- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:119.28-121.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯论述了推动动物的能力作为欲求是单一的,阐明了基于时间感知而产生的推理与欲望的冲突(并批评了亚历山大关于时间的观点),进而厘清了构成运动的四个要素。
Ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις τῆς ψυχῆς κινεῖ τὴν κατὰ τόπον κίνησιν τὰ ζῷα ἣν καλοῦμεν ὄρεξιν, φανερόν, καὶ ὅτι τοῖς διαιροῦσι τὰ μέρη τῆς ψυχῆς, ἐὰν κατὰ τὰς δυνάμεις διαιρῶσι καὶ χωρίζωσι, προσαριθμητέον καὶ ταύτην, ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ θεωρητικὸν καὶ τὸ βουλευτικόν,1 μεθ’ ὧν δὴ καὶ τὸ ὀρεκτικὸν τοῦτο περὶ οὗ ὁ λόγος διώρισε· ταῦτα γὰρ πλείω διενήνοχεν ἀλλήλων ἢ θυμὸς καὶ ἐπιθυμία καὶ αἱ ταῦτα φέρουσαι τὰ πάθη δυνάμεις· οὕτω δ’ ἂν οὐ τρία μέρη τῆς ψυχῆς εἴη καθάπερ λέγουσιν, ἀλλὰ πολλῷ πλείω. πάλιν δὲ ἐπὶ τὰ προκείμενα ἐπανιτέον. Μία οὖν δύναμις ἡ κινοῦσα κατὰ τόπον τὰ ζῷα, ἣν πολλάκις ὠνομάσαμεν ὄρεξιν εἴτε λογισμοῦ προηγουμένου εἴτε ἐπιθυμίας εἴτε θυμοῦ· ὥσπερ γὰρ οὐδὲν ἐκώλυε μίαν εἶναι τὴν αἰσθητικὴν ἀρχὴν πέντε οὐσῶν τῶν αἰσθήσεων, οὕτως οὐδὲν κωλύει μίαν εἶναι τὴν ὀρεκτικὴν δύναμιν, τρεῖς δὲ ἐνεργείας, ἐφ’ αἷς ἡ ὄρεξις. διὰ τοῦτο δὲ συμβαίνει πολλάκις καὶ ἐναντίας ἀλλήλαις γίνεσθαι τὰς ὀρέξεις, ὅταν ὁ λογισμὸς διαμάχηται πρὸς τὴν ἐπιθυμίαν ἢ τὸν θυμόν. γίνεται δὲ αὕτη ἡ μάχη τῶν ὀρέξεων ἐν τοῖς χρόνου αἴσθησιν ἔχουσιν καὶ μάλιστά γε ἐν ἀνθρώπῳ· οὗτος γὰρ αἰσθάνεται χρόνου καθ’ αὑτό, τὰ δὲ ἄλλα κατὰ συμβεβηκός, οὐ γὰρ τοῦ χρόνου ἀλλὰ τοῦ πάθους οὗ ἔπαθε πάλαι· ἀμέλει τοῦ μέλλοντος οὐδὲν αὐτῶν αἴσθησιν ἔχει, ὅτι μηδὲ πάσχει τι ἐν τῷ μέλλοντι· εἰ μὴ ἄρα ἐν μύρμηξι καὶ μελίτταις καὶ τοῖς ἀποθησαυρίζουσι τὴν τροφὴν ἔστι πως καὶ τοῦ μέλλοντος αἴσθησις χρόνου. ἄνθρωπος δὲ μόνος ‘ἅμα πρόσσω καὶ ὀπίσσω’· μόνος γὰρ νοῦν ἔχει ᾧ τὸ πρότερον ἀριθμεῖ καὶ τὸ ὕστερον, ὁ δὲ ἀριθμὸς οὗτος χρόνος ἐστίν, ὥστε καὶ ποιητὴν εἰπὼν τοῦ χρόνου τὸν ἄνθρωπον ὁ ἐξηγητὴς Ἀλέξανδρος οὐκ οἴεται φαύλως εἰρηκέναι,2 ἄντικρυς ἐπίνοιαν ἡμετέραν ποιῶν τὸν χρόνον, ὑπόστασιν δὲ οἰκείαν αὐτῷ μὴ διδούς· οὐκ ὀρθῶς οὐδὲ ἑπομένως Ἀριστοτέλει, εἴπερ τι δεῖ προσέχειν τοῖς ἐν τῇ Φυσικῇ ἀκροάσει. ἀλλ’ ὅταν γε ὁ νοῦς διαμάχηται πρὸς τὴν ἐπιθυμίαν, [ὧν] ὁ μὲν διὰ τὸ μέλλον ἀνθέλκει, ἡ δὲ ἐπιθυμία τὸ παρὸν ἡδὺ διώκει· φαίνεται γὰρ τὸ νῦν ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ ἁπλῶς ἀγαθὸν διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον. ἓν μὲν οὖν εἴδει τὸ ὀρεκτικόν, ἓν δὲ καὶ τὸ πρὸ τούτου τὸ ὀρεκτόν, ὅπερ ἤδη κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι·3 ἀριθμῷ δὲ εἶναι πλείω τὰ κινοῦντα καὶ ὡς ὀρεκτικὰ οὐδὲν κωλύει. τρία τοίνυν ἐστὶν ὧν χωρὶς οὐκ ἂν γένοιτο ἡ κίνησις αὕτη τοῖς ζῴοις, μᾶλλον δὲ τέτταρα, τὸ κινοῦν καὶ ᾧ κινεῖ καὶ τὸ κινούμενον. τέτταρα δὲ εἶπον, ὅτι τὸ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον ὥσπερ τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ κινούμενον καὶ κινοῦν ὥσπερ ὄρεξις· αὕτη γὰρ κινεῖ τὰ ζῷα κινηθεῖσα ὑπὸ τοῦ ἀγαθοῦ· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον οὐδὲν ἄλλο ἐστὶν ἢ τῆς ὀρέξεως εἰς τοὐμφανὲς πρόοδος καὶ ἐνέργεια· ἀλλ’ ἐπειδὴ μὴ παρ’ ἑαυτῆς ἔχει τὴν ἀρχήν, ἀλλὰ παρὰ τοῦ πρακτοῦ ἀγαθοῦ, διὰ τοῦτό φαμεν καὶ κινεῖν αὐτὴν καὶ κινεῖσθαι. τὸ κινούμενον δέ ἐστι τὸ ζῷον.
因此,显而易见,正是灵魂的这样一种能力——我们称之为欲求——在位置运动中推动着动物;并且对于那些划分灵魂部分的人而言,如果他们按照能力来划分和区分,就必须把这一能力也一并计入,正如营养能力、感觉能力、理论观照能力以及深思熟虑能力一样,与这些能力并列的,正是刚才论述所界定的这种欲求能力;因为这些能力彼此之间的差异,远甚于激情与欲望以及承载这些情状的能力之间的差异;照此说来,灵魂的部分就不会如他们所说的那样只有三个,而是要多得多。但我们必须再次回到眼前的主题。于是,在位置上推动动物的能力乃是单一的,即我们屡次称之为欲求的能力,无论是推理居于主导,还是欲望或激情居于主导;因为正如虽然感觉有五种,却丝毫不妨碍感觉的本原是单一的,同样,欲求能力是单一的,而欲求所依凭的活动有三种,这也丝毫不受妨碍。正因如此,当推理与欲望或激情发生争执时,往往会发生欲求之间彼此对立的情形。欲求的这种争斗发生在具有时间感知的生物中,尤其是在人类之中;因为人按其自身感知时间,而其他动物则只是偶性地感知时间,因为它们感知到的不是时间,而是很久以前所遭受的情状;当然它们之中没有哪一个对未来具有感知,因为在未来它并未遭受任何情状——除非在蚂蚁、蜜蜂以及那些贮藏食物的动物中,不知何故亦存在某种对未来时间的感知。然而唯独人能够“兼顾前后”;因为唯有人拥有理智,借此数出先与后,而这一数就是时间,以至于注释家亚历山大称人为时间的造物主时,并不自认为说得不妥,从而断然将时间当作我们的一种构想,而不赋予它自身固有的实在性——这既不正确,亦不符合亚里士多德,如果确实需要注意《物理学》中的内容的话。但无论如何,当理智与欲望争斗时,理智因未来而往后拉扯,欲望则追逐当下的快适;因为当下的快适因看不到未来而显得既是端然快适的又是端然善的。因此,欲求能力在形式上是单一的,先于它的被欲求之物亦是单一的,正是这被欲求之物通过被思想或被想象而在不动的情况下已经进行推动;但丝毫不妨碍推动者在数目上是较多的,即便作为欲求者而言。于是,若没有它们,动物的这种运动就无法发生的事物有三个,或者说有四个:推动者、借以推动的工具以及被推动者。我之所以说是四个,是因为推动者是双重的:一种是不动的,如同可实践的善;另一种则是既被推动又推动的,如同欲求;因为欲求是在被善推动之后才推动动物的;因为位置运动不是别的,正是欲求公开的展开和现实活动;但既然它的始点不是来自自身,而是来自可实践的善,正因如此我们说它既在推动又被推动。而被推动者就是动物。
- 3.10ὥσπερ τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ θεωρητικὸν καὶ τὸ βουλευτικόν
这些中性单数实质化形容词与前面的“把这一能力也一并计入”(προσαριθμητέον καὶ ταύτην)相呼应并列。语境中暗含的名词是 δύναμις 或 μέρος,展示了若按能力划分灵魂,这些各自独立的官能均需被逐一列举。
- 3.10ὥστε καὶ ποιητὴν εἰπὼν τοῦ χρόνου τὸν ἄνθρωπον ὁ ἐξηγητὴς Ἀλέξανδρος οὐκ οἴεται φαύλως εἰρηκέναι
该从句的主语是 ὁ ἐξηγητὴς Ἀλέξανδρος,主动词为 οὐκ οἴεται。分词 εἰπών 与主语同格,支配双重宾格(ποιητὴν ... τὸν ἄνθρωπον,称人为时间的创造者)。其后的分词 ποιῶν 与 μὴ διδούς 同样修饰该主语,进一步说明亚历山大的立场。
- 3.10τῷ νοηθῆναι ἢ φαντασθῆναι
带冠词不定词的与格,表示手段或方式。它修饰前面的 κινεῖ οὐ κινούμενον(“在不动的情况下推动”),说明作为不动物的被欲求之物是如何产生推动作用的,即通过被思想或被想象。
