← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§121.1-122.20

运动的身体器官、表象与实践三段论

德米斯蒂乌斯探讨了动物位置运动中的第四个要素即身体器官(心脏)的作用机制,阐明了理性表象与感性表象的区别,并分析了实践三段论中普遍前提与个别前提的协同作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#3

τρία μὲν οὖν ταῦτα· τέταρτον δὲ ἐπεισέρχεται πρὸς τούτοις, ᾧ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, τοῦτο δὲ ἤδη σωματικόν, καὶ ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις θεωρητέον [δὲ] περὶ αὐτοῦ δι’ ἀκριβείας, νῦν δὲ ὅσον ἐν κεφαλαίῳ τοσοῦτον ῥητέον, ὅτι τὸ ὄργανον ᾧ χρῆται πρὸς τὴν κίνησιν τὴν κατὰ τόπον ἡ ὄρεξις, ἐν τοιούτῳ θετέον μέρει τοῦ σώματος, ἐν οἵῳ δύναιτο ἂν καὶ ἀρχὴ καὶ τελευτὴ τὸ αὐτὸ εἶναι, λόγῳ μὲν ἕτερα ὄντα μεγέθει δὲ ἀχώριστα.1 τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος ἐστίν· αὕτη γὰρ ἀρχὴ καὶ τελευτὴ τῶν τε δεξιῶν καὶ τῶν εὐωνύμων καὶ τῶν ἄνω καὶ κάτω, καθ’ ἃ τοῖς ζῴοις ἡ κίνησις· δεῖται γὰρ τὸ ζῷον πρὸς τὴν κίνησιν δύο τινῶν ἑστώτων καὶ ἠρεμούντων, τοῦ μὲν ἐκτὸς πρὸς ὃ ἀντιβαῖνον κινεῖται, τοῦ δὲ εἴσω περὶ ὃ τὰ δεξιὰ καὶ ἀριστερὰ παρὰ μέρος προβάλλον κινεῖται, ὥσπερ ἐπὶ τῶν γιγγλυμῶν. περὶ γὰρ τὴν περόνην μένουσαν οἱ γιγγλυμοὶ παραλλὰξ κινοῦνται· πάντα γὰρ ὤσει κινεῖται καὶ ἕλξει τὰ ζῷα· ἐκτείνοντα γὰρ καὶ συστέλλοντα παρὰ μέρος τὰ δεξιὰ καὶ εὐώνυμα οὕτω πορεύεται, ταῦτα δὲ ὦσις καὶ ἕλξις. ὥσπερ οὖν ἐν κύκλῳ μένειν δεῖ τὸ σημεῖον καὶ ἐντεῦθεν ἄρχεσθαι τῆς κινήσεως τὴν περιφέρειαν, οὕτω καὶ ἐν τῷ ζῴῳ μένειν ἀνάγκη τι ἐν τῷ μέσῳ καὶ παρὰ τούτου καὶ ἀπὸ τούτου τὴν κίνησιν γίνεσθαι τῶν μερῶν. Ὅλως μὲν οὖν ὥσπερ εἴρηται, ᾗ ὀρεκτικὸν τὸ ζῷον, ταύτῃ ἑαυτοῦ κινητικόν, ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας, φαντασία δὲ πᾶσα ἢ λογικὴ ἢ αἰσθητική. ἡ μὲν οὖν αἰσθητικὴ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπάρχει, ἡ δὲ λογικὴ ἀνθρώποις μόνοις· ἐν τούτοις γὰρ πλειόνων φαντασμάτων ἀντεξέτασις, καὶ πότερον τόδε αἱρετώτερον ἢ τόδε· τοῦτο δὲ λογιστικοῦ ἔργον ἐστί, καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον γὰρ διώκει. ὥσπερ οὖν ἐν τοῖς ποσοῖς εὑρίσκει τῶν ἀνίσων τὸ μεῖζον ἑνὶ μέτρῳ χρώμενος, οἷον τῷ πήχει ἢ τῷ παλαιστῇ, οὕτω καὶ ἐν τοῖς φαντάσμασιν εὑρίσκει τὸ αἱρετώτερον ἓν μέτρον προσάγων, οἷον τὸ ἡδὺ ἢ τὸ συμφέρον, καὶ οὐκ ἄγεται ὑπὸ τοῦ φανέντος εὐθὺς ὥσπερ τὰ ἄλογα ζῷα, ἀλλὰ καὶ συντίθησι πολλάκις, εἰ τόδε τόδε, καὶ εἰ τόδε αὖθις τόδε, καὶ συμπεραίνεται ἐκ πλειόνων ἕν. διόπερ ἡ μὲν τῶν ἀλόγων ζῴων ὄρεξις ἅτε κινουμένη ὑπὸ ἁπλῆς ἀεὶ φαντασίας δόξαν οὐκ ἔχει· συλλογισμὸν γὰρ οὐκ ἔχει· ἡ δὲ τῶν λογικῶν ὄρεξις καὶ ἄνευ δόξης καὶ μετὰ δόξης, καὶ ἐντεῦθεν ὄρεξις μὲν οὐχ ἅπασα καὶ βούλησις, βούλησις δὲ πάντως καὶ ὄρεξις. νικᾷ δὲ ἐν ἀνθρώποις ποτὲ μὲν ἡ ἄλογος τὴν λογικήν, ποτὲ δὲ τοὔμπαλιν, κινεῖ δὲ ἡ κρατοῦσα τὴν κρατουμένην οὐ παύουσα τῆς ὁρμῆς ἀλλὰ συμπεριάγουσα ἑαυτῇ,2 ὥσπερ ἐπὶ τῆς σφαίρας τῆς οὐρανίας ἡ τῶν ἀπλανῶν τὴν τῶν πλανήτων οὐχ ἵστησιν, ἀλλὰ κινουμένη ἰδίαν κίνησιν ὅμως ἑαυτῇ συμπεριάγει. ἐπὶ μὲν οὖν τοῦ παντὸς ἡ φύσει κρείττων αἰεὶ κρατεῖ (ἡ γὰρ ἀνωτάτω φύσει ἀρχικωτέρα)· ἐπὶ δὲ τῶν ἀνθρώπων ἔσθ’ ὅτε ἡ φύσει κρείττων ἡττᾶται ὥσπερ ἐν ταῖς ἀκρασίαις. καὶ τρεῖς ἤδη τηνικαῦτα κινήσεις εἴποις ἂν εἶναι ἐν τῷ ἀνθρώπῳ, δύο μὲν τὰς τῶν ὀρέξεων, μίαν δὲ τὴν τοῦ ἀνθρώπου ὑπ’ ἀμφοῖν ἀντισπωμένην.

