← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§14.28-16.5

自运说的反驳与灵魂运动的不可能性

德米斯提厄斯根据《灵魂论》第一卷第三章,开始驳斥柏拉图及自然哲学家将灵魂视为自运者或本质上被运动者的观点。他借助《物理学》中的论据指出推动者并不必然自身被运动,并论证若灵魂依四种自然运动之一运动,将荒谬地必然占据场所并承受强迫运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#1

3. Ἐπισκεπτέον δὲ πρῶτον μὲν τοὺς τὴν κίνησιν οἰκειότατον θεμένους τῇ ψυχῇ καὶ διὰ τὸ κινεῖν κινεῖσθαι καὶ αὐτὴν ὑπολαμβάνοντας, ὡς καὶ τὸν ὅρον αὐτῆς τοιοῦτον ἀποδιδόναι, ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτὸ ἢ δυνάμενον κινεῖν ἑαυτό· οὕτω γὰρ καὶ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Νόμων. ἴσως γὰρ οὐ τοῦτο μόνον ψεῦδός ἐστι τὸ τὴν ψυχὴν διὰ τὸ κινεῖσθαι κινεῖν, ἀλλ’ ὅλως ἀδύνατον ὑπάρχειν αὐτῇ τὸ κινεῖσθαι. ὅτι μὲν οὖν οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, δέδεικται μὲν ἐν τοῖς Φυσικοῖς διὰ πλειόνων, ὅμως δὲ καὶ νῦν τοῦ σαφοῦς ἕνεκα ἐκεῖθεν ὀλίγα μετενεκτέον. εἰ γὰρ ἅπαν τὸ κινοῦν καὶ κινεῖται, ἤτοι ὑφ’ ἑαυτοῦ κινεῖσθαι αὐτὸ ἀναγκαῖόν ἐστιν ἢ ὑπ’ ἄλλου. ὑπ’ ἄλλου μὲν δὴ οὐκ ἀνάγκη· εἰς ἄπειρον γὰρ ὁ λόγος προήξει. ὑφ’ ἑαυτοῦ δὲ ἀδύνατον διὰ τάδε· ἢ γὰρ κατ’ ἄλλο μέν τι αὑτοῦ κινεῖ, κατ’ ἄλλο δὲ κινεῖται τὸ αὐτοκίνητον, ἢ κατὰ ταὐτόν. εἰ μὲν δὴ κατ’ ἄλλο, ἔσται τι αὐτοῦ κινοῦν μόνον μὴ κινούμενον δέ, ὅπερ οὐκ οἴονται δυνατόν· καὶ οὐκέτ’ ἂν ἀκριβῶς αὐτοκίνητον εἴη, ἀλλ’ ἕτερον μὲν αὐτοῦ τὸ κινοῦν ἕτερον δὲ τὸ κινούμενον. τοῦτον δὲ τὸν τρόπον οὐδὲν κωλύει καὶ τὰ ζῷα λέγειν αὐτοκίνητα καὶ τὰ φυτά· κινεῖται γὰρ καὶ ταῦτα ὑπὸ τῆς φυτικῆς ψυχῆς τρεφόμενα καὶ αὐξόμενα. εἰ δὲ καθ’ ὅλον ἑαυτὸ κινεῖ καὶ κινεῖται, οὐδ’ ὑπονοήσαι τις ἄν, πῶς φέροιτο ἂν ἅμα καὶ φέροι, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε ἅμα διδάσκοι ἂν καὶ μανθάνοι, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ἄτοπα μὲν δὴ καὶ ταῦτα, ἀτοπώτερον δ’ ἂν μᾶλλον φανείη, ὅτι πᾶν μὲν τὸ κινούμενον ἔτι δυνάμει ἐστὶ καθὸ κινεῖται, πᾶν δὲ τὸ κινοῦν ἐνεργείᾳ καθὸ κινεῖ, ὥστ’ εἰ τὸ αὐτοκίνητον κινεῖται αὐτὸ ὅλον ὑφ’ ἑαυτοῦ, ἅμα τε ἂν δυνάμει εἴη καὶ ἐνεργείᾳ πρὸς τὸ αὐτό, καὶ ἀτελὲς ἅμα καὶ τέλειον, ὥστε ἅμα ἂν εἴη θερμὸν ἤδη καὶ οὔπω θερμόν, καὶ ἅμα ἂν οὔπω νοοῖ καὶ ἤδη νοοῖ. ταῦτα μὲν οὖν ὅπερ εἶπον ἐπ’ ἀκριβὲς ἐν τοῖς Φυσικοῖς ἐξείργασται, κἀκεῖθεν τὰ λοιπὰ ληπτέον, ὅτῳ μὴ αὐτάρκη τὰ εἰρημένα· ἡμεῖς δὲ ὃ προὐθέμεθα τέως ὅτι μὴ οἷόν τε ὅλως κινεῖσθαι τὴν ψυχὴν ἀποδείξομεν. Διχῶς δὴ κινουμένου τοῦ κινουμένου παντός,1 ἢ γὰρ καθ’ αὑτὸ ἢ κατ’ ἄλλο· κατ’ ἄλλο δὲ λέγομεν ὅσα κινεῖται τῷ ἐν κινουμένοις εἶναι, οἷον ἐπὶ τῆς νεὼς καὶ τῶν πλωτήρων (ἡ μὲν γὰρ ναῦς καθ’ ἑαυτήν, οἱ δὲ πλωτῆρες κατ’ ἄλλο· κείσθωσαν γὰρ ἠρεμοῦντες ἐν τῇ νηὶ καὶ μὴ κινούμενοι τὴν οἰκείαν κίνησιν ἀνθρώπου. οὕτω δ’ ἂν φαίης καὶ τὰ συμβεβηκότα τοῖς σώμασιν οἷον λευκότητα μελανίαν τὸ δίπηχυ καὶ τρίπηχυ κινεῖσθαι, καθ’ ἕτερον δέ, τῷ ἐν κινουμένοις ὑπάρχειν· τὰ δὲ τοῦτον τὸν τρόπον κινούμενα ἐνδέχεται μήτε σώματα εἶναι μήτε προσδεῖσθαι τόπου καθ’ ἑαυτά) — [διχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι] σκοποῦμεν νῦν ἐπὶ τῆς ψυχῆς, εἰ καθ’ αὑτὴν κινεῖσθαι πέφυκε καὶ μετέχειν τοῦτον τὸν τρόπον κινήσεως· ἐπεὶ ὅτι κατὰ συμβεβηκὸς καὶ κατ’ ἄλλο καὶ ἡμεῖς ἂν συγχωροίημεν,2 οὖσάν γε ἐν σώματι κινουμένῳ. [τεσσάρων τοίνυν κινήσεων οὐσῶν φορᾶς ἀλλοιώσεως φθίσεως αὐξήσεως, ἢ μίαν τούτων κινοῖτ’ ἂν ἢ πλείους ἢ πάσας.] ἀλλὰ δέδεικται ὡς πᾶν τὸ φύσει κινούμενον κατά τινα τῶν τεσσάρων τούτων κινήσεων μὴ κατὰ συμβεβηκὸς πάντως ἐν τόπῳ καὶ σώματι. ὅτι δὲ οὐ κατὰ συμβεβηκὸς κινοῦσιν αὐτήν, δῆλόν ἐστιν, οἵγε καὶ τὴν οὐσίαν αὐτῆς ἐξάπτουσι τὴν κινήσεως.3 εἰ δὴ σῶμα ἡ ψυχή, δῆλον ὅτι καὶ τόπον οἰκεῖον ἕξει. τίνα οὖν τοῦτον; εἰς ἐκεῖνον γὰρ φύσει κινήσεται καὶ γενομένη ἐν ἐκείνῳ φύσει ἠρεμήσει. τῷ δὲ ταῦτα συγχωροῦντι λόγῳ καὶ βιαίους συγχωρητέον τινὰς εἶναι κινήσεις τῆς ψυχῆς καὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται φύσει, ἐκ τούτου καὶ βίᾳ κινήσεται· ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάσαι βουλομένοις ῥᾴδιόν ἐστιν· τὸ μὲν γὰρ ἔμψυχον σῶμα ὁρῶμεν καὶ βίᾳ πολλάκις καὶ παρὰ φύσιν κινούμενον, ὅταν ὠθῆται ἢ ἀναρρίπτηται, τῆς δὲ ψυχῆς οὐχ οἷόν τε ταύτας τὰς βιαίους κινήσεις λέγειν· εἶεν γὰρ αὐτῇ κατὰ φύσιν αἱ ἀντικείμεναι.

