← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§125.33-126.22

触觉对动物生存的不可或缺性及其丧失的后果

德米斯提厄斯总结了触觉对于动物本质生存的不可或缺性以及触觉的毁灭直接导致死亡的原因,并与其他四种感觉的目的论功能作了对比,以此结束全书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13#2

Πέφηνε τοίνυν ἡμῖν ἡ ἀνάγκη δι’ ἣν ταύτης μόνης στερισκόμενα τῆς αἰσθήσεως εὐθὺς ἀποθνήσκει τὰ ζῷα· οὔτε γὰρ τὴν ἁφὴν ἔχειν δυνατόν, ὅταν μὴ ζῷον ὑπάρχῃ, οὔτε ζῷον εἶναι, ὅταν μὴ ἔχῃ τὴν ἁφήν, ἀλλ’ ἔστιν αὕτη πρώτη τῶν αἰσθήσεων τῷ ζῴῳ ὑπάρχουσα καθὸ ζῷον· καὶ διὰ τοῦτο τῶν μὲν ἄλλων αἰσθητῶν αἱ ὑπερβολαὶ οὐ τὸ ζῷον φθείρουσιν ἀλλὰ τὴν αἴσθησιν, οἷον χρώματος ὑπερβολὴ τὴν ὄψιν, ψόφου δὲ ὑπερβολὴ τὴν ἀκοήν, καὶ ὀσμῆς ὁμοίως τὴν ὄσφρησιν. ὅταν δὲ λέγηται ὑπὸ τῆς βροντῆς ἐφθάρθαι τὸ ζῶον, οὐκ ἄδηλον ὅπως λέγεται· οὐδὲ γὰρ ἡ βροντὴ οὐδὲ ὁ ψόφος ἔπληξεν, ἀλλὰ τὸ πνεῦμα καὶ ὁ ἀήρ, οὐδὲ τὸ χρῶμα ἐξέπληξε τὸ ζῶον ἀλλ’ ὁ φόβος ὁ τοῦ χρώματος τῷ σώματι τροπὴν ἐμποιήσας, οὐδὲ ἡ ὀσμὴ ἀλλὰ τὸ κινηθὲν ὑπὸ τῆς ὀσμῆς, καὶ ὁ χυμὸς δὲ οὐχ ᾗ χυμὸς ἀλλ’ ᾗ ἥψατο τῶν κυρίων μερῶν.1 αἱ δὲ τῶν ἁπτῶν ὑπερβολαὶ τὸ ζῶον οὐ κατὰ συμβεβηκὸς ἀναιροῦσιν, ἀλλ’ ὅταν ὑπερβάλῃ τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ σκληρόν, ταῦτα διαφθείρει τὸ ζῶον, καὶ λίαν εἰκότως· παντὸς μὲν γὰρ ἐν ὑπερβολῇ αἰσθητοῦ φθείρεται τὸ αἰσθητήριον, τῆς δὲ ἁφῆς αἰσθητήριον ὅλη ἡ σὰρξ καὶ ὅλον τὸ σῶμα τοῦ ζῴου καὶ οὐ μέρος τι ἀφωρισμένον. ὅταν οὖν φθείρηται τὸ σῶμα, φθείρεται τὸ ζῶον. ἔφην δὲ καὶ πρότερον ἤδη, ὅτι τῶν πέντε αἰσθήσεων αὕτη μόνη πρὸς τὸ ζῶον εἶναι ἀπόχρη, αἱ δὲ τέσσαρες πρὸς τὸ εὖ εἶναι, ὥστε ἡ μὲν ἐκείνων φθορὰ τοῦ εὖ εἶναι φθορά, ἡ δὲ τῆς ἁφῆς τοῦ ζῷον εἶναι. ἐπεὶ τήν γε ὄψιν ἔχει τὸ ζῷον οὐ διότι ζῷον, ἀλλ’ ὅτι ἐν ἀέρι διαιτώμενον ἢ ὕδατι καὶ ὅλως ἐν τῷ διαφανεῖ· τὴν δὲ γεῦσιν ἵνα τὸ ἡδὺ καὶ τὸ λυπηρὸν διαγιγνώσκῃ τὸ ἐν τροφῇ,2 καὶ τὸ μὲν φεύγῃ τὸ δὲ διώκῃ· πρὸς γὰρ τὸ τρέφεσθαι μόνον ἡ θρεπτικὴ δύναμις ἤρκεσεν ἄν, ὥσπερ καὶ τοῖς φυτοῖς· ἀκοὴν δὲ πρὸς τὸ σημαίνεσθαί τι αὐτῷ· γλῶτταν δὲ δυοῖν ἕνεκεν καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὸ σημαίνειν ἑτέρῳ. Τέλος τῆς Θεμιστίου παραφράσεως τῶν Περὶ ψυχῆς Ἀριστοτέλους.

