← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§125.1-125.32

触觉器官的中庸性与动物身体的复合性

特米斯提乌斯依据《论灵魂》卷三第十三章开篇论证,由于触觉要求作为所有可触对立面的中庸调和,因此受生动物的身体绝不能由任何单一的单纯元素构成,而必须是复合物,并驳斥了将触觉与营养归于天界神圣身体的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13#1

13. Ἀλλ’ ὅ γε λόγος καὶ τοῦτο ὥρμηται προσαποδεῖξαι, ὅτι οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ γενητοῦ ζῴου σῶμα, λέγω δὲ ἁπλοῦν ἐκ τῶν τριῶν τούτων τινός, οἷον πύρινον ἢ ὑδάτινον ἢ ἀέρινον (τὸ γὰρ θεῖον σῶμα χωρὶς ἔστω ἐν εὐφημίᾳ)· ἁφὴν γὰρ οὐχ οἷόν τε εἶναι ἐξ ἁπλοῦ σώματος, ἀλλ’ ἐν μεσότητι κεκραμένου,1 καὶ ὅσα ἐκ τῶν ἁπλῶν στοιχείων ἐδείκνυτο αἰσθητήρια, τῶν ἄλλων αἰσθήσεων ἐδείκνυτο πλὴν τῆς ἁφῆς, οἷον ὄψεως καὶ ἀκοῆς καὶ ὀσφρήσεως ὕδωρ καὶ ἀήρ. καὶ ταῦτα ἐδεῖτο μὲν τοῦ θιγγάνειν, οὐκ αὐτῶν δὲ ὅμως θιγγάνοντα τὴν κρίσιν ἐποιεῖτο τῶν αἰσθητῶν,2 ἀλλ’ ἑτέρου σώματος μεταξὺ διακονοῦντος, τὴν δὲ ἁφὴν αὐτῶν ἅπτεσθαι τῶν αἰσθητῶν ἀναγκαῖον. καὶ γὰρ τοὔνομα αὐτῆς ἐκ τοῦ ἅπτεσθαι καὶ θιγγάνειν. τὸ τοίνυν συμβαῖνον ἐκ τοῦ λόγου συγχωρητέον· εἰ γὰρ ἀναγκαῖον μὲν τὴν ἁφὴν τοῖς ζῴοις ὑπάρχειν, ταύτην δὲ οὐχ οἷόν τε ἔκ τινος εἶναι τῶν τριῶν τούτων στοιχείων, οὐδ’ ἂν τὸ τοῦ ζῴου σῶμα ἔκ τινος εἴη τῶν εἰρημένων. ἀλλὰ ἆρα γῆς; ἀλλὰ καὶ ἐπὶ ταύτης ὁ αὐτὸς λόγος, ὅτι ἔστιν ἡ ἁφὴ μεσότης ἁπασῶν τῶν ἁπτῶν ἐναντιώσεων οὐ μόνον ψυχρότητος καὶ θερμότητος, ἀλλὰ καὶ ξηρότητος καὶ ὑγρότητος τῶν ἐν τοῖς ἁπλοῖς στοιχείοις. κέκραται γὰρ ἐξ ἁπάντων ὑπὸ τῆς φύσεως ἡ μέλλουσά γε ἁπάντων αὐτῶν ἀντιλήψεσθαι, γῆ δὲ καθ’ ἑαυτὴν ἀναισθητότατον τῶν στοιχείων. τεκμήριον δέ· καὶ γὰρ τὰ ἡμέτερα μέρη ὅσα γῆς πλείονος καὶ τὰ φυτὰ διὰ τοῦτο οὐκ αἰσθάνεται, ὅτι γῆς πλείονος. οὐκ ἄρα ἁπλοῦν τὸ τοῦ ζῴου σῶμα. πάλιν δὲ ὅταν λέγω τοῦ ζῴου, τοῦ γενητοῦ λέγω· τούτῳ γὰρ καὶ τὴν ἁφὴν ἀναγκαίαν ὁ λόγος ἐξεῦρε, τῷ θείῳ δὲ μάτην ἂν ὑπῆρχεν ἁφή· κινεῖται γὰρ δι’ ὁμοειδοῦς τὸν ἀεὶ χρόνον. ἀλλ’ οὐδὲ γεῦσις οὐδὲ ὄσφρησις οὐδὲ ἀκοὴ οὐδὲ ὄψις· οὔτε γὰρ χυμὸς ἐκεῖ οὔτε ἀήρ, ἀλλ’ οὐδὲ χρῶμα· τοῦ γὰρ χάριν ἀντιλήψεται τῶν χρωμάτων; ἀλλ’ ἕτερον εἶδος ζῴου τὸ θεῖον σῶμα πολλῷ ἄμεινον καὶ θειότερον καὶ ἄλλον ἴσως τρόπον ἀντιλαμβανόμενον τῶν αἰσθητῶν, ὅνπερ τὰ γεννῶντα τῶν γεννωμένων.3 ἡμεῖς μὲν οὖν καὶ ζῷον λέγομεν καὶ ἄμεινον αἰσθήσεως τὸ θεῖον σῶμα· οἱ δὲ ζῷον μὲν αὐτὸ εἶναι τιθέμενοι, ἐκ πυρὸς δὲ εἶναι λέγοντες καὶ τροφῇ χρῆσθαι, λεγέτωσαν ἢ πῶς οἷόν τε ζῷον τρέφεσθαι χωρὶς γεύσεως, ἢ πῶς γεύεσθαι χωρὶς ἁφῆς ἢ καὶ τὰς ἄλλας ἔχειν αἰσθήσεις χωρὶς ἁφῆς ἢ τὴν ἁφὴν δύνασθαι εἶναι δι’ ἁπλοῦ σώματος.4

13. 但该论证进而还要附加证明这一点,即受生动物的身体不可能是单纯的——我所说的单纯是指由这三种元素中的任何一种构成,例如由火、由水或由气构成(因为让神圣的身体在虔敬的静默中被置于一旁吧)——因为触觉不可能是由单纯的身体构成的,而是由调和在适度之中的[身体构成的];并且凡是被证明是由单纯元素构成的感觉器官,都被证明是属于除触觉之外的其他诸感觉的,例如属于视觉、听觉和嗅觉的水与气。而且这些[器官]固然需要接触,但它们做出对感觉对象的判别却不是通过接触[感觉对象]本身,而是通过中间充当媒介的另一身体,相反,触觉则必然接触感觉对象本身。因为它的名称确实来源于触碰与接触。因此,从论证中得出的结论必须被承认:因为如果触觉必然属于动物,而这[触觉]不可能由这三种元素中的任何一种构成,那么动物的身体也不可能由上述任何一种构成。但难道是由土构成的吗?然而关于土也有同样的论证,即触觉是所有可触知对立物的中庸,不仅是冷与热的中庸,而且也是存在于单纯元素中的干与湿的中庸。因为要把握所有这些对立物的感觉,必定是由自然从所有元素中混合而成的,而土就其自身而言是各元素中最无感觉的。明证就在于:我们身体中凡是由较多土构成的部分,以及植物,都正是因为这个原因,即因为由较多的土构成,而不具有感觉。因此,动物的身体绝不是单纯的。但当我再次说“动物的”时,我是指受生动物的;因为论证发现触觉对于它是必然的,而对于神圣的[身体]而言触觉的存在则是徒劳的;因为它自始至终都在同类的介质中运动。而且它也没有味觉、嗅觉、听觉和视觉;因为在那里既无滋味也无空气,甚至也无颜色;它究竟为了什么目的去感知颜色呢?相反,神圣的身体是另一种类的动物,远为优越且更为神圣,或许以另一种方式把握感觉对象,正如生成者[把握]被生成者那样。因此,我们既称神圣的身体为动物,又称其优越于感觉;但那些设定它为动物、却主张它由火构成且享用营养的人,且让他们说清楚,动物在没有味觉的情况下如何可能得到滋养,或者在没有触觉的情况下如何可能品尝,或者在没有触觉的情况下如何可能具有其他感觉,或者触觉如何可能通过单纯的身体而存在。

语法注4 条
  1. 3.13ἀλλ’ ἐν μεσότητι κεκραμένου

    前置词 ἐξ 承前句 οὐχ οἷόν τε εἶναι ἐξ ἁπλοῦ σώματος 而省略,属格分词 κεκραμένου 与被省略的 [ἐκ] σώματος 一致,与前文的 ἁπλοῦ σώματος 形成对照。

  2. 3.13οὐκ αὐτῶν δὲ ὅμως θιγγάνοντα τὴν κρίσιν ἐποιεῖτο τῶν αἰσθητῶν

    中性复数分词 θιγγάνοντα 与主语 ταῦτα(指代感觉器官 αἰσθητήρια)一致,而按中性复数主语的语法规则支配单数动词 ἐποιεῖτο。属格 αὐτῶν... τῶν αἰσθητῶν 是分词 θιγγάνοντα 所支配的宾语,而非 τὴν κρίσιν 的修饰语。

  3. 3.13ὅνπερ τὰ γεννῶντα τῶν γεννωμένων

    在由关系代词 ὅνπερ 引导的从句中省略了动词短语。承接前文 ἄλλον ἴσως τρόπον ἀντιλαμβανόμενον τῶν αἰσθητῶν,此处省略了以 τὰ γεννῶντα 为主语、τῶν γεννωμένων 为宾语的感知或关联动词。

  4. 3.13λεγέτωσαν ἢ πῶς οἷόν τε ζῷον τρέφεσθαι χωρὶς γεύσεως, ἢ πῶς γεύεσθαι χωρὶς ἁφῆς ἢ καὶ τὰς ἄλλας ἔχειν αἰσθήσεις χωρὶς ἁφῆς ἢ τὴν ἁφὴν δύνασθαι εἶναι δι’ ἁπλοῦ σώματος

    祈使动词 λεγέτωσαν 支配由 ἤ 连接的四个平列间接从句(ἢ πῶς... ἢ πῶς... ἢ καὶ [πῶς]... ἢ [πῶς]...),逐一列举出主张天体由火构成且摄取营养的对手所面临的不可化解的逻辑困境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:125.1-125.32