3. 首先必须考察的是那些将运动定为对灵魂最固有者、并因其推动它物而推想其自身亦被运动的人,以至于他们甚至对灵魂作出这样的定义,即灵魂是“运动自身者”或“能够运动自身者”;因为柏拉图在《法篇》第十卷中亦是如此表述的。因为也许不仅灵魂因被运动而运动[它物]是虚妄的,而且被运动属于灵魂本身也是全然不可能的。并非一切推动某物者都必然自身亦被运动,这一点已在《物理学》中通过多重论证予以展示;尽管如此,现今为了明晰起见,仍须从该处引入少量论点。因为如果凡推动者亦皆被运动,则其必然要么由自身运动,要么由他者运动。由他者运动诚非必然,因为论证将推向无穷。而由自身运动亦由于下列缘故是不可能的:因为自运者要么就自身之某一部分而言推动、就另一部分而言被运动,要么就自身之相同部分而言如此。如果就某一部分与另一部分而言,则其中必有某部分仅推动而不被运动,而他们并不认为这是可能的;并且它亦不再严格是自运者,而是一部分为推动者,另一部分为被运动者。以此种方式,便毫无阻碍将动物与植物亦称为自运者;因为这些亦由植物性灵魂所滋养和生长而被运动。但若是就自身整体而言推动且被运动,则任何人甚至无法设想,它如何能同时被运送且运送,受变异且施变异,以至于能同时施教且学习,以同一种健康治疗且被治疗。这些后果固然荒谬,但更为荒谬的表现则是:凡被运动者就其被运动而言尚在潜能中,而凡推动者就其推动而言皆在现实中,因此若自运者自身作为整体由自身运动,它便就同一事物而言同时处于潜能与现实之中,且同时是不完全与完全的,以致同时已是热的且尚未是热的,同时尚未思想且已在思想。这些问题正如我所说,已在《物理学》中得到精密探讨,对此处所述若觉不足者,其余论点应当取自该处;而我们则当证明我们目前所提出的主张,即灵魂绝不可能被运动。 既然凡被运动者皆以两种方式被运动——要么就自身而言,要么就他者而言;而我们所说的就他者而言被运动,是指那些由于处于被运动者之中而被运动的事物,例如船与水手(船是就自身而言运动,水手则是就他者而言;假定他们在船中静止,并不作人所固有的运动;同样,你亦可说物体的偶性如白、黑、二肘长、三肘长是被运动的,但这是就他者而言,由于存在于被运动者之中;而以此种方式被运动者,自身既可不是物体,亦不需有场所)——[既然被运动是在两种意义上被说的],我们现今就灵魂进行考察,看它在本性上是否是就自身而言运动并以此种方式分有运动;因为至于按偶性且就他者而言运动,即便我们亦会承认,只要它存在于被运动的物体之中。[因此,既然存在四种运动:位移、变异、减损、增益,它要么按其中一种被运动,要么按多种,要么按全部。]但已证明的是,凡依本性按这四种运动之一且非按偶性被运动者,全然在场所与物体之中。而他们并非使灵魂按偶性运动,这一点是显而易见的,因为他们甚至将灵魂的实体附着于运动。若灵魂是物体,显见它亦将具有固有场所。那么这场所究竟是何者呢?因为它将依本性向该场所运动,并且一旦处于该处便将依本性静止。而对于承认这些前提的论证而言,亦必须承认灵魂存在某些受强迫的运动与静止;因为凡依本性向其运动之场所,亦必因强迫而从中运动开去。然而灵魂究竟会有何种强迫的运动与静止,即便对于企图虚构它们的人来说亦非易事;因为我们固然见到有灵魂的身体往往既受强迫又违背本性地运动,如当其被推搡或被向上抛掷时,但谈论这些是灵魂的强迫运动则是不可能的;因为与之相对立的运动将成为灵魂合乎本性的运动了。