因此这有三者;但除此以外,第四者也随之介入,即欲求借以推动的器官。这已经是属于身体的了,并且应当在身体与灵魂共有的运作中对它进行精确考察,但现在只需概括地说:欲求在位置运动中所使用的器官,必须置于身体中这样的部位,即在这个部位中,始点与终点能够成为同一物,它们在定义上是不同的,但在大小上是不可分的。心脏周围的部位就是这样的地方;因为心脏既是右方与左方的始点与终点,也是上方与下方的始点与终点,动物正是依凭这些而运动的;因为动物为了运动,需要两个静止和留驻的事物:一个是外部的,动物通过反向抗拒它而运动;另一个则是内部的,动物围绕着它交替向前伸出右方和左方而运动,正如在铰链的情形中那样。因为铰链围绕着留驻的销轴交替运动;因为所有动物都借由推力和拉力来运动;因为它们通过交替伸展和收缩右方和左方而如此行进,而这些就是推力和拉力。因此,正如在圆中中心点必须留驻,而圆周必须从那里开始运动,同样在动物体内也必须有某种东西留在中央,各部分的运动必须由它并从它那里产生。 总而言之,正如已经说过的,动物在作为欲求者的限度内,在这个方面能够推动自身;而若没有表象,它便不可能是欲求者,且一切表象要么是理性的,要么是感觉的。感觉表象亦存在于无理性的动物中,而理性表象则唯独属于人类;因为在人类中存在着对多个表象的相互审视,以及这一个是否比那一个更值得选择;而这是推理能力的工作,并且必须用单一标准来衡量;因为人在追求更大的事物。因此,正如在数量中,人通过使用单一的度量(如肘尺或手掌宽)在不相等的事物中找出较大者,同样在表象中,人通过引入单一的度量(如快适或有益)来找出更值得选择者,而不会像无理性动物那样立刻被显现之物所牵引,而是常常进行组合:如果这是这个,且如果这又是这个,并从多者中推论出一个结论。正因如此,无理性动物的欲求由于总是被单一的表象所推动,因而没有意见;因为它们没有推论;而理性存在的欲求则既有无意见的时候,也有伴随意见的时候,因此,并非所有的欲求都是意愿,但意愿在任何情况下都是欲求。然而在人类中,无理性的欲求有时战胜理性的欲求,有时则相反;而占据优势的欲求推动被支配的欲求,并不停息其冲动,而是带着它与自身一同旋转,正如在天球中,恒星天球并不停息行星天球的运动,而是在以其特有的运动进行运转时,仍然带着行星天球与自身一同旋转。因此在整个宇宙中,本性上更优越者始终占据主导(因为最高者在本性上更具统治力);但在人类中,本性上更优越者有时却会落败,如同在不能自制的情形中那样。那时人们可以说,在人之中有三种运动:两种是诸欲求的运动,一种是被二者向相反方向拉扯的人的运动。

