← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§124.1-124.39

触觉对接触的判别与媒介作用下的远距离感觉

德米斯提厄斯从身体接触判别的角度阐释了触觉对动物存活必不可少的原因,并通过媒介物承受影响和反射的理论论述了远距离感觉(视、听、嗅)如何通过媒介物服务于完善动物的优善存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12#2

ἁφὴ δὲ καὶ διὰ τάδε ἀναγκαιοτάτη τοῖς γενητοῖς ζῴοις· ἐπεὶ γὰρ τὸ ζῷον1 σῶμα ἔμψυχόν ἐστι, σώματι δὲ ὄντι αὐτῷ ἀνάγκη ἅπτεσθαι τῶν πελαζόντων σωμάτων, ἀνάγκη διὰ τοῦτο τῷ ζῴῳ καὶ ἁπτικῷ εἶναι καὶ κρίνειν τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον, εἰ μέλλοι σῴζεσθαι. οὐ γὰρ ὥσπερ τὰ ἄψυχα λέγεται ἅπτεσθαι ἀλλήλων τῷ μηδὲν εἶναι τὸ μεταξύ, τοῦτο καὶ τοῖς ζῴοις ἀπόχρη, ἀλλ’ ἡ τῶν ζῴων ἁφὴ κρίσις ἐστὶ καὶ ἀντίληψις τοῦ θιγγάνοντος. αἱ μὲν οὖν ἄλλαι αἰσθήσεις δι’ ἑτέρων αἰσθάνονται, ἡ δὲ ἁφὴ διὰ τῆς σαρκὸς ἢ τοῦ ἀνάλογον, ὥστε εἰ μὴ κρίνει τὰ βλάπτοντα καὶ τὰ ὠφελοῦντα, οὐ δυνήσεται τὰ μὲν φεύγειν τὰ δὲ λαμβάνειν, τοῦτο δὲ ἀδυνατοῦντα ἀδυνατήσει καὶ σῴζεσθαι.2 ἅπτεται μὲν οὖν καὶ τὰ φυτὰ τῆς τροφῆς, ἀλλ’ ἔστι τῶν ἀψύχων ἐγγὺς ἡ τούτων ἁφή· μόνιμα γάρ ἐστι κατὰ τόπον· διόπερ οὐδὲ γεύσει προσχρῆται, ὅτι μάτην ἂν ἐχρῆτο, φεύγειν γὰρ οὐχ οἷά τε τοὺς λυποῦντας χυμούς. οὕτω δὲ καὶ φθείρεται ῥᾳδίως ὑπὸ τῶν ἁπτῶν ὅσα ἀλλότρια. τὰ δὲ ζῷα προτέρᾳ χρῆται τῇ γεύσει τῆς τροφῆς, καὶ διὰ τοῦτο οὖν ἡ ἁφὴ αὐτοῖς ἀναγκαία· καὶ γὰρ ἡ γεῦσις ὥσπερ ἁφή· τροφῆς γὰρ ἡ γεῦσις, ἡ δὲ τροφὴ σῶμα ἁπτόν· σώματι γὰρ τρέφεται σῶμα, ψόφος δὲ καὶ χρῶμα καὶ ὀσμὴ οὐ τρέφει οὐδὲ ποιεῖ αὔξησιν οὐδὲ φθίσιν. αὗται μὲν οὖν ἀναγκαῖαι τῷ ζῴῳ, καὶ φανερὸν ὅτι οὐχ οἷόν τε ἄνευ ἁφῆς εἶναι ζῷον, κἂν τέλειον κἂν ἀτελὲς ᾖ· τὰ γὰρ καλούμενα ζῴφυτα διὰ ταῦτα κεκοινώνηκε τοῦ ζῶά πως εἶναι, αἱ δὲ ἄλλαι τοῦ εὖ ἕνεκα καὶ γένει ζῴων ἤδη οὐ τῷ τυχόντι, ἀλλὰ τοῖς τελειοτέροις καὶ πορευτικοῖς. ταῦτα γὰρ εἰ μέλλοι σῴζεσθαι δεῖ πόρρωθεν προαισθάνεσθαι, ἅ τε φευκτέον αὐτοῖς καὶ ἃ διωκτέον· διόπερ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησις πρὸς τοῦτο αὐτοῖς ὑπηρετοῦσι· διὰ γὰρ τοῦ μεταξύ, ὑπὸ τοῦ μεταξὺ δὲ τὸ ζῷον. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τόπον ὠθοῦσί τε καὶ ὠθουμένοις, ὅταν διὰ πολλῶν ἡ κίνησις ᾖ, τὸ μὲν πρῶτον ὠθεῖ μὴ ὠθούμενον, τὸ δὲ ἔσχατον μόνον ὠθεῖται, τὰ μέσα δὲ καὶ ὠθεῖ καὶ ὠθεῖται, καὶ ἔστιν ἐνίοτε μὲν ἐλάττω ἐνίοτε δὲ πλείω τὰ μέσα, οὕτω καὶ ἐπὶ τῆς ἀλλοιώσεως· πλὴν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ τοῦ ἀλλοιοῦντος ἡ ἀλλοίωσις ἐπὶ πολὺ διικνεῖται τῶν γε πεφυκότων διαδιδόναι τὸ πάθος, οἷον εἰ μέν τις εἰς κηρὸν βάψειε τὸ γλύμμα μέχρι του κινεῖται, καὶ δέχεται τὸ σημεῖον μέχρι τοῦ βάθους τοῦ ἑαυτοῦ, λίθος δὲ οὐδὲ ὅλως κινεῖται ὑπὸ τῆς σφραγῖδος προσενεχθείσης, ἀλλ’ ὕδωρ μέχρι πόρρω, ὥστε καὶ ὁρᾶσθαι δι’ αὐτοῦ τὸ γλύμμα τοῦ δακτυλίου· ὁ δὲ ἀὴρ ἐπὶ πλεῖστον κινεῖται καὶ πάσχει, ἐὰν ἄθρυπτος μείνῃ καὶ εἷς. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον οὕτω νομίζειν, ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι·3 πιθανώτερον γὰρ τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ σχήματος καὶ τοῦ χρώματος μέχριπερ ἂν δύνηται εἷς μένειν, ὥσπερ ἐπὶ τῶν λείων καὶ λαμπρῶν· διὸ πάλιν οὗτος τὴν ὄψιν κινεῖ, ὥσπερ ἂν εἰ ἐν κηρῷ σημεῖον διεδίδοτο μέχρι τοῦ πέρατος.

