← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§117.29-118.26

审查灵魂诸能力作为动物位移运动的原因

特米斯提乌斯依次论证了动物位置运动的原因既非营养能力、感觉能力,亦非理智(无论是理论理智还是实践理智),单凭欲望或激情本身亦不足以成为运动的主宰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9#2

Ὅτι μὲν οὖν ἡ θρεπτικὴ δύναμις οὐ κινεῖ τὸ ζῷον ταύτην τὴν κίνησιν, δῆλον· αἰεὶ γὰρ ἕνεκά τινος ἡ κίνησις ἡ κατὰ τόπον καὶ μετὰ φαντασίας καὶ διώξεως ἢ φυγῆς τοῖς μὴ βίᾳ κινουμένοις ἀλλ’ ἑκουσίως· ἡ θρεπτικὴ δὲ φαντασίας ἄμοιρος παντελῶς, διὰ τοῦτο δὲ καὶ ὀρέξεως· πᾶσα γὰρ ὄρεξις ἐπ’ αἰσθήσει καὶ φαντασίᾳ. ὀρεγόμενα μὲν οὖν τῆς τροφῆς ἐπ’ αὐτὴν κινεῖται τὰ ζῷα· οὐ μὴν διὰ τοῦτο ταὐτὸν ἡ θρεπτικὴ δύναμις τῇ ὀρεκτικῇ· σημεῖον δέ· ἐν γὰρ τοῖς φυτοῖς ἡ θρεπτικὴ μέν ἐστιν, ἡ ὀρεκτικὴ δὲ οὐδαμῶς, διότι μηδὲ αἴσθησις μηδὲ φαντασία. εἰ δ’ ἦν ἐν τῷ θρεπτικῷ τὸ κατὰ τόπον κινητικόν, εἶχεν ἄν τι μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν τὴν πορευτικὴν τὰ φυτά·1 οὐδὲν γὰρ μάτην ἡ φύσις δίδωσιν. ἀλλ’ οὐδὲ τὸ αἰσθητικὸν ταὐτὸν τῷ κατὰ τόπον κινητικῷ· πολλὰ γὰρ τῶν ζῴων αἴσθησιν μὲν ἔχει, μόνιμα δ’ ἐστὶ καὶ ἀκίνητα διὰ τέλους οὐδὲ δύναμιν ἔχοντα τοῦ κατὰ τόπον κινεῖσθαι· μάτην γὰρ ἂν εἶχεν, ἡ δὲ φύσις ἄμφω κατ’ ἴσον φυλάσσεται καὶ τὸ μάτην τι προστιθέναι καὶ τὸ ἐλλείπειν τι τῶν ἀναγκαίων, πλὴν ἐν τοῖς πηρώμασι καὶ ἀτελέσι. τὰ δὲ τοιαῦτα τῶν ζῴων τέλεια καὶ οὐ πηρώματά ἐστι. σημεῖον δέ, ὅτι γεννητικὰ ἑτέρων τοιούτων καὶ ἀκμὴν ἔχει καὶ φθίσιν. ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν καὶ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν· ἐπεὶ γὰρ διττὸς ὁ νοῦς, ὁ μὲν θεωρητικὸς οὐδὲν θεωρεῖ τῶν πρακτῶν οὐδὲ περὶ φευκτοῦ καὶ ὀρεκτοῦ διανοεῖται, ἡ κίνησις δὲ ἡ κατὰ τόπον ἢ φεύγοντος ἢ διώκοντος· ὁ δὲ πρακτικὸς νοεῖ μέν τι περὶ τούτων, κύριος δὲ οὐκ ἔστι τῆς κινήσεως. πολλάκις γοῦν τι διανοεῖται φυγῆς ἄξιον καὶ οὐ φεύγει, οἷον σεισμὸν ἢ θηρίον, ἀλλὰ πάλλει μὲν ἡ καρδία καὶ φρίττουσιν αἱ τρίχες, μένει δὲ ἐν τῷ τόπῳ τὸ ζῷον· πολλάκις δὲ καὶ ἡδύ τι λογιζομένου μόριον μέν τι τοῦ σώματος συναισθάνεται,2 ἠρεμεῖ δὲ ὅλον τὸ ζῷον. αἴτιον δέ, ὅτι τὰ φοβερὰ καὶ τὰ ἡδέα οὐ μόνον παρόντα καὶ μέλλοντα διανοεῖται, ἀλλὰ καὶ παρεληλυθότα ἐνίοτε καὶ μάλιστά γε ὁ ἄνθρωπος, κινεῖσθαι δὲ ἐπὶ τὰ παρελθόντα οὐχ οἷόν τε. οὐκ ἔστιν οὖν ἡ νόησις κυρία τοῦ μεταβαίνειν, πολλάκις δὲ καὶ φανερῶς ἐπιτάττοντος τοῦ νοῦ καὶ κελευούσης τῆς διανοίας φεύγειν ἢ διώκειν οὐ κινεῖται τὸ ζῷον κατὰ τὸν νοῦν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν, ὥσπερ ὁ ἀκρατής. οὐκ ἄρα ὁ νοῦς οὐδὲ ἡ ἐπιστήμη κινεῖ τὸ ζῷον ταύτην τὴν κίνησιν. καὶ γὰρ ἄλλως ὁρῶμεν, ὅτι συμβαίνει τὸν ἔχοντα τὴν ἰατρικὴν μὴ ἰατρεύειν, καὶ τὸν ἔχοντα τὴν ἱππικὴν μὴ ἱππεύειν, ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ κινεῖσθαι, ἀλλ’ οὐ τῆς τέχνης ἢ τῆς ἐπιστήμης.3 ἀλλὰ μὴν οὔτε ἡ ἐπιθυμία καθ’ ἑαυτὴν ταύτης κυρία τῆς κινήσεως, οὔτε ὁ θυμός· οἱ γὰρ ἐγκρατεῖς θυμούμενοι καὶ ἐπιθυμοῦντες ἡσυχάζουσιν ὑπὸ τοῦ λογισμοῦ κατεχόμενοι.

因此,营养能力并不以这种运动推动动物,这是显而易见的;因为位置运动始终是为了某种目的,并且对于那些非受强迫而是自愿运动者而言,伴随着想象以及追求或逃避。然而营养能力完全无涉于想象,因此亦无涉于欲求;因为一切欲求皆基于感觉与想象。动物诚然因欲求食物而向其运动;但这并不意味着营养能力就等同于欲求能力。其证据在于:植物中具有营养能力,但绝无欲求能力,因为它们既无感觉亦无想象。如果产生位置运动者存在于营养能力之中,植物便会具有某种用于步行运动的器官部分;因为自然绝不徒然赐予任何事物。但感觉能力亦不等同于产生位置运动者;因为许多动物虽有感觉,却终生固定不动,甚至不具有在位置上运动的能力。因为[若具有这种能力]它们便是徒然具有,而自然同样戒防这两者:既不徒然增添任何事物,亦不遗漏任何必需之物,除非在残缺与不完全的事物中。然而这类动物是完全的而非残缺的。其证据在于:它们能生育与自身同类的其他个体,并且具有全盛期与衰亡期。再者,推理部分以及所谓理智亦非推动者;因为既然理智是双重的,一方面,理论理智不观照任何实践之事,亦不思虑应逃避或应欲求之物,而位置运动则属于逃避者或追求者;另一方面,实践理智虽对这些事物有所思想,但并非运动的主宰。无论如何,它屡次思虑到值得逃避的事物,如地震或野兽,却并不逃避,而是心脏虽在跳动、毛发虽在战栗,动物却仍留在原地;屡次在思虑到某种令人愉悦的事物时,身体的某一部分虽有同感,整个动物却安然静止。其原因在于,它思虑可怕与愉悦之事,不仅视其为当前与未来的,有时亦视其为过去的,人尤为如此,但向着过去之事运动是不可能的。因此,思维并非变换位置的主宰;而且屡次在理智显明地下令、思想吩咐去逃避或追求时,动物并不依照理智而运动,而是依照欲望而运动,正如不能自制者那样。因此,理智与知识皆不能以这种运动推动动物。因为我们在其他方面亦看到,拥有医术者并不行医,拥有马术者并不骑马,这是由于运动的主宰乃是另外的某种事物,而非技艺或知识。然而,欲望自身亦非这种运动的主宰,激情亦然;因为能自制者虽有激情并怀有欲望,却受推理的抑制而保持平静。

语法注3 条
  1. 3.9εἰ δ’ ἦν ἐν τῷ θρεπτικῷ τὸ κατὰ τόπον κινητικόν, εἶχεν ἄν τι μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν τὴν πορευτικὴν τὰ φυτά

    反事实条件句,条件从句为 εἰ 加上未完成过去时直陈语气 ἦν,主句为 ἄν 加上未完成过去时直陈语气 εἶχεν,表示与现在事实相反的假定:“如果产生位置运动者存在于营养能力之中,植物就会具有用于步行运动的器官部分(但实际上并不具有)”。

  2. 3.9πολλάκις δὲ καὶ ἡδύ τι λογιζομένου μόριον μέν τι τοῦ σώματος συναισθάνεται

    分词 λογιζομένου 属于属格绝对结构,其逻辑主语(人或泛指的动物)省略,由上下文承前补出。主句主语为 μόριον μέν τι τοῦ σώματος(身体的某一部分),旨在对比身体局部的生理反应与整个动物仍然静止的状态。

  3. 3.9ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ κινεῖσθαι, ἀλλ’ οὐ τῆς τέχνης ἢ τῆς ἐπιστήμης

    连词 ὡς 引领属格绝对结构 ἑτέρου τινὸς ὄντος κυρίου,表明所观察现象(如通晓医术者却不行医)的设想理由或逻辑依据,意为“基于运动的主宰者乃是别的事物,而非技艺或知识”。冠词不定词 τοῦ κινεῖσθαι 作形容词 κυρίου 的客观属格补足语,表示“主宰运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:117.29-118.26