语法注3 条
  1. 1.3Διχῶς δὴ κινουμένου τοῦ κινουμένου παντός

    该句以独立属格(Διχῶς... κινουμένου)开始,但在关于“就他者而言”(κατ’ ἄλλο)的长篇插入说明(οἷον ἐπὶ τῆς νεώς至καθ’ ἑαυτά)之后,结构通过括号内的[διχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι]以破格构文(anacoluthon)的方式重述并衔接至主动词σκοποῦμεν。

  2. 1.3ἐπεὶ ὅτι κατὰ συμβεβηκὸς καὶ κατ’ ἄλλο καὶ ἡμεῖς ἂν συγχωροίημεν

    连词ἐπεί在此带有省略主句的让步或解释性用法(“因为关于……[无需考察,]即便我们亦会承认”),引导后面的ὅτι名词性从句。

  3. 1.3οἵγε καὶ τὴν οὐσίαν αὐτῆς ἐξάπτουσι τὴν κινήσεως

    带语气词的关系代词οἵγε引导原因从句(“既然他们甚至将其实体附着于运动”),说明为何他们的学说并非指偶性运动。传抄本中的“τὴν κινήσεως”通常被理解为“τῆς κινήσεως”之讹误,用作动词ἐξάπτουσι所要求的搭配对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:14.28-16.5