← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§115.10-116.25

作为一切存在者的灵魂及其与意象的区别

德米斯提乌解释了灵魂在何种意义上是一切存在者,论证了灵魂对形式的接收、现实活动及其对质料的赋予,并阐明了意象与思想及命题结合之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8

8. Ταῦτα μὲν οὖν πολλάκις ἐπισκεπτέον· νῦν δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες εἴπωμεν πάλιν, ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστιν ἅπαντα. ἢ γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά. ἔστι δὲ ἡ μὲν κατ’ ἐνέργειαν ἐπιστήμη τὰ ἐπιστητά, ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις τὰ αἰσθητά. πῶς δὲ τοῦτο, εἴρηται μὲν καὶ πρότερον ἱκανῶς, νῦν δὲ καὶ ἕτερόν τι προσληπτέον. τὰ ὄντα τοίνυν τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ, οὕτω δὲ καὶ ἡ ψυχὴ τὰ μὲν δυνάμει εἴδη ἐστί, τὰ δὲ ἐνεργείᾳ· ὅταν μὲν γὰρ ἔχῃ τὴν ἕξιν τῆς αἰσθήσεως καὶ τοῦ νοῦ, μὴ ἐνεργῇ δέ, δυνάμει ἐστὶ τὰ ὄντα, ὅταν δὲ ἐνεργῇ ταῖς ἕξεσιν ἀμφοτέραις, ἐνεργείᾳ ἐστὶ τὰ ὄντα. καλῶς δὲ λέγομεν τὰ ὄντα εἶναι ἅπαντα τὴν ψυχήν· τὰ γὰρ εἴδη ἐστὶ τὰ ὄντα καὶ κατὰ τὸ εἶδος ἕκαστόν ἐστιν ὅ ἐστιν, ἡ δὲ ὕλη γενέσεως ἦν μᾶλλον αἰτία καὶ τοῦ γίνεσθαι, οὐ τοῦ εἶναι· ἡ μὲν γὰρ ἄπαυστος ῥοὴ τῶν σωμάτων διὰ τὴν ὕλην, ἀτρεμίζει δὲ ἕκαστον καὶ ταὐτόν ἐστιν ἐπί τινα χρόνον διὰ τὸ εἶδος. καλῶς οὖν λέγεται τὰ ὄντα πάντα εἶναι τὴν ψυχήν, ἐπειδὴ τὰ εἴδη τῶν ὄντων πάντων λαμβάνει τῷ τε νῷ καὶ τῇ αἰσθήσει, καὶ γίνεται αὐτοῖς ἡ αὐτή. γίνεται δὲ οὐχ ὅλοις τοῖς πράγμασιν ἡ αὐτή· οὐ γὰρ λίθος ἐν τῇ ψυχῇ οὐδὲ πῦρ οὐδὲ γῆ. λείπεται τοίνυν τὰ εἴδη γίγνεσθαι τὴν ψυχήν, καὶ οὐδὲν κωλύει λόγον λόγῳ συναρμόζεσθαι καὶ μορφὴν μορφῇ, ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ. καὶ γὰρ ἡ χεὶρ ὄργανον ὀργάνων, δι’ οὗ χρώμεθα τοῖς ἄλλοις ὀργάνοις, καὶ ἡ ψυχὴ εἶδος εἰδῶν ᾧ ἀντιλαμβανόμεθα τῶν ἄλλων εἰδῶν. μήποτε δὲ οὐ τῷ λαμβάνειν μόνον τὰ εἴδη πάντα λέγεται καλῶς εἶναι τὰ ὄντα ἡ ψυχή, ἀλλὰ καὶ τῷ ἐντιθέναι τὰ εἴδη τῇ ὕλῃ. αὕτη γάρ ἐστιν ἡ τὴν ὕλην μορφοῦσα ποικίλαις μορφαῖς· ἡ γὰρ ζωὴ παρὰ ταύτης ἡ πολὺ [τῆς ὕλης] τρανεστέρα μὲν ἐπὶ τῶν ζῴων, ἀμυδροτέρα δὲ ἐπὶ τῶν φυτῶν καὶ τῶν στοιχείων. Οἷς δὲ οὐδὲν εἶναι πρᾶγμα δοκεῖ παρὰ τὰ μεγέθη τὰ αἰσθητὰ κεχωρισμένον, τούτοις ἀκολουθεῖ τὰ νοητὰ εἴδη τίθεσθαι ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς, τοιαῦτα δὲ τὰ τῇ ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη * * * τὰ δὲ ὥσπερ συμπεφυρμένα τῇ ὕλῃ, ἅπαντα δ’ οὖν ὅμως αὐτῆς ἐξημμένα. σημεῖον δέ· ὁ γὰρ ἐκ γενετῆς τυφλὸς καὶ κωφὸς οὐκ ἂν μάθοι γεωμετρίαν, μήποτε δὲ οὐδ’ ἂν φαντασθείη κύκλον ἢ τρίγωνον, εἰ μὴ θερμὸν ἴσως καὶ ψυχρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ 〈ὡς〉 τὸ εὐῶδες καὶ τὸ δυσῶδες, ἃ καὶ αἰσθάνεται. καὶ τὸ ἓν δὲ καὶ τὰ δύο καὶ τὸν ἀριθμὸν ἐκ τῶν αἰσθητῶν ὁ νοῦς ἐξ ἀρχῆς ἐρανίζεται. διὰ τοῦτο οὖν καὶ νῦν ὅταν θεωρῇ τὰ τοιαῦτα ἀνάγκη αὐτῷ ἅμα φαντάσματι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι πλὴν ἄνευ ὕλης. Ἔστι δὲ τὰ μὲν κατὰ συμπλοκὴν λεγόμενα καὶ νοούμενα φανερῶς ἕτερα τῶν φαντασμάτων· ἡμέρας μὲν γὰρ καὶ φωτὸς τὰ αὐτὰ φαντάσματα μένει ἐν τῇ ψυχῇ, συμπλέκει δὲ αὐτὰ ὁ νοῦς ποικίλως ἐν τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστι’ καὶ ἐν τῷ ‘ἡμέρα ἐστὶ καὶ φῶς ἐστι’ καὶ ἐν τῷ ‘ἡμέρα μέν ἐστι, φῶς δὲ οὐκ ἔστι’ καὶ ἐν τῷ ‘ἔστω ἡμέραν εἶναι καὶ φῶς εἶναι’· καὶ αὗται πᾶσαι αἱ συμπλοκαὶ διαφέρουσιν ἀλλήλων τε καὶ τῶν φαντασμάτων, καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τὴν συμπλοκήν, ἐν ταῖς φαντασίαις δὲ οὔ. τὰ δὲ ἁπλᾶ καὶ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι;1 ἢ οὐδὲ τἆλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων· οὐ γὰρ ταὐτὸν τό τε νόημα τὸ ἀπὸ τοῦ Σωκράτους καὶ ἡ φαντασία, ἀλλὰ τὰ μὲν φαντάσματα τύπος τις καὶ ἴχνος αἰσθήσεως καὶ ὥσπερ πεῖσις, εἴ μοι τὴν πεῖσιν νοοίης ὡς πολλάκις προειρήκαμεν,2 τὸ νόημα δὲ ἐνέργεια τοῦ νοῦ περὶ τὸ φάντασμα ὑποκείμενον. ταύτῃ τοι καὶ ποικίλως αὐτῷ χρῆται καὶ ταῖς πτώσεσιν ἐξαλλάττων καὶ τοῖς ἄρθροις. ΘΕΜΙΣΤΙΟΥ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΑΡΑΦΡΑΣΕΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ.

8. 因此,这些问题必须多次予以审视;但现在,在概括了关于灵魂所谈及的内容之后,让我们再次陈述:灵魂在某种意义上就是一切存在者。因为存在者要么是感觉对象,要么是可知解对象;而处于现实活动中的知识就是可知者,处于现实活动中的感觉就是感觉对象。至于这何以如此,此前已充分说明,但如今还必须增添另一层认识。于是,存在者有些处于潜能之中,有些处于现实活动之中;灵魂亦是如此,有些是处于潜能之中的形式,有些是处于现实活动之中的形式。因为当灵魂拥有感觉与理智的习性却不进行活动时,它便是在潜能中成为存在者;而当它在两种习性中都进行现实活动时,它便是在现实活动中成为存在者。我们称灵魂是一切存在者,乃是正确的;因为形式才是存在者,依据形式,每一事物才是其所是,而质料更多是生成与变为的原因,而不是存在的原因;因为物体的不断流变是由于质料,而每一事物得以静止并在一段时期内保持同一,则是由于形式。因此,称灵魂是一切存在者乃是恰当的,因为它通过理智与感觉接收一切存在者的形式,并与它们化为同一。然而,它并不是与事物整体化为同一;因为灵魂中并不存在石头,亦无火或土。由此剩下的,便是灵魂成为形式;而且没有任何东西阻碍定义与定义相协调、形态与形态相契合,从而灵魂正如手一般。因为手是工具的工具,我们借此使用其他工具;而灵魂是形式的形式,我们借此把握其他形式。然而,称灵魂为存在者,或许不仅在于它接收一切形式,亦在于它将形式赋予质料。因为正是灵魂以多样形态塑造质料;生命即源于此,它在动物身上远为明朗,而在植物和元素中则较为模糊。 对于那些认为在可感量度之外不存在任何分离之物的人而言,将可知解形式置于可感形式之中便成了必然的推论;因抽象而被言说者,以及凡属于可感事物的习性与受动特性的事物,皆属此类[……]有些事物宛如与质料相混合,然而无论如何全都依附于质料。其征象在于:一个天生盲聋之人无法学习几何学,甚至可能根本无法在形象中想象出圆或三角形,除非或许像他所实际感觉到的冷热、甜苦、芬芳与恶臭一般。而一、二与数量,理智从一开始也是从可感事物中采集而来的。因此正因如此,如今理智无论何时观照这类事物,都必须伴随着意象加以观照;因为意象犹如感觉,只是没有质料而已。 另一方面,按结合而被言说和被思想的事物,显然与意象不同;因为尽管白天与光亮的相同意象留存在灵魂中,理智却在“如果是白天,便有光亮”、“是白天且有光亮”、“虽是白天,却没有光亮”、“假定是白天且有光亮”中将它们作多样的结合;所有这些结合不仅彼此各不相同,亦与意象不同,而且真与假取决于结合,在意象中则并不存在。那么,单纯而初源的思想,与作为意象相比又有何区别呢?或者说,其他思想亦非意象,但离不开意象;因为源自苏格拉底的思想与意象并不是同一回事,意象是感觉的某种印记、痕迹以及犹如受动的东西——假若你为我按我们此前多次说过的含义来理解这受动的话——而思想则是理智围绕着底层的意象所作的现实活动。正因如此,理智以多种方式使用它,借助于格的变化和冠词来使之变换。 塞米斯提乌斯对亚里士多德《论灵魂》的释义,第七篇。

语法注2 条
  1. 3.8τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι;

    动词 διαφέρω 支配表示差异的属格。带否定词 μή 的冠词不定式属格 τοῦ μὴ φαντάσματα εἶναι 与疑问代词 τί 构成修辞性反问:“它们与不是意象相比又有何区别呢?”(即“它们与意象究竟有何不同?”)。古典希腊语中表示相异、阻碍或否定的动词所带的不定式常伴有冗余的 μή,在此表达对简单概念是否等同于意象的追问。

  2. 3.8εἴ μοι τὴν πεῖσιν νοοίης ὡς πολλάκις προειρήκαμεν

    从句 εἰ 搭配第二人称单数祈愿语气 νοοίης 构成了对读者的委婉假定或请托(潜在祈愿语气或亲切的条件表达)。与格 μοι 为伦理与格(dativus ethicus),为行文增添了“假若你肯听我言而理解……”的交流与对话语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:115.10-116.25