- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:13.10-14.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯回顾了德谟克利特、阿那克萨哥拉、泰勒斯、赫拉克利特、阿尔克迈翁、希波和克里底亚等人的灵魂学说,总结出先哲们无论从运动还是从认识出发界定灵魂,都将其归结为最初本原或元素,并因此无可避免地被引向非物体性。
Δημόκριτος δὲ τούτων ἑκάτερον καὶ γλαφυρωτέρως ἐδείκνυ, τὸ μὲν κινεῖν διὰ τὴν σμικρομέρειαν, τὸ δὲ κινεῖσθαι διὰ τὸ σχῆμα·1 ἄμφω γὰρ οἴεται ὑπάρχειν ταῖς σφαιροειδέσιν ἀτόμοις, ἐξ ὧν συνίστησιν οὐ μόνον τὴν ψυχὴν ἀλλὰ καὶ τὸ πῦρ. Ἀναξαγόρας δέ, ὥσπερ καὶ πρότερον εἴπομεν, διασαφεῖ μὲν οὐδὲν φανερῶς, εἴτε ταὐτὸν τίθεται νοῦν καὶ ψυχὴν εἴτε ἕτερον, ἀλλὰ τόν γε νοῦν ἀρχήν φησι σχεδόν τι τῶν ὄντων ἁπάντων. [μόνον γοῦν αὐτὸν ἁπλοῦν καὶ ἀμιγῆ προσαγορεύει], τὰς δὲ ὁμοιομερείας ὡς ὕλην αὐτῷ ὑποτίθησιν· οἴεται μέντοι καὶ αὐτὸς [ἄμφω] τῇ ψυχῇ ἀναγκαῖα, καὶ [τὸ γινώσκειν καὶ τὸ κινεῖν, καὶ τὸ μὲν κινεῖν καὶ πάνυ σαφῶς· ‘ἦν ὁμοῦ πάντα χρήματα, νοῦς δὲ αὐτὰ διέκρινεν ἐπελθών’· τὸ γιγνώσκειν δὲ ὅτι μάλιστα νοῦ ἴδιον τοῦτο. [ἔοικε δὲ καὶ Θαλῆς] κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν, εἴπερ διὰ τοῦτο ἔφη τὸν σίδηρον ἕλκεσθαι ὑπὸ τῆς λίθου τῆς ἡρακλείας, ὅτι ἔμψυχος ἐκείνη ἡ λίθος. οὕτως δὲ καὶ Ἀναξιμένης καὶ [Διογένης] καὶ ὅσοι ἀέρα λέγουσι τὴν ψυχὴν ἀμφότερα πειρῶνται διασῴζειν, καὶ τὸ κινεῖν διὰ τὴν λεπτομέρειαν, καὶ τὸ γιγνώσκειν διὰ τὸ τίθεσθαι ταύτην ἀρχήν. [καὶ Ἡράκλειτος δὲ] ἣν ἀρχὴν τίθεται τῶν ὄντων, ταύτην τίθεται καὶ ψυχήν· πῦρ γὰρ καὶ οὗτος. τὴν γὰρ ἀναθυμίασιν ἐξ ἧς τὰ ἄλλα συνίστησιν οὐκ ἄλλο τι ἢ πῦρ ὑποληπτέον, τοῦτο δὲ καὶ ἀσώματον καὶ ῥέον ἀεί. [ἐν κινήσει δὲ εἶναι τὰ ὄντα ἅπαντα κἀκεῖνος ᾤετο καὶ οἱ πολλοί. τούτοις δὲ παραπλησίως καὶ Ἀλκμαίων] ὁ Κροτωνιάτης φυσικός· [φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ] μάλιστα [ἐοικέναι τοῖς ἀθανάτοις] αἰεὶ κινουμένην· [κινεῖσθαι γὰρ καὶ τὰ] ἀθάνατα [πάντα συνεχῶς], ἥλιον σελήνην τοὺς ἀστέρας τὸν οὐρανόν. [φορτικῶς δὲ Ἵππων καὶ οἵτινες Ἵππωνι παραπλησίως ὕδωρ τὴν ψυχὴν ἀπεφήναντο διὰ τὴν γονήν, ὅτι πάντων ὑγρά.] φορτικῶς δὲ καὶ ὅσοι αἷμα, καθάπερ καὶ [Κριτίας, [τὸ αἰσθάνεσθαι