触觉由于下列诸原因对于受生的动物而言也是最为必然的:因为动物是有灵魂的身体,并且由于它自身是身体,必然接触邻近的身体,因此如果动物要存活下去,它就必然既具有触觉能力,又能够判别亲近之物与疏离之物。因为并非如无灵魂之物因其间无介在之物而被说成相互接触那样,这对动物而言也是足够了,相反,动物的触觉乃是对触及之物的判别与把握。其余的诸感觉是通过外部之物来感觉的,而触觉则是通过肉或其相应物来感觉的,因此若不判别有害之物与有益之物,便不能避开前者而获取后者,而不能做到这一点的动物也就无法存活。因此,植物固然也接触营养,但它们的接触却接近于无灵魂之物;因为它们在位置上是固定的;正因如此它们也不附加使用味觉,因为若使用也将是徒劳的,因为它们无法逃避令人痛苦的滋味。这样,它们也极易被一切疏离的可触知之物所毁坏。然而动物在获取营养时优先使用味觉,因此由于这个原因触觉对它们也是必然的;因为味觉也如触觉一般;因为味觉关涉营养,而营养是可触知的身体;因为身体是由身体来滋养的,而声音、颜色和气味既不滋养,也不引起生长或衰退。因此,这些感觉对动物而言是必然的,而且显然,无论动物是完善的还是不完善的,没有触觉都不可能存在动物;因为所谓植虫由于这些原因才在某种意义上分有动物的属性,而其余的感觉则是为了更优善的存在,并且已不再属于随意的动物种类,而是属于更完善且能行进的动物。因为这些动物若要存活,就必须从远处预先感知它们必须避开的事物与必须追求的事物;正因如此,听觉、视觉和嗅觉便为此目的服务于它们;因为[这些感觉]是通过媒介物[发生作用],而动物则是被媒介物[所影响]。正如在空间中推动和被推动的事物中,当运动经过许多中间物时,第一者未受推动而推动,最终者仅被推动,而中间者既推动又被推动,并且中间物有时较少有时较多,在质变的情形中也是如此;所不同的是,虽然引起质变者停留在同一位置,质变却通过那些天然适合传递承受状态的物体延伸得很远,正如若有人将雕刻物浸入蜡中,蜡便在一定程度上被触动,并在自身深度的范围内接受印记,但石头在印章施加其上时却完全不动,水则被触动得极远,以至于穿过水也能看见印章戒指的雕文;而空气如果保持完整不碎且为一,便能受到最大程度的触动与承受。因此,关于反射,作如是观也优于认为视线发射出去并发生反射;因为更具说服力的是,正如在光滑光亮的事物上那样,只要空气能够保持为一,空气便承受形状和颜色的影响;因此反过来,正是这空气触动了视觉,正如印记在蜡中一直传递到末端一般。

语法注3 条
  1. 3.12διὰ γὰρ τοῦ μεταξύ, ὑπὸ τοῦ μεταξὺ δὲ τὸ ζῷον

    极为紧缩的省略结构。前半句承接前文的各种感觉(αἱ αἰσθήσεις),需要补出动词 αἰσθάνονται(感觉)或 ἐνεργοῦσι(活动);后半句的主语为 τὸ ζῷον,需要补出 πάσχει(承受)或 κινεῖται(被触动),从而构成对比:诸感觉通过媒介物起作用,而动物则被媒介物所影响。

  2. 3.12τοῦτο δὲ ἀδυνατοῦντα ἀδυνατήσει καὶ σῴζεσθαι

    分词 ἀδυνατοῦντα 为中性复数主格,与省略的主语 τὰ ζῷα 一致,而主动词 ἀδυνατήσει 则遵循中性复数主语与单数动词搭配的雅典规则(雅典法则),采用第三人称单数形式。

  3. 3.12ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι

    小词 ἤ 由前面的比较级 βέλτιον(……更优)引导,与前置的不定式短语 οὕτω νομίζειν 形成比较。带宾格的不定式结构 τὴν ὄψιν ... ἀνακλᾶσθαι 指称视线外射论('视线发射出去并发生反射'),全句结构为'与其认为视线向外发射并反射,不如作如是观'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:124.1-124.39