- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:122.21-123.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯释义《论灵魂》第3卷第12章,论述了营养能力为何对于一切受生必朽的生物皆不可或缺,而感觉能力(尤其是作为基础的触觉)为何对植物和天体而言毫无必要,却唯独对于必须在位置上移动并自行谋取食物的必朽动物而言,为了其自我保存与延续是必不可少的。
12. Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ζῶον, ὅτιπερ ἂν ᾖ γενητὸν καὶ φθαρτόν, καὶ συμπαρατείνειν αὐτῷ τὴν δύναμιν ταύτην ἀπὸ γενέσεως ἄχρι φθορᾶς· πᾶν γὰρ τὸ γεννώμενον αὔξησιν ἔχει καὶ ἀκμὴν καὶ φθίσιν, ταῦτα δὲ ἄνευ τροφῆς ὑπάρχειν ἀδύνατον. τὴν μὲν οὖν θρεπτικὴν διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐν πᾶσι τοῖς αὐξανομένοις εἶναι καὶ φθίνουσι, τὴν αἰσθητικὴν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς τρεφομένοις· οὐ γὰρ καὶ τοῖς φυτοῖς. ἄνωθεν δὲ καὶ περὶ τοῦδε διαληπτέον. Τῶν αἰσθήσεων ἁπασῶν προϋπάρχειν δεῖ πρώτην ἁφήν· πᾶσαι γὰρ αἱ λοιπαὶ ταύτῃ προσχρῶνται, αὕτη δὲ οὐδεμιᾷ τῶν ἐφεξῆς. ὅσα τοίνυν τῶν ζώντων ἢ ἐξ ἁπλοῦ παντάπασι σώματος ἢ ἐγγὺς ἁπλοῦ, οὐχ οἷά τε ἔχειν ἁφήν· ἐν μεσότητι γὰρ τῶν ἁπτῶν ἐναντιώσεων ἡ ἁφή· ἁφῆς δὲ ἀμοιροῦντα καὶ τῶν ἄλλων αἰσθήσεων ἀμοιρεῖ. διὰ τοῦτο γὰρ οὐδὲ τοῖς φυτοῖς αἰσθήσεως ἡ φύσις μετέδωκεν, ὅτι τὸ σῶμα αὐτῶν ἐγγὺς ἁπλοῦ καὶ οὐχ οἷόν τε δέχεσθαι τὸ εἶδος ἄνευ τῆς ὕλης, τῆς τοιαύτης μεσότητος ἅτε ἐστερημένον καὶ πλείονος μετέχον τῆς γῆς, ἣ μάλιστα ἀναίσθητος τῶν στοιχείων. δῆλον δὲ καὶ ἐκ τῶν ἡμετέρων μερῶν, ὅσα γῆς ἐστι πλείονος. εἰ δέ τι ἄλλο τῶν ζωῆς μετεχόντων ἐστὶν ἐξ ἁπλοῦ σώματος, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν οὐχ οἷόν τε οὐδὲ ἐκεῖνο αἴσθησιν ἔχειν. ἀλλ’ ἔστιν ἡ αἴσθησις ἀναγκαία τοῖς οὐ μόνον ζῶσιν ἀλλ’ ἤδη καὶ ζῴοις, καὶ οὐχ ἁπλῶς ἀλλὰ ζῴοις πορευτικοῖς, καὶ οὐδὲ τοῦτο ἀποχρῶν, ἀλλὰ καὶ γενητοῖς καὶ φθαρτοῖς. οὐ γὰρ ἐγγύθεν ἔχει τὴν τροφὴν ἐπιρρέουσαν, οὐδὲ ἐκ τῶν στοιχείων, ἐν οἷς ἐσπάρη καὶ ἐφυτεύθη, ἀλλὰ δεῖ πορίζεσθαι αὐτὰ καὶ μετιέναι. τοῦτο δὲ πῶς ἂν ὑπῆρχεν αὐτοῖς ἄνευ αἰσθήσεως, εἰ μὴ καὶ πόρρωθεν προεώρα τὰ οἰκεῖα καὶ τὰ ἀλλότρια, ὥστε ἐπὶ μὲν τὰ κινεῖσθαι, ἀπὸ δὲ τῶν