τῇ ψυχῇ οἰκειότατον ὑπολαβών, [τοῦτο δὲ ὑπάρχειν διὰ τὴν τοῦ αἵματος φύσιν]· τὰ γὰρ ἄναιμα, οἷον ὀστᾶ καὶ ὄνυχας καὶ ὀδόντας, ἀναίσθητα εἶναι. καίτοι τά γε νεῦρα ἄναιμα ὄντα αἰσθητικώτατά ἐστι. [πάντα δ’ οὖν τὰ στοιχεῖα κριτὴν εἴληφε πλὴν τῆς γῆς,2 ταύτην δὲ οὐδεὶς ἀποπέφανται πλὴν εἴ τις αὐτὴν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα.] Ἐκ δὴ τῆς ἱστορίας δῆλόν ἐστιν, ὅτι δύο μὲν προτίθενται περὶ τὴν ψυχὴν θεωρεῖν κίνησιν καὶ γνῶσιν, ὑποφέρονται δὲ ὥσπερ καὶ ἄκοντες ἐπὶ τρίτον ἕτερον τὸ ἀσώματον· οἱ γὰρ λεπτομερέστατον αὐτὴν τιθέμενοι καὶ διὰ τοῦτο εὐκίνητον ὀνειροπολεῖν ἐοίκασι ταύτην τὴν φύσιν, λέγω δὲ τὴν ἀσώματον. ἀλλ’ ὅτι γε [εἰς τὰς ἀρχὰς ἀνάγουσιν] ἅπαντες τὴν ψυχὴν οἱ μὲν ὡς κινοῦσαν, οἱ δὲ ὡς γιγνώσκουσαν πάντα διὰ τὴν πρὸς ἐκεῖνα συγγένειαν, δῆλόν ἐστιν. Ἀναξαγόρας δὲ μόνος τὴν συγγένειαν ταύτην αὐτῆς ἀφαιρεῖται, καὶ γιγνώσκεσθαι πάντα ὑπ’ αὐτῆς συγχωρῶν τὰ ὄντα, πάντη ἀμιγῆ καὶ ἁπλοῦν φησιν εἶναι τὸν νοῦν, καὶ οὐδενὶ ὅμοιον ὧν γιγνώσκει· διὰ τίνα δὲ ἑτέραν αἰτίαν γινώσκει, οὔτε ἐκεῖνος εἴρηκεν, οὔτε ἐκ τῶν εἰρημένων συμφανές ἐστιν. οἱ δὲ ἄλλοι πάντες οὐκ ἀφίενται τῶν ἀρχῶν, ἀλλὰ καὶ [ὅσοι τιθέασιν ἐν ταῖς ἀρχαῖς ἐναντίωσιν, καὶ τὴν ψυχὴν συνιστᾶσιν ἐκ τῶν ἐναντίων], ὥσπερ Ἐμπεδοκλῆς. δοὺς γὰρ ἐν τοῖς στοιχείοις θερμότητα ψυχρότητα, ὑγρότητα ξηρότητα, δίδωσι καὶ τῇ ψυχῇ τὰς ἐναντιώσεις ταύτας ὑπάρχειν· γαίῃ μὲν γάρ φησι γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ. ὥσθ’ ὅσοι γε ἓν τῶν στοιχείων τὴν ψυχὴν ἔθεντο τὴν ἐκείνου ποιότητα μόνην προστιθέασι καὶ τῇ ψυχῇ, οἱ μὲν πυρὸς τὴν θερμότητα καθάπερ Ἡράκλειτος, οἱ δὲ ὕδατος τὴν ὑγρότητα καθάπερ Ἵππων. οὕτω γοῦν καὶ ἐκ τῶν ὀνομάτων κομψεύονται, οἷς ἐπὶ τῆς ψυχῆς κέχρηται ἡ συνήθεια, οἱ μὲν τὸ θερμὸν λέγοντες ὅτι καὶ τὸ ζῆν παρὰ τὸ ζεῖν ὠνομάσθη, οἱ δὲ τὸ ψυχρὸν ὅτι καὶ τοὔνομα τῆς ψυχῆς ἐντεῦθεν· διὰ γὰρ τὴν κατάψυξιν ἣ σώζει τὸ ζῷον ἐκ τῆς ἀναπνοῆς. τὴν μὲν οὖν παραδοθεῖσαν ἡμῖν ἱστορίαν περὶ ψυχῆς διεληλύθαμεν, τὰ μὲν οἷς λέγουσιν ἀκολουθοῦντες, τὰ δὲ οἷς εἰκὸς αὐτοὺς βούλεσθαι λέγειν.3
德谟克利特则更精巧地展示了这两者中的每一项:以微细的微粒展示使其运动,以其形状展示其被运动;因为他认为两者都属于球形的原子,而他不仅用这些原子构成灵魂,也用它们构成火。 另一方面,正如我们此前所说,阿那克萨哥拉无论将努斯与灵魂定为相同还是相异,都没有作出任何明确的说明,但他至少宣称努斯几乎是万有存在者的本原。[他至少称它独一为单纯且不加混合的],并将同质部分作为质料置于其下;然而他自己也认为[两者]对灵魂而言是不可或缺的,即[认识与使其运动;关于使其运动则说得极为明确:“万物浑然一体,努斯来临并区分了它们”];而认识则因为这最属于努斯固有之特性。 [泰勒斯似乎也]推想灵魂是某种具有动能之物,如果他确乎是因为那块石头有灵魂(生命),才宣称铁被赫拉克勒斯之石所吸引。 同样,阿那克西美尼与[狄奥根尼],以及凡是将灵魂说成气的人,都试图保全这两者:通过微细的微粒保全使其运动,通过将气定为本原保全认识。 [赫拉克利特也是如此],他将何者定为存在者的本原,就将何者也定为灵魂;因为他也[主张]火。因为他用以构成其他事物的蒸气,应当理解为非他物而正是火,而这既是非物体的,又是永远流动的。[并且他和多数人都认为所有存在者都在运动之中。克罗顿的自然哲学家阿尔克迈翁的见解也与这些人相仿];[因为他说灵魂是不死的,由于其永远运动而]最[类似于不死者];[因为不死者也全都在连续运动],太阳、月亮、星辰和天空[皆是如此]。 [希波以及凡以与希波相仿的方式将灵魂宣称为水的人,其做法是粗陋的,他们依据精液而下结论,因为一切动物的精液都是湿的]。凡将灵魂说成血液的人也是粗陋的,正如[克里底亚也是如此,[他推想感觉最属于灵魂固有之特性,[而这特性是凭借血液的本性而存在的]];因为无血之物,如骨、爪、齿,都是无感觉的。尽管肌腱虽无血,却是极具感觉能力的。 [总之,除土之外的一切元素都得到了代言人,而没有一个人宣称土是灵魂,除非有人说灵魂是由所有元素构成的,或者灵魂就是所有元素本身]。 从这番历史考查中显而易见的是,他们虽企图就灵魂考察运动与认识这两点,却仿佛违背己愿地被卷向了第三个不同的事物,即非物体性;因为那些将灵魂定为由最精微的部分构成并因此易于运动的人,似乎都在梦想着这种本性,我指的是非物体的本性。 然而,所有人都将灵魂[归结为诸本原],或者作为使其运动者,或者作为因与它们〔万物〕的亲缘性而认识万物者,这一点是显然的。唯独阿那克萨哥拉剥夺了灵魂的这种亲缘性,他在承认一切存在者都由它认识的同时,却说努斯在各方面都是不加混合且单纯的,并且不与它所认识的任何事物相似;至于它凭借何种别的原因进行认识,他既没有说明,从他的言论中也看不出端倪。 而所有其他人都不脱离诸本原,甚至[凡是在诸本原中设定对立的人,也由对立者构成灵魂],正如恩培多克勒那样。因为他在元素中赋予了热与冷、湿与干,便也赋予灵魂具有这些对立;因为他说:“以土我们得见土,以水得见水。”因此,凡将灵魂定为元素之一的人,也仅将那一元素的性质赋予灵魂——有的人如赫拉克利特那样赋予火的热,有的人如希波那样赋予水之湿。这样,他们甚至从日常习惯施加于灵魂的名称中玩弄机智:有的人说是热,因为生活一词也是从沸腾派生而来;有的人说是冷,因为灵魂这一名称正由此而来,这是由于呼吸所带来的维持动物生存的冷却。 于是,关于流传给我们的关于灵魂的历史,我们已经讨论完毕,一部分依据他们实际所说的,一部分依据他们按理希望表达的。
- 1.2τὸ μὲν κινεῖν διὰ τὴν σμικρομέρειαν, τὸ δὲ κινεῖσθαι διὰ τὸ σχῆμα
带冠词的不定式 τὸ κινεῖν(主动:使他物运动)与 τὸ κινεῖσθαι(被动/中动:自身被运动)作为同位成分补充说明前文的 τούτων ἑκάτερον,分别将动能与受动性对应于微粒的细小与球形形状。
- 1.2πάντα δ’ οὖν τὰ στοιχεῖα κριτὴν εἴληφε πλὴν τῆς γῆς
习语 κριτὴν εἴληφε(字面意义为“得到了裁判者/评判者”)意指各元素都找到了将其认定为灵魂本质的主张者或代言人。πλὴν τῆς γῆς 是表示例外的介词短语。
- 1.2τὰ μὲν οἷς λέγουσιν ἀκολουθοῦντες, τὰ δὲ οἷς εἰκὸς αὐτοὺς βούλεσθαι λέγειν
相关结构 τὰ μέν ... τὰ δέ 作状语(“一部分……一部分……”)修饰分词 ἀκολουθοῦντες,支配两个与格关系从句:οἷς λέγουσιν(“顺应他们所说的”)与 οἷς εἰκὸς [ἐστὶν] αὐτοὺς βούλεσθαι λέγειν(“顺应他们按常理意欲表达的”)。
