← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§116.26-117.28

动物位置运动的动力与灵魂划分的疑难

释义亚里士多德《论灵魂》第3卷第9章,开启对引起动物位置运动的推动本原的探求,并分析了包括柏拉图式三分法在内的灵魂分部说所面临的诸多疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9#1

9. Ἐπεὶ δ’ ἡ ψυχὴ τῶν ζῴων κατὰ δύο ὥρισται μάλιστα δυνάμεις, τήν τε κριτικήν, αὕτη δέ ἐστι διανοίας ἔργον καὶ αἰσθήσεως, καὶ τὴν κινητικὴν τῆς κατὰ τόπον κινήσεως, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τέως τοσαῦτα· περὶ δὲ τοῦ κινοῦντος τί ποτέ ἐστιν,1 ἑξῆς σκεπτέον, πότερον ἕν τι μόριον τῆς ψυχῆς καὶ τοῦτο χωριστὸν κατὰ μέγεθος ἢ κατὰ λόγον, ἢ πᾶσα ἡ ψυχή· καὶ εἰ μόριον, πότερον ἕτερον παρὰ τὰ λέγεσθαι εἰωθότα οἷον τὸ λογιστικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν, ἢ τούτων ἕν τι. καίτοι γε αὐτὸ τοῦτο ἀπορίαν ἔχει πολλήν, πότερον δεῖ μόρια λέγειν ψυχῆς μεγέθει καὶ τόπῳ διεστηκότα, ἢ δυνάμεις πλείους ἐν ταὐτῷ ὑποκειμένῳ διαφερούσας, ὥσπερ εἶχεν ἐπὶ τοῦ μήλου τὸ γλυκὺ καὶ τὸ εὐῶδες καὶ τὸ λευκόν. εἰ δὲ μόρια, πόσα ἄρα τὸν ἀριθμόν, καὶ εἰ μόνα τὰ τρία, ὡς τίθενταί τινες, ἢ καὶ πλείω. σχεδὸν γὰρ οὐκ εὐαρίθμητα φαίνεται τὰ μέρη τῆς ψυχῆς, εἰ τοιαύτας λαμβάνοι τις τὰς διαφοράς, αἷς τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λογισμὸν χωρίζουσι· φαίνεται γὰρ ἄλλα μόρια μείζω διάστασιν ἔχοντα τούτων· τὸ γὰρ θρεπτικὸν ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζῴοις, μακρῷ μᾶλλον τῶν τριῶν διενήνοχεν ἢ τὰ τρία ταῦτα ἀλλήλων, καὶ τὸ αἰσθητικὸν δὲ παραπλησίως· οὔτε γὰρ ὡς λόγον ἔχον αὐτό, οὔτε ὡς ἄλογον παντελῶς θετέον. καθὸ μὲν γὰρ κρίνει τὰς ἐν τοῖς αἰσθητοῖς διαφορὰς καὶ ἀφορμὴ καὶ ἐπιβάθρα γίνεται τῷ λόγῳ, κατὰ τοῦτο ἂν δόξειε νοῦ κοινωνεῖν· καθὸ δέ ἐστιν οὐδὲν ἔλαττον ἐν τοῖς ἀλόγοις ζῴοις, ταύτῃ δὲ αὖ πάλιν ἄλογον ἂν νομισθείη. ἔτι δὲ τὸ φανταστικὸν τῷ μὲν εἶναι 〈καὶ〉 κατὰ τὸν λόγον ἕτερον τῶν εἰρημένων· εἴπερ δὲ τὰ τρία μέρη μόνα τουτέστι τὰ λεγόμενα τῆς ψυχῆς, ἢ τῷ λόγῳ συντακτέον αὐτὴν ἢ τῇ ἐπιθυμίᾳ ἢ τῷ θυμῷ. πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὸ ὀρεκτικόν, ὃ καὶ τῷ λόγῳ πάμπολυ διαφέρει καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ τῶν προειρημένων ἁπάντων, ἓν τιθείη τις ἂν τῶν τριῶν· καὶ γὰρ ἄτοπον ἴσως τὸ διασπᾶν ταύτην τὴν δύναμιν καὶ τιθέναι αὐτὴν καὶ ἐν τῷ λόγον ἔχοντι καὶ ἐν τῷ ἀλόγῳ, καὶ μὴ ποιεῖν καὶ ταύτην χωρὶς ὥσπερ ἐκείνων ἕκαστον. ἀλλ’ ὅθεν ἐξετραπόμεθα,2 τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῷόν ἐστι; τὴν μὲν γὰρ κατὰ αὔξησιν κίνησιν καὶ φθίσιν τὸ πᾶσιν ὑπάρχον δόξειεν ἂν κινεῖν, λέγω δὲ τὸ γεννητικὸν καὶ θρεπτικόν, σκεπτέον δὲ ὕστερον καὶ περὶ ἀναπνοῆς καὶ ἐκπνοῆς, ὑπὸ τίνος γίνονται δυνάμεως, καὶ περὶ ὕπνου καὶ ἐγρηγόρσεως· κινήσεις γὰρ καὶ αὗται καὶ ἀλλοιώσεις τοῦ ζῴου. ἀλλ’ ὅ γε προυθέμεθα ἐξ ἀρχῆς περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ ζῷον τὴν πορευτικὴν κίνησιν ἐπισκεπτέον.

