- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:113.35-115.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯对照了实践理智引发欲求的机制与理论理智中真假的作用,阐明了通过抽象思想数学对象的方式,并借助与神圣理智的对比,论证了寓于身体之中的理智同样能够思想无质料的形式。
συμβαίνει οὖν αὐτῷ καὶ παρούσης τῆς αἰσθήσεως καὶ ἀπούσης κινεῖν τὴν ὄρεξιν παραπλησίως. ἡ γὰρ δόξα τοῦ ἀγαθὸν ἢ κακὸν εἶναι ὃ νοεῖ,1 διωκτὸν αὐτὸ ἢ φευκτὸν ποιεῖ. ὁρῶν μὲν γὰρ τὸν φευκτὸν καὶ συνείς, ὅτι πολέμιος, φεύγει, καὶ μὴ ὁρῶν δὲ ἀλλ’ ἑαυτῷ προβάλλων τὰ φαντάσματα καὶ προστιθεὶς τὴν δόξαν ταὐτὸν ποιεῖ. ταῦτα δέ ἐστι τὰ ἔργα τοῦ πρακτικοῦ νοῦ· τούτου γὰρ τὸ κινεῖν τὴν ὄρεξιν, ἐπεὶ ὅ γε θεωρητικὸς νοῦς γιγνώσκει μόνον. ἔστι μέντοι καθάπερ τῇ αἰσθήσει τὸ ἡδὺ καὶ τὸ λυπηρόν, οὕτως αὖ πάλιν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ ἀληθὲς μὲν ἀντὶ τοῦ ἀγαθοῦ, τὸ ψεῦδος δὲ ἀντὶ τοῦ κακοῦ, διαφέρει δὲ ὅτι τὸ μὲν ἀληθὲς ἁπλῶς ἀληθές, καὶ τὸ ψεῦδος παραπλησίως, τὸ δὲ ἀγαθὸν τινὶ καὶ τὸ ἡδὺ τινί, ὥστε ὁ μὲν θεωρητικὸς τὸ ἁπλῶς κρίνει, ὁ δὲ πρακτικὸς τὸ τινί. νοεῖ δὲ ἄλλως μὲν τὰ καθ’ αὑτὰ νοητά, ἄλλως δὲ τὰ ἀφαιρέσει λεγόμενα, τὴν γραμμὴν λέγω καὶ τὴν ἐπιφάνειαν καὶ ὅση ὕλη γεωμετρίας· ταῦτα γάρ ἐστι μὲν πέρατα τῶν σωμάτων τῶν φυσικῶν, νοεῖ δὲ αὐτὰ οὐ συλλαμβάνων τὸ φυσικὸν σῶμα, ὥσπερ εἰ τὸ σιμὸν οἷός τε ἦν χωρίζειν τῆς ῥινὸς ᾗ τῆς σαρκὸς ᾗ συμβέβηκεν·2 ἐνόει γὰρ ἂν τὸ μὴ δυνάμενον ἄνευ τῆς ῥινὸς ὑποστῆναι χωρὶς τῆς ῥινός. νῦν δὲ ἐπὶ τοῦ σιμοῦ μὲν τοῦτο ποιεῖν ἀδυνατεῖ· ὁ γὰρ λόγος τοῦ σιμοῦ τὴν ῥῖνα περιλαμβάνει· ῥινὸς γὰρ πάντως καὶ σαρκὸς κοιλότης ἐστὶν ἡ σιμότης, αὐτὸ δὲ τὸ κοῖλον καὶ τὸ κυρτὸν καὶ τὴν εὐθεῖαν καὶ τὴν κεκλασμένην καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον οἷός τέ ἐστι καθ’ ἑαυτὰ θεωρεῖν, καίτοι μὴ καθ’ αὑτὰ ὑφεστῶτα. αἴτιον δὲ ὅτι εἰ καὶ μὴ κεχώρισται τὰ τοιαῦτα τῶν σωμάτων τῶν φυσικῶν, ἀλλ’ ὁ λόγος αὐτῶν καὶ τὸ τί ἦν εἶναι τὴν ὕλην οὐ συνεφέλκεται. διὰ τοῦτο οὖν τὰ καθ’ ὑπόστασιν μὴ κεχωρισμένα ὁ νοῦς ἑαυτῷ δύναται ποιεῖν κεχωρισμένα πρὸς τὴν τοῦ ποσοῦ θεωρίαν, ἡ θεωρία δὲ τοῦ ποσοῦ οὐ δεῖται τοῦ φυσικοῦ σώματος οὐδὲ τῶν ὑπαρχόντων αὐτῷ παθῶν ᾗ φυσικόν, οἷον θερμότητος ἢ ψυχρότητος ἢ ξηρότητος ἢ ὑγρότητος, ἀλλὰ τῶν διαστημάτων αὐτοῦ μόνον καὶ τῶν περάτων. καὶ διὰ τοῦτο γεωμετρία καὶ ