← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§118.27-119.28

实践理智与被欲求之物所引起的动物位移

德米斯提乌论述了推动动物在空间中运动的乃是实践理智与欲求两者,但动力因最终被归约为单一的被欲求之物(真实之善或表观之善),且它乃是个别的、可变化的实践之善,而非端然永恒的第一善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#1

10. Φαίνεται δὴ τὰ δύο ταῦτα κινοῦντα, νοῦς καὶ ὄρεξις, [ἢ] εἴ τις καὶ τὴν φαντασίαν ὡς νόησιν τιθείη· πολλὰ γὰρ καὶ ἄνθρωποι ταῖς φαντασίαις ἀκολουθοῦσι μᾶλλον ἢ ταῖς ἐπιστήμαις, καὶ τὰ ἄλογα ζῷα ταύταις οἰακίζεται μόναις ἀποροῦντα φρονήσεως, οἷς ἡ φαντασία γίνεται ἀντὶ νοήσεως. ὅταν δὲ λέγω τὸν νοῦν κινεῖν κατὰ τόπον, τὸν πρακτικὸν λέγω νοῦν καὶ ἕνεκά του λογιζόμενον ἢ βουλευόμενον. διαφέρει δὲ τοῦ θεωρητικοῦ τῇ πολλάκις εἰρημένῃ διαφορᾷ, ὅτι τῷ μὲν αὐτὴ τέλος ἡ ἐνέργεια, τῷ πρακτικῷ δὲ ἡ ὄρεξις ἄλλου τινὸς ἕνεκεν παρ’ αὐτὴν τὴν ἐνέργειαν· ὁ γὰρ σκοπὸς ἐφ’ ὃν ἡ θεωρία καὶ ἡ ὄρεξις, οὗτός ἐστιν ἀρχὴ τοῦ πρακτικοῦ νοῦ· πρὸς τοῦτον γὰρ ὁρῶν λογίζεται καὶ βουλεύεται περὶ τῶν πρακτέων· καὶ τὸ ἔσχατον αὐτῷ τῆς νοήσεως, εἰς ὃ ἵσταται βουλευόμενος, ὅπως ἂν τὸ τέλος περιποιήσαιτο, ἀρχὴ τῆς πράξεως1 καὶ αὖ πάλιν τὸ πέρας τῆς πράξεως ἡ τῆς νοήσεώς ἐστιν ἀρχή. εὐλόγως οὖν ἐν τοῖς δύο τούτοις ζητητέον τὴν κινητικὴν αἰτίαν τῆς πορείας τοῖς ζώοις, λέγω δὲ ἐν ὀρέξει καὶ διανοίᾳ πρακτικῇ, διότι καὶ ἄμφω τέλους ἕνεκέν του ὀρεκτοῦ· καὶ γὰρ ἡ διάνοια ὅταν κινῇ ὀρεκτοῦ τινος χάριν κινεῖ, ὥστε οὐδὲ ἄνευ ὀρέξεως, εἴπερ τὰ πρός τι πρὸς ἄλληλα. ἓν δή τι τὸ κινοῦν πρώτως τὸ ὀρεκτόν, καὶ μία ἡ τούτου ὄρεξις, καὶ οὐχ ὡς ἄλλο τι θετέον τὸν νοῦν καὶ τὴν ὄρεξιν· οὐδὲ γὰρ ἄλλο τὸ εἶδος τοῦ γένους, ἦν δὲ καὶ ἐν τῷ νῷ ὄρεξις· ἡ γὰρ βούλησις ὄρεξις ἦν. εἰ δὲ ἦν δύο καὶ ἕτερα ἀλλήλων νοῦς καὶ ὄρεξις, ἐκίνει δὲ ἄμφω, ἄλλη ἄν τις δύναμις ὑπῆρχεν ἀμφοτέροις κοινή, ἧς ἀμφότερα κοινωνοῦντα ἐκίνει τὸ ζῶον, ὡς τῷ δίποδι καὶ τῷ τετράποδι τὸ πόδας ἔχειν. νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως (εἴρηται γὰρ ὅτι καὶ ἡ βούλησις ὄρεξις), ἡ δὲ ὄρεξις καὶ ἄνευ νοῦ· ὄρεξις γάρ ἐστι καὶ θυμὸς καὶ ἐπιθυμία, καὶ παρὰ τὸν λογισμὸν κινεῖ πολλάκις. δῆλον δὲ ἐπὶ τῶν ἀκρατῶν, ὅτι τοῦ νοῦ πρὸς τὰ ἀμείνω κινοῦντος ὀρέγονται τῶν φαυλοτέρων. Νοῦς μὲν οὖν ἅπας ὀρθὸς ὅ γε κυρίως, ὄρεξις δὲ οὐ πᾶσα ὀρθή, ἀλλ’ οὐδὲ φαντασία ἡ χωρὶς νοῦ, εἰ καὶ τῷ νῷ πολλάκις αὐτὴν συνετάξαμεν. διὰ ταῦτα τοίνυν κινεῖ μὲν αἰεὶ τὸ ὀρεκτόν, τοῦτο δέ ἐστιν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν· ἀλλὰ τὸν μὲν νοῦν τὸ ἀληθινὸν ἀγαθόν, τὸ φαινόμενον δὲ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν·2 καὶ γὰρ τὸ ἡδὺ τηνικαῦτα φαίνεται ἀγαθόν, ὅταν κινῇ τὴν ἐπιθυμίαν ἢ τὸν θυμόν. οὐ πᾶν δὲ ἀγαθὸν κινητικὸν τῆς ὀρέξεως· οὐ γὰρ τὸ πρῶτον οὐδὲ εἴ τι ἁπλῶς ἀγαθὸν καὶ ἀίδιον· τοῦτο μὲν γὰρ ἴσως κοινὸν ἅπασι τὸ ὀρεκτὸν καὶ ἄλλον τρόπον ὃν ὕστερον ἐπισκεπτέον. νῦν δὲ τὸ ἑκάστῳ τῶν ζῴων αἴτιον τῆς κινήσεως ἐπιζητοῦμεν, ὅπερ ἤδη τὸ ἐν μέρει ἐστὶν ἀγαθὸν καὶ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέσθαι, καὶ τὸ μὴ ἁπλῶς ἀλλὰ τινὶ καὶ ποτὲ καὶ πρὸς τόδε.

