← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§11.37-13.10

灵魂认知能力与数的对应及运动原则

忒密斯提乌斯引述色诺克拉底,梳理了柏拉图学派将灵魂的努斯、科学知识、意见和感觉诸能力与一至四的理念数相对应的学说。随后,他论述了将认识与自身运动相结合的观点,并阐明关于本原的物体性与数量的分歧如何反映在各派的灵魂理论中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#3

ταῦτα δὲ ἅπαντα λαβεῖν ἔστιν ἐκ τῶν Περὶ φύσεως Ξενοκράτους. τὸ μὲν οὖν αὐτόζῳον, τουτέστι τὸν κόσμον τὸν νοητόν, ἐκ τῶν πρώτων ἐποίουν ἀρχῶν, τὰ δὲ ἐπὶ μέρους ἐκ τῶν ὑφειμένων· ὥσπερ γὰρ τὰ αἰσθητὰ ἔχει πρὸς ἄλληλα, οὕτω καὶ τὰς ἰδέας αὐτῶν πρὸς ἀλλήλας ἔχειν. Ἔτι δὲ καὶ ἄλλως τὸν αὐτὸν τοῦτον λόγον μετῄεσαν· ἐπειδὴ γὰρ ἡ ψυχὴ πλείοσι δυνάμεσι χρῆται εἰς κατάληψιν τῶν ὄντων, νῷ καὶ ἐπιστήμῃ καὶ δόξῃ καὶ αἰσθήσει, τὸν μὲν νοῦν ἔχειν ἐκ τῆς τοῦ ἑνὸς ἰδέας αὐτὴν διωρίζοντο, τὴν δὲ ἐπιστήμην ἐκ τῆς πρώτης δυάδος· ἀφ’ ἑνὸς γὰρ ἐφ’ ἓν καὶ ἡ ἐπιστήμη, ἀπὸ γὰρ τῶν προτάσεων ἐπὶ τὸ συμπέρασμα· τὴν δόξαν δὲ ἐκ τῆς πρώτης τριάδος, ὅσος ἦν καὶ τοῦ ἐπιπέδου ἀριθμός· τῆς γὰρ δόξης ἤδη καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐκ τῶν προτάσεων· αἴσθησιν δὲ ἀπὸ τῆς πρώτης τετράδος, ἐξ ἧς καὶ ἡ τοῦ στερεοῦ σώματος ἰδέα· περὶ γὰρ τὸ τοιοῦτον σῶμα ἡ αἴσθησις. τῶν μὲν γὰρ ὄντων ἁπάντων ἀρχὴ τὰ εἴδη καὶ ὁ εἰδητικὸς ἀριθμός, αὐτοῦ δὲ τοῦ ἀριθμοῦ στοιχεῖα τὸ ἓν καὶ ἡ δυὰς ἡ ἀόριστος ἣν ὑπετίθεσαν τῷ ἑνὶ πρὸς γένεσιν τοῦ πλήθους τῶν ἀριθμῶν· ἐξ αὐτοῦ μὲν γὰρ τοῦ ἑνός, εἴπερ ἓν εἴη τῷ ὄντι, οὐδὲν ἂν ἕτερον παραχθείη, πλήθους δὲ ἐν τοῖς εἴδεσιν ὄντος δεῖ φύσεως ἑτέρας ὑποκειμένης τῷ ἑνί, παρ’ ἧς τὸ πλῆθος, ἣν ἀόριστον δυάδα ἐκάλουν· δυάδα μὲν ὅτι μεριστὴ καὶ πλήθους ἤδη ποιητική, ἀόριστον δὲ ὅτι μὴ εἶχεν οἰκεῖον ὅρον, ἀλλὰ παρὰ τοῦ ἑνὸς αὐτῇ ὁ ὅρος ἑκάστου εἴδους ἐχορηγεῖτο, καὶ ταύτης τῷ ἑνὶ παρυποστάσης τῆς φύσεως οὕτω πληθυνθῆναι τὸν εἰδητικὸν ἀριθμόν, καὶ ταύτης εἶναι εἰκόνα τὴν ἐν τοῖς σώμασιν ὕλην, ὥσπερ τοῦ ἑνὸς τὸ ἔνυλον εἶδος. τὴν οὖν ψυχὴν συγκειμένην ἐκ τῶν αὐτῶν ἀρχῶν ἐξ ὧνπερ ὁ εἰδητικὸς ἀριθμός, συγκειμένην