄνευ φθορᾶς τοῦ συγκρίματος μὴ ποιοῦντι, τοῖς δ’ ὡς ἐν τόπῳ τῷ σώματι περιέχεσθαι αὐτὴν τιθεμένοις καὶ ὡς ἐν ἀγγείῳ τοῦτό φησι τὸ ἄτοπον ἀκολουθεῖν Ἀριστοτέλης, οὗτοι δὲ ἄν οἱ περὶ Δημόκριτον εἶεν, καὶ εἴ τις πῦρ, καὶ εἴ τις ὕδωρ τὴν ψυχὴν ἀπεκρίνατο. Ἀλλ’ ἴσως τὰς μὲν σωματικὰς ταύτας κινήσεις διὰ τοῦτο τὴν ψυχὴν κατὰ συμβεβηκὸς ἐροῦσι κινεῖσθαι τῷ ἐνυπάρχειν τῷ σώματι· ταύτας γὰρ καὶ ὑπ’ ἄλλου κινεῖσθαι αὐτὴν οὐδὲν κωλύει· καὶ γὰρ ὠθουμένου βίᾳ τοῦ ζῴου συναπολαύειν ἀνάγκη τὴν ψυχὴν τῆς βιαίου ταύτης κινήσεως. ἀλλὰ τὰς τῆς ψυχῆς κινήσεις καὶ ὡς ψυχῆς ταύτας ἐροῦσιν αὐτὴν ὑφ’ αὑτῆς κινεῖσθαι, καὶ ταύτας εἶναι ἐκ τῆς οὐσίας τῆς ψυχικῆς, ἃς οὐχ οἷόν τε αὐτὴν ὑπ’ ἄλλου κινεῖσθαι, ὡς τῆς ἔνδοθεν φύσεως ἐξηρτημένας. τίνες οὖν αὗται, διδασκέτωσαν ἡμᾶς σαφῶς· ἡ μὲν γὰρ αἴσθησις ὑπὸ τῶν ἔξωθεν σχεδὸν θυροκοπουμένη κινεῖται, ἡ δὲ ὄρεξις σύρεται ὑπὸ τῶν ὀρεκτῶν, αἱ διανοήσεις δὲ ἐξήρτηνται τῶν αἰσθήσεων, εἴπερ οὐδέποτε ἄνευ φαντασίας· εἰ δὲ καθ’ αὑτάς, ἀλλ’ οὐ συνεχεῖς οὐδ’ ἐν χρόνῳ, οὐδὲ κινήσεις.
但也许他们会取消灵魂的违背本性的运动,并声称它依本性进行一切运动,乃至相反的运动。然而我们并未见到诸元素中有任何一种是如此运动的,而有些人由单一元素构成灵魂,另一些人则由多种元素构成灵魂;相反,火总是向上,土总是向下,其余元素则居于中间。此外,假若他们认为灵魂被运动是必然的,乃是因为它推动身体,理由是假若自身没有预先被运动就不可能推动身体,那么依此顺理成章的推论便是:它自身被运动的方式与它推动身体的运动方式亦是相同的。而如果这一结论顺理成章,显然对于将其换位的人而言也是真实的,即身体如何被运动,灵魂亦如何被运动。然而身体是按场所运动的,因此灵魂亦按场所迁移,要么作为整体,要么按各部分迁移。而由此随之而来的便是:离去之后又再次进入;由这又随之而来死去的动物复活。 然而亚里士多德的批判者反对这些已被采纳的前提:因为他说,它并未以自身所受之运动来推动身体(因为判断与同意是灵魂的运动,而身体的运动则是场所性的);换位亦非必然;因为决不是在一切情况下身体受何种运动,灵魂亦受何种运动;事实上,木材被人们拉动,而人们并不被拉动;太阳沿直线向上拉动蒸气,而自身则沿圆周运行。首先,他必须在维护那些假定的前提下去指明判断与同意乃是运动,我们正是依据这些假定理解到运动是连续的、延展于时间中的、不是由无部分的运动瞬间构成的、并且在仍保存着潜能的同时从潜能推进至现实;他似乎全然遗忘了这些前提,尽管他曾出版过亚里士多德关于运动之论述的概要。另一方面,拉动木材的人们与沿圆周运动的太阳,自身亦被它们所推动的那种运动所运动;因为它们推动并被运动的是按场所的运动。即便它在数目上或甚至在种类上是不同的,这与论证亦毫无干系;因为哲学家此刻并未提出更多的要求,而只是:凡按场所推动者,如果是因被运动而推动,它自身亦必按场所被运动。 然而批判者说,假若灵魂按场所运动,它离去后又再次进入也并非必然;因为即便是那些将灵魂称为气息并赋予其按场所之运动的人,亦不会承认它离去后又再次进入。因此,最优秀的先生啊,他们说得不对,且不符合他们作为信条所主张的假定;因为如果它作为物体从身体中离去,为何不会再次进入?因为我们在其它事物上,例如在场所之中的事物与在容器之中的事物上,正见到了这一点。尽管如此,对于主张灵魂完全渗透混合于整个身体、且若非复合体毁灭则不使其离去的芝诺而言,尚留有某种辩解;但亚里士多德说,对于那些假定灵魂如同在场所中、如同在容器中被身体所包容的人,这一荒谬才随之而来;而这些人大概是德谟克利特的追随者,以及任何断言灵魂是火、或灵魂是水的人。 但也许他们会说,正是由于这个缘故,由于内在存在于身体之中,灵魂才按偶性受到这些身体性的运动;因为毫无阻碍它被他者所施予这些运动;事实上,当动物受到强迫推搡时,灵魂亦必然共同承受这一强迫运动。但他们会说,至于灵魂的运动以及作为灵魂的运动,它乃是由自身被运动的,且这些运动源于灵魂的实体,因依存于其内在的本性而不可能由他者所推动。那么这些运动究竟是什么,让他们明白地教导我们吧:因为感觉几乎是被外在事物扣门而运动的,欲望是被欲望对象所牵引的,而思想如果绝不可能脱离表象,便是依存于感觉的;而如果思想是就自身而言的,它们既非连续的,亦非在时间之中的,因而根本不是运动。
- 1.3Ὁ δὲ τῶν Ἀριστοτέλους ἐξεταστὴς
主语由阳性单数名词 ἐξεταστὴς(“审查者”、“批判者”)支配中性复数属格短语 τῶν Ἀριστοτέλους(“亚里士多德的著作/学说”)构成。在注释传统中通常指盖伦,语法上作主节的主语短语。
- 1.3οὔτε γάρ φησιν ἃς αὐτὴ κινήσεις κινεῖται, καὶ τὸ σῶμα κινεῖ
关系从句 ἃς αὐτὴ κινήσεις κινεῖται 包含了同源宾格 κινήσεις(“它自身所受的运动”),并整体充当主句动词 κινεῖ 的宾语。καί 起添加或强调的作用(“也推动身体”)。
- 1.3ὧν ἔοικεν ἐκλελῆσθαι παντάπασι καίτοι σύνοψιν ἐκδεδωκὼς τῶν περὶ κινήσεως εἰρημένων Ἀριστοτέλει
关系代词 ὧν 指代前文的一系列假定(αἱ ὑποθέσεις),其属格由遗忘动词 ἐκλελῆσθαι 支配。分词 ἐκδεδωκώς 与 καίτοι 搭配表示让步。Ἀριστοτέλει 是施事与格,依存于完成时被动分词 εἰρημένων。