ἀποτρέπεσθαι; καὶ οὐδ’ ἂν ἀκαρῆ χρόνον διεσῴζετο μὴ προσαγγελλουσῶν αὐτοῖς τῶν αἰσθήσεων ἐφ’ ἃ κινητέον καὶ ἐφ’ ἃ μή· ὥστε μάτην ἂν ἡ φύσις τοσαῦτα ζῷα παρήγαγε μὴ μέλλουσα αὐτὰ προάξειν εἰς τὸ οἰκεῖον τέλος,1 τέλος δὲ οἰκεῖον ἑκάστῳ τῶν γενητῶν ζώων τὸ γεννῆσαι οἷον αὐτό. τοῖς μὲν οὖν φυτοῖς καὶ μονίμοις οὖσιν ὑπάρχει τὸ τέλος· τρέφεται γὰρ καὶ γεννᾶται ἐξ αὐτῶν οὐ μεταβαίνοντα διὰ τὴν τροφήν, ἀλλ’ ἔχοντα παρακειμένην διὰ τῆς δυνάμεως τῆς θρεπτικῆς· τοῖς πορευτικοῖς δὲ καὶ γεννητικοῖς καὶ τὴν τροφὴν ἔξωθεν ποριζομένοις ἀδύνατον μὴ προτέραν ἐγγίνεσθαι τὴν αἴσθησιν τῆς τε ἄλλης ψυχῆς καὶ τοῦ νοῦ. καὶ γὰρ εἰ τιμιωτάτη δύναμις τῆς ψυχῆς ὁ νοῦς, ἀλλ’ οὐ διὰ νοῦ τρέφεται τὸ ζῶον, ἀλλὰ διὰ γεύσεως καὶ ἁφῆς. τούτοις μὲν οὖν διὰ ταῦτα ἀναγκαῖον ὑπάρχειν αἴσθησιν· ὅσα δὲ ἀγένητα μὲν καὶ ἀίδια, κινητικὰ δὲ κατὰ τόπον, τούτοις οὐδαμῶς ἡ αἴσθησις ἀναγκαία. αἰτία δὲ ἡ αὐτὴ καὶ ἐπὶ τούτων, ὅτι μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν τηλικούτων, ἀλλὰ πάντα ἢ ἕνεκά του ἢ ὡς συμπτώματα τῶν ἕνεκά του, ὡς εἴποις ἂν τρίχας ἔν τισι μέρεσι τοῦ σώματος καὶ ἀκροχορδόνας· τοῖς δὲ ἀιδίοις ζώοις καὶ ἀγενήτοις οὔτε προηγουμένως χρεία τῆς αἰσθήσεως, οὔτε ὡς συμπτώματος· οὐ γὰρ δεῖται τροφῆς. καὶ ἄλλως, εἴπερ ἔχοι τὴν αἴσθησιν, διὰ θάτερον ἕξει τοῖν δυοῖν ἢ ὡς τῇ ψυχῇ βέλτιον ἢ ὡς τῷ σώματι. νῦν δὲ οὐδέτερον· οὔτε γὰρ ἡ ψυχὴ μᾶλλον νοήσει, ἀλλὰ καὶ ἧττον ὑπὸ τῆς αἰσθήσεως ἐνοχλουμένη, οὔτε τὸ σῶμα μᾶλλον διὰ τὴν αἴσθησιν.2 ὥστε ἄμοιρα αἰσθήσεως μᾶλλον τὰ ἄκρα τῶν ζώντων, τὰ φυτὰ λέγω καὶ τὰ ἄστρα, τὰ μὲν ὅτι χείρω τῆς τοιαύτης δυνάμεως, τὰ δὲ ὅτι βελτίω, ἄμφω δὲ διὰ τὸ μὴ δεῖσθαι πορισμοῦ τροφῆς, ἀλλὰ τὰ μὲν ἐγγύθεν ἔχειν, τὰ δὲ ὅλως μὴ δεῖσθαι. τὰ μέντοι γε μεταξὺ σύμπαντα ζῷα, καὶ ὅσα ἀτελέστερα αὐτῶν καὶ ὅσα τελειότερα, ταῦτα δὲ ἅτε ὄντα φθαρτὰ καὶ κινητικὰ κατὰ τόπον δεῖται πρὸς διαμονὴν καὶ σωτηρίαν τῆς αἰσθητικῆς δυνάμεως. Ταύτῃ τοι καὶ τὸ σῶμα οὐδενὸς τῶν τοιούτων ἁπλοῦν, ἀλλ’ ἐν μεσότητι κεκραμένον τῶν πρώτων ἐναντιώσεων, ὥστε δύνασθαι ἁπτικὸν εἶναι.