§3.11

11. Ἀλλ’ ἐπεὶ κινεῖται κατὰ τόπον καὶ τὰ ἀτελέστερα ζῷα οἷον μυῖαι καὶ εὐλαὶ καὶ ὅσα τοιαῦτα, πῶς κινεῖται ἄνευ ὀρέξεως; ἢ πῶς ὀρέγεται ἄνευ φαντασίας, ἣν ἔφαμεν αὐτὰ μὴ ἔχειν; φαίνεται δὲ καὶ λύπη ἐνοῦσα τοῖς τοιούτοις καὶ ἡδονή, ὅπου δὲ ἡδονή, πάντως καὶ ἐπιθυμία· ὅπου δὲ ἐπιθυμία, πάντως καὶ ὄρεξις· ὅπου δὲ ὄρεξις, καὶ φαντασία, ταύτην δὲ αὐτὰ ὁ πρότερος ἀφῃρεῖτο λόγος. ἢ ὥσπερ κινεῖται ἀορίστως, οὕτω καὶ φαντάζεται ἀορίστως, ὥστε ἔχει μὲν φαντασίαν, ἀδιάρθρωτον δὲ καὶ συγκεχυμένην, καθάπερ δὴ καὶ τὴν αἴσθησιν· καὶ γὰρ ταύτην ἔχει ἀτελῆ καὶ ἀόριστον. Τοῦτο μὲν οὖν ταύτῃ καὶ ἐπιζητείσθω καὶ ἐπιλελύσθω. ἐπειδὴ δὲ ἡ μὲν τοῦ καθόλου ὑπόληψις, ἡ δὲ τοῦ καθ’ ἕκαστον·3 ἡ μὲν γὰρ λέγει ὅτι παντὶ τῷ φιλοσοφοῦντι εὖ ποιητέον, ἡ δὲ ὅτι ἐγὼ δὲ φιλοσοφῶ· τίς ἄρα τοῦ κινεῖσθαι κυρία; ἆρα ἡ ἐν μέρει, ἢ ἡ καθόλου, ἢ ἄμφω; ἄμφω μὲν οὖν, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δὲ τῇ κινήσει συνάπτουσα· τὸ γὰρ συμπέρασμα κατ’ ἐκείνην ‘ἐμοὶ τοίνυν τοδὶ πρακτέον’, καὶ 〈τὸ〉 εὐθὺς κινεῖσθαι, ἂν μή τι κωλύῃ.

11. 然而,既然像苍蝇、蛆虫以及所有这类较为不完善的动物也在位置上运动,它们又何以在没有欲求的情况下运动呢?或者,它们何以在没有我们曾说它们所缺乏的表象的情况下进行欲求呢?在这些生物中显然也存在着痛苦和快适;而凡有快适的地方,必定也有欲望;凡有欲望的地方,必定也有欲求;凡有欲求的地方,亦有表象;然而先前的论述却剥夺了它们的表象。抑或,正如它们不定地运动一样,它们亦不定地进行表象,以至于它们虽拥有表象,却如同其感觉一样,是未分节且混杂的表象;因为它们所拥有的感觉也是不完善且不定的。关于这一问题,就如此探究并如此解决吧。再者,一种假定或判断是关于普遍者的,另一种则是关于个别者的;因为前者说“凡是从事哲学的人都应当行善”,后者则说“而我正在从事哲学”;那么,究其何者是运动的主导者?是局部的、普遍的、还是两者皆是?因此两者皆是,但一者更处于静止,另一者则与运动相联结;因为根据后者得出的结论是“因此我应当做这件事”,并且若无阻碍,便会立即运动。

语法注3 条
  1. 3.10λόγῳ μὲν ἕτερα ὄντα μεγέθει δὲ ἀχώριστα

    中性复数分词 ὄντα 在意义上承接前面的 ἀρχὴ καὶ τελευτή(始点与终点)。与格 λόγῳ(在定义/说明上)与 μεγέθει(在大小/空间广延上)为关系与格(或方面与格),表明始点与终点在概念上虽有不同,但在同一空间实体与器官中是不可分的。

  2. 3.10κινεῖ δὲ ἡ κρατοῦσα τὴν κρατουμένην οὐ παύουσα τῆς ὁρμῆς ἀλλὰ συμπεριάγουσα ἑαυτῇ

    分词短语 οὐ παύουσα τῆς ὁρμῆς 和 ἀλλὰ συμπεριάγουσα ἑαυτῇ 修饰主语 ἡ κρατοῦσα(占优势的欲求)。属格 τῆς ὁρμῆς 是由动词 παύω 所支配的分离属格,而 ἑαυτῇ 则是受带有前缀 σύν- 的复合动词 συμπεριάγω 支配的与格。

  3. 3.11ἐπειδὴ δὲ ἡ μὲν τοῦ καθόλου ὑπόληψις, ἡ δὲ τοῦ καθ’ ἕκαστον

    由连词 ἐπειδή 引导的从句中省略了系动词 ἐστί。在随后插入解释两个前提的说明句(ἡ μὲν γὰρ λέγει... ἡ δὲ ὅτι...)之后,主句并未以严格的对应形式承接,而是转为直接疑问句 τίς ἄρα τοῦ κινεῖσθαι κυρία;(“那么究竟哪一个是运动的主导者?”),构成语法上的破格(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:121.1-122.20