δὲ οὐ τῷ κεκρᾶσθαι ἀλλὰ τῷ μέσην ἔχειν τάξιν ὑπὸ μὲν τοῦ ἑνὸς παραχθεῖσαν, τὴν δὲ περὶ τὰ σώματα μεριστὴν φύσιν παραγαγοῦσαν· συγκειμένην οὖν ἐκ τῶν αὐτῶν ἀρχῶν τοῖς εἰδητικοῖς ἀριθμοῖς εἰκότως γιγνώσκειν τὰ ὄντα.1 Οὕτω μὲν οὖν καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος καὶ αὐτὸς Πλάτων ἐκ τῆς πρὸς τὰς ἀρχὰς συγγενείας τῇ ψυχῇ τῶν ὄντων τὴν κατάληψιν ἀποδιδόασιν. ἦσαν δ’ ἕτεροι οἱ καὶ τὰ δύο ἅμα συμπλέκοντες εἰς τὴν ἀπόδοσιν τῆς ψυχῆς, τό τε κινεῖν καὶ τὸ γιγνώσκειν, ὡς ὁ τὴν ψυχὴν ἀποφηνάμενος ἀριθμὸν κινοῦντα ἑαυτόν, διὰ μὲν τοῦ ἀριθμοῦ τὴν γνωστικὴν δύναμιν ἐνδεικνύμενος, διὰ δὲ τοῦ κινεῖν ἑαυτὸν τὴν κινητικήν. Ἅπαντες μέντοι γε ὅσοι τὸ γιγνώσκειν οἰκεῖον ἔθεντο τῇ ψυχῇ καὶ διὰ ταῦτα ἐκ τῶν ἀρχῶν αὐτὴν συνεστήσαντο, τῇ περὶ τῶν ἀρχῶν διαφορᾷ καὶ περὶ τῆς ψυχῆς συνδιηνέχθησαν. περὶ δὲ τῶν ἀρχῶν διαφέρονται πρὸς ἀλλήλους οὐ μόνον, τίνες εἰσίν, ἀλλὰ καὶ ὁπόσαι, καὶ καθ’ ἑκάτερόν γε αὐτῶν οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον· μᾶλλον μὲν οἱ σωματικὰς ποιοῦντες τὰς ἀρχὰς τοῖς ἀσωμάτους,2 ἧττον δὲ πρὸς τούτους οἱ μίξαντες καὶ τὰς μὲν τοίας τὰς δὲ τοίας τὰς ἀρχὰς ἀποφηνάμενοι· καὶ πάλιν γε αὖ [περὶ τοῦ πλήθους] μᾶλλον μὲν οἱ μίαν τοῖς ἀπείροις, ἧττον δὲ οἱ πλείους μιᾶς πρὸς ἑκατέρους. [ἑπομένως δὲ] ταῖς περὶ τῶν ἀρχῶν ὑποθέσεσι καὶ περὶ τῆς ψυχῆς διορίζονται. τοῦτο δὲ ἠκολούθει μὲν μάλιστα τοῖς οἰκειότατον τῆς ψυχῆς τὴν πάντων γνῶσιν ὑπολαμβάνουσιν καὶ διὰ τοῦτο ἐκ τῶν ἀρχῶν καὶ ταύτην ποιοῦσιν· οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὸ κινεῖν τῆς ψυχῆς σύμφυτον δύναμιν ὑπενόησαν, εἰκότως καὶ οὗτοι [συγγενῆ ταῖς ἀρχαῖς αὐτὴν ἀποφαίνονται· εὔλογον γὰρ καὶ λίαν πιθανὸν τὴν κινητικωτάτην αἰτίαν ἐν ταῖς πρώταις ἀρχαῖς κατατάσσειν. ὅθεν ἔδοξέ τισιν ἐκ πυρὸς εἶναι μάλιστα ἡ ψυχή, ὅτι τὸ πῦρ λεπτομερέστατον καὶ ἥκιστα σωματῶδες καὶ αὐτό τε κινεῖσθαι ἐξ ἑαυτοῦ δοκεῖ καὶ τὰ ἄλλα κινεῖν, οἷσπερ ἂν πελάσῃ.