因此,动物唯独被剥夺这种感觉便会立即死亡的必然性,对我们而言已变得显而易见了;因为既不可能在动物不存在时拥有触觉,也不可能在没有触觉时成为动物,相反,这是属于动物作为动物的首要感觉。正因如此,其他感觉对象的过度并不是毁灭动物,而是毁灭感觉:例如颜色的过度[毁灭]视觉,声音的过度[毁灭]听觉,气味[的过度]同样[毁灭]嗅觉。但当人们说动物被雷鸣毁灭时,人们是如何说的并不隐晦:因为击打它的既非雷鸣也非声音,而是气流与空气;震慑动物的也不是颜色,而是引发身体变异的对颜色的恐惧;也不是气味,而是被气味推动之物;滋味也不是就其作为滋味而言,而是就其接触了主要部分而言[毁灭了动物]。相反,可触知物的过度消灭动物并非附带地,而是每当热、冷或硬过度时,这些便毁灭动物,而且这是极其合情合理的:因为被处于过度之中的任何感觉对象所毁灭的都是感觉器官,而触觉的感觉器官是动物的整个肉体和整个身体,并非某个限定的部分。因此,当身体被毁灭时,动物便被毁灭了。正如我此前已经说过的那样,在五种感觉中,唯有这一种对动物的存在而言是充足的,而其余四种则是为了善的存在;从而那些感觉的毁灭是善的存在的毁灭,而触觉的[毁灭]则是动物存在的[毁灭]。因为动物具有视觉并不是因为它是动物,而是因为它生活在空气或水中,总之生活在透明体中;而[具有]味觉是为了判别食物中的愉悦与痛苦,从而逃避一方并追求另一方——因为若仅仅为了得到滋养,营养能力本身就已足够,正如对植物那样;而[具有]听觉是为了让某种事物向它发出信号;[具有]舌头则是为了两件事,既为了味觉,也为了向另一者发出信号。 德米斯提厄斯对亚里士多德《论灵魂》的释义终。

语法注2 条
  1. 3.13οὐδὲ γὰρ ἡ βροντὴ οὐδὲ ὁ ψόφος ἔπληξεν, ἀλλὰ τὸ πνεῦμα καὶ ὁ ἀήρ, οὐδὲ τὸ χρῶμα ἐξέπληξε τὸ ζῶον ἀλλ’ ὁ φόβος ὁ τοῦ χρώματος τῷ σώματι τροπὴν ἐμποιήσας, οὐδὲ ἡ ὀσμὴ ἀλλὰ τὸ κινηθὲν ὑπὸ τῆς ὀσμῆς, καὶ ὁ χυμὸς δὲ οὐχ ᾗ χυμὸς ἀλλ’ ᾗ ἥψατο τῶν κυρίων μερῶν.

    这一连串平行的省略小句解释了声音、颜色、气味和滋味似乎能毁灭动物的表象。句中省略了动词,需要结合上下文补足:ἀλλὰ τὸ πνεῦμα καὶ ὁ ἀήρ 之后补出 ἔπληξεν;ἀλλ’ ὁ φόβος... 之后补出 ἐξέπληξε(或 ἔφθειρε);而涉及 ὀσμὴ 和 χυμός 的小句则需补出与前文 ἐφθάρθαι/διαφθείρει 相呼应的动词谓语。

  2. 3.13ἐπεὶ τήν γε ὄψιν ἔχει τὸ ζῷον οὐ διότι ζῷον, ἀλλ’ ὅτι ἐν ἀέρι διαιτώμενον ἢ ὕδατι καὶ ὅλως ἐν τῷ διαφανεῖ· τὴν δὲ γεῦσιν ἵνα τὸ ἡδὺ καὶ τὸ λυπηρὸν διαγιγνώσκῃ τὸ ἐν τροφῇ

    由连词 ἐπεὶ 引导的复合说明句。动词谓语 ἔχει τὸ ζῷον 仅在第一个宾语(τήν γε ὄψιν)处出现,随后承前省略并统辖其余宾语(τὴν δὲ γεῦσιν、ἀκοὴν δὲ、γλῶτταν δὲ),而每种感觉各自搭配了不同结构的目的或原因说明(οὐ διότι... ἀλλ’ ὅτι...、ἵνα...、πρὸς τὸ...、δυοῖν ἕνεκεν...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:125.33-126.22