于是显现出正是这两者在推动[动物]:理智与欲求,或者如果有人把想象亦视为某种思想的话;因为人类在许多事情上亦顺从想象甚于顺从科学知识,而无理性的动物缺乏明智,仅由想象所驾驭,对它们而言想象取代了思想。然而,当我说理智产生位置运动时,我说的是实践理智,即为了某种目的而推理或深思熟虑的理智。实践理智与理论理智的区别在于那屡次被言及的差异:对理论理智而言,活动本身即是目的;而对实践理智而言,欲求乃是为了活动本身之外的某种他物;因为理论观照与欲求所朝向的目标,正是实践理智的本原;因为实践理智正是注视着这个目标,才对应行之事进行推理和深思;对于它而言,思想的最终阶段——即在深思如何能够获得这一目的时所停顿之处——便成了行为的始点,而反过来,行为的终点又是思想的始点。因此,合理地应当在动物的这两者之中寻找步行的动力因,我说的是在欲求与实践思想之中,因为两者皆为了某种目的,即为了被欲求之物;因为思想在推动时,亦是为了某种被欲求之物而推动,因而绝不能没有欲求,既然相关联的事物彼此互相关联。于是,首要推动者乃是单一之物,即被欲求之物,而对它的欲求亦是单一的,不应把理智与欲求设定为两种不同的事物;因为种亦非有别于属的他物,并且在理智中亦存在欲求;因为意愿本就是欲求。然而,如果理智与欲求是互相不同的两个事物,却又都在推动,那么两者之中就会存在某种别的共同能力,两者因分有这种能力而推动动物,正如具有足对于双足者和四足者是共同的一样。但现在,理智显现出并非脱离欲求而推动(因为已经说过,意愿亦是一种欲求),而欲求即使脱离理智亦能推动;因为激情和欲望皆是欲求,并且屡次违背推理而推动。这在不能自制者身上尤为显明,因为当理智向着较善之物推动时,他们却欲求较恶之物。因此,一切理智皆是正确的,至少严格意义上的理智是如此,但并非一切欲求皆是正确的,脱离理智的想象亦非正确,即便我们屡次将它与理智并列。因此之故,恒常推动者乃是被欲求之物,而这要么是善,要么是表观之善;然而真实之善推动理智,表观之善则推动欲望与激情;因为令人愉悦之物正是在推动欲望或激情时才显现为善。但并非一切善皆能推动欲求;因为第一善并非如此,任何单纯之善与永恒之善亦非如此;因为这或许是一切事物共通的被欲求之物,并且属于另一种方式,我们必须在后文对此进行考察。但如今我们探求的是各个动物运动的原因,这已然是个别的善,是可能生成亦可能不生成的事物,并且并非单纯如此,而是对某人、在某时且相对于某物而言的善。

语法注2 条
  1. 3.10καὶ τὸ ἔσχατον αὐτῷ τῆς νοήσεως, εἰς ὃ ἵσταται βουλευόμενος, ὅπως ἂν τὸ τέλος περιποιήσαιτο, ἀρχὴ τῆς πράξεως

    该分句的主语是中性名词短语 τὸ ἔσχατον αὐτῷ τῆς νοήσεως,表语是 ἀρχὴ τῆς πράξεως(省略了系动词 ἐστί)。关系从句 εἰς ὃ ἵσταται βουλευόμενος 以 τὸ ἔσχατον 为先行词,其后的 ὅπως ἂν τὸ τέλος περιποιήσαιτο 则是依附于分词 βουλευόμενος 的目的从句。这一句法骨架清晰地表达了实践沉思的终点转化为行动起点的结构。

  2. 3.10ἀλλὰ τὸν μὲν νοῦν τὸ ἀληθινὸν ἀγαθόν, τὸ φαινόμενον δὲ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν

    这是一个承前省略动词 κινεῖ 的对照省略句。语序呈现倒置与交错排列(前置宾格宾语与后置主格主语):宾格的 τὸν μὲν νοῦν 与 τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν 被分别置于前部,而主格主语 τὸ ἀληθινὸν ἀγαθόν 与 τὸ φαινόμενον [ἀγαθόν] 则位于其后(即“真实之善推动理智,表观之善推动欲望与激情”)。准确辨别格的功能是读通该句的关键。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:118.27-119.28