9. 既然动物的灵魂尤其由两种能力所界定——即判断能力(此乃思维与感觉之功用)与产生位置运动的运动能力——关于感觉与理智暂且规定至此;关于推动者究竟为何,接下来必须考察:它究竟是灵魂的某一个部分且这部分在量度上或在定义上是可分离的,抑或是整个灵魂;若是一个部分,究竟是异于惯常所说的部分(如理性部分、激情部分与欲望部分),抑或是这些部分中的某一个。然而正是这一点本身就包含着诸多疑难:究竟应当说灵魂的诸部分在量度与场所上相互隔开,抑或是多种能力在同一底层中有所差异,正如苹果中的甜味、芳香与白色那样。若是部分,其数量究竟有多少,是如某些人设定的仅有三个,抑或更多。因为如果有人依据区分激情、欲望与理性的那些差异来划分,灵魂的部分似乎几乎不可胜数;因为显现出的其他部分比这些部分具有更大的分野。属于植物与一切动物的营养部分,与这三个部分的差异,远大于这三个部分彼此之间的差异,感觉部分亦同样如此;因为既不能将它设定为具有理性的,也不能设定为完全无理性的。因为就其判断可感事物中的差异并成为理性的出发点与阶梯而言,在这一方面它似乎分有了理智;但就其在无理性动物中同样存在而言,在这一方面它又会被认为是无理性的。此外,想象部分在存在与定义上亦异于上述诸项;若灵魂唯有所谓的三部分,则必须将它归入理性,或欲望,或激情。在上述一切之外,欲求部分在定义、能力与现实活动上皆极大异于前述一切,有人可能会将它归入三者之一;因为将这一能力撕裂开来,既置于具理性者之中又置于无理性者之中,而不像上述各项一样使其独立,或许是荒谬的。但回到我们岔开话题之处:在位置上推动动物的究竟是什么?因为由生长与消亡而来的运动,似乎是由属于万物的部分所推动的——我指生殖与营养部分——而关于吸气与呼气由何种能力产生,以及关于睡眠与醒觉,随后必须考察;因为这些亦是动物的运动与质变。但关于我们在最初所提出的关于位置运动的论题,必须考察究竟是什么在步行运动中推动动物。

语法注2 条
  1. 3.9περὶ δὲ τοῦ κινοῦντος τί ποτέ ἐστιν

    前置介词短语 περὶ τοῦ κινοῦντος 提前引出间接疑问从句 τί ποτέ ἐστιν 的主语,构成先取句法(prolepsis)。整句的核心骨架为“关于推动者究竟为何,接下来必须考察”(ἑξῆς σκεπτέον)。

  2. 3.9ἀλλ’ ὅθεν ἐξετραπόμεθα

    从脱节的疑难探讨回归核心议题的习用表达。在句法上省略了表示返回的动词(如 ἐπανέλθωμεν 或 ἐπανιτέον),由关系副词 ὅθεν 引导从句,意为“[回到]我们偏离之处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:116.26-117.28