这一切都可以从色诺克拉底的《论自然》中获悉。于是,他们使动物自身即理知宇宙由最初的诸本原构成,而使个别具体之物由从属的本原构成;因为正如可感事物彼此相互关联,它们的理念彼此之间也是如此关联。此外,他们还以另一种方式探讨这同一道理:因为灵魂使用多种能力来把握存在者,即努斯、科学知识、意见和感觉,所以他们规定灵魂具有努斯是源自“一”的理念,具有科学知识是源自最初的二元;因为科学知识也是从一到一,即从前提走向结论;具有意见是源自最初的三元,这与平面的数也是相同的;因为从前提中,意见已经产生出真与假;而具有感觉则是源自最初的四元,立体物体的理念也源出于此;因为感觉正关涉于这样的物体。因为万有存在者的本原是诸形式与理念数,而数自身的构成要素是“一”与不定二元,他们将不定二元置于“一”之下,以生成数的多数;因为从“一”自身而言,如果它确乎真正为一,就不能产生出任何别的事物,但既然在诸形式中存在多数,就必然需要另一种依附于“一”之下的本性,多数正是由它而来,他们称之为不定二元——称其为二元,是因为它是可分的,且已经能产生多数;称其为不定,是因为它没有固有的界限,而是每个形式的界限都由“一”提供给它;由于这种本性与“一”并存立,理念数才如此得以繁衍,而物体之中的质料就是这种[本性]的影像,正如具质料的形式是“一”的影像一样。因此[他们认为],灵魂由构成理念数的相同本原所构成——但这构成不是由于被混合,而是由于它拥有中间的位阶,由“一”所产生,且产生了在物体周围可分的本性——既然它由与理念数相同的本原所构成,理所当然地能够认识存在者。 因此,柏拉图著作中的蒂迈欧和柏拉图本人,都是依据灵魂与诸本原的亲缘性,将对存在者的把握归属于灵魂。然而还有其他人,将两者同时编织进对灵魂的定义之中,即运动与认识,正如宣称灵魂是“自身运动的数”的那位哲人,他以“数”指示认识的能力,以“自身运动”指示运动的能力。 不过,凡是将认识规定为灵魂固有之物、并因此使灵魂由诸本原构成的所有人,都随着关于诸本原的分歧而在关于灵魂的问题上同时产生分歧。关于诸本原,他们彼此之间不仅就本原是什么产生分歧,而且就本原有多少产生分歧,在这两个方面中的每一项上,有的人分歧更大,有的人分歧较小:使诸本原为物体性的人,与使诸本原为非物体性的人相比,分歧更大;而相对于这些人,那些将两者混合并宣称诸本原一部分是这样、一部分是那样的人,分歧则较小;再次,[关于数量,]将本原定为单一的人,与定为无限的人相比,分歧更大;而将本原定为多于单一的人,相对于这两者分歧则较小。他们依据关于诸本原的假定,也同样对灵魂进行规定。这尤其伴随着那些认为对万物的认识最属于灵魂固有之特性、并因此使灵魂也由诸本原构成的人;不仅如此,凡是推想运动是灵魂天生固有能力的人,他们理所当然地也将灵魂宣称与诸本原具有亲缘性;因为将最具有动能的原因列入最初的本原之中,是合理且极具说服力的。因此某些人认为灵魂尤其是由火构成的,因为火具有最精微的微粒且最缺乏物体性,它似乎既由自身运动,又运动它所接近的其他一切事物。

语法注2 条
  1. 1.2τὴν οὖν ψυχὴν συγκειμένην ἐκ τῶν αὐτῶν ἀρχῶν... εἰκότως γιγνώσκειν τὰ ὄντα

    从开头的宾格分词短语(τὴν οὖν ψυχὴν συγκειμένην...)到不定式 γιγνώσκειν 的结构是接续前文柏拉图学派学说的“宾格加不定式”间接引语结构。中间插入了解释性的对比(συγκειμένην δὲ οὐ τῷ κεκρᾶσθαι...),随后以 συγκειμένην οὖν... 重新提起,最终连接至不定式 γιγνώσκειν。

  2. 1.2μᾶλλον μὲν οἱ σωματικὰς ποιοῦντες τὰς ἀρχὰς τοῖς ἀσωμάτους

    承接前文 διαφέρονται πρὸς ἀλλήλους 的高度凝练的省略结构。与格 τοῖς ἀσωμάτους 指“主张本原为非物体者(τοῖς ἀσωμάτους ποιοῦσιν)”,作表示分歧对象的与格。全句骨架应补足为:μᾶλλον μὲν [διαφέρονται] οἱ σωματικὰς ποιοῦντες τὰς ἀρχὰς τοῖς ἀσωμάτους [ποιοῦσιν]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:11.37-13.10