12. 因此,凡是受生且必朽的动物,都必然拥有营养灵魂,并且这种能力必然从生成直到消灭始终伴随着它;因为凡是受生之物,都具有生长、极盛和衰退,而若没有营养,这些便不可能存在。因此,由于这一原因,在所有生长和衰退的事物中必然存在营养能力,但并非在所有受营养的事物中都必然存在感觉能力;因为植物便不具有感觉能力。但对此也必须从头加以区分考察。在所有的感觉之前,触觉必须作为最初的感觉而预先存在;因为其余所有的感觉都在此之上附加使用触觉,而触觉自身则不使用任何后续的感觉。因此,凡是由完全单纯的物体或接近单纯的物体构成的生物,都不能拥有触觉;因为触觉存在于可触知对立面的中道之中;而无分享受触觉者,亦无分享受其他感觉。正因如此,自然甚至没有赋予植物以感觉,因为它们的身体接近单纯,无法脱离质料而接受形式,由于缺乏这种中道,并且更多地分有各元素中最无感觉的土。这一点从我们身体中凡是含有较多土的部分来看也是显而易见的。如果在分有生命的事物中还有其他任何由单纯物体构成的,由于这同一个原因,它同样不可能拥有感觉。但感觉对于那些不仅是活着而且已经是动物、并且不仅一般而言是动物而是能移动行进的动物、甚至仅此仍不足够而是既受生又必朽的动物来说,是必然的。因为它们并不拥有从附近流入的营养,也不从播种和植入它们的元素中获取营养,而是必须自己筹集并前去追逐。但若非从远处预先看清何为亲近之物、何为疏离之物,从而朝向前者运动并避开后者,这种能力又怎能在没有感觉的情况下属于它们呢?并且,若没有诸感觉向它们预先报告应当朝向何物运动以及不应当朝向何物运动,它们甚至片刻都无法存活;以至于自然若是无意将这些动物引导至其固有目的,便可以说是徒然产生了如此众多的动物,而对于每一个受生的动物而言,固有的目的便是产生另一个与自身相似的事物。因此,对于植物而言,尽管它们是固定不动的,这个目的仍然属于它们;因为它们通过营养能力拥有就近现成的营养,并不因寻求营养而迁移,而是受滋养并由自身产生;但对于能行进、能生殖且从外部筹集营养的动物而言,感觉不可能不在其余的灵魂和理智之前产生。因为即使理智是灵魂中最尊贵的能力,然而动物并不是通过理智受滋养,而是通过味觉和触觉受滋养。因此,基于这些原因,感觉必然属于这些生物;然而对于那些不生且永恒、却能在位置上运动的存在者来说,感觉绝非必然。在它们的情形中原因也是相同的,即自然在如此重大的事物中绝不做任何徒劳之事,而是凡事要么为了某种目的,要么作为为了某种目的之事的附随现象,正如人们可以提到身体某些部位的毛发和疣瘊;但对于永恒而不生的动物而言,既不需要首要意义上的感觉,也不需要作为附随现象的感觉;因为它们不需要营养。此外,假若它们果真拥有感觉,也将是出于两者之一,要么因为这对灵魂更好,要么因为这对身体更好。然而实际上两者都不是;因为灵魂不仅不会更好地思想,反而会因为受感觉扰乱而更少思想,身体也不会因感觉而变得更好。因此,生物的两极——我指的是植物和星辰——反倒更无分于感觉,前者是因为它们劣于这种能力,后者是因为它们优于这种能力,并且两者都是因为不需要筹集营养,前者就近拥有营养,而后者则根本不需要营养。然而,处于中间的所有动物,无论它们之中较不完善的还是较完善的,由于它们是必朽的且能在位置上运动,为了延续和生存都需要感觉能力。正因如此,这类动物中没有一个的身体是单纯的,而是在最初的诸对立面的中道中调和而成,以便能够具备触觉。
- 3.12ὥστε μάτην ἂν ἡ φύσις τοσαῦτα ζῷα παρήγαγε μὴ μέλλουσα αὐτὰ προάξειν εἰς τὸ οἰκεῖον τέλος
在连词 ὥστε 引导的分句中,ἄν 与过去直陈式 παρήγαγε 结合构成反事实虚拟的主句。带有否定词 μή 的分词 μὴ μέλλουσα 起条件从句的作用(“若非打算……”)。
- 3.12οὔτε τὸ σῶμα μᾶλλον διὰ τὴν αἴσθησιν
此分句与前文 οὔτε γὰρ ἡ ψυχὴ μᾶλλον νοήσει... 并列,其谓语动词被省略。承接上下文以及紧接在前的 ἢ ὡς τῇ ψυχῇ βέλτιον ἢ ὡς τῷ σώματι,此处需补足类似“变得更好 / 受益”(如 βέλτιον ἕξει)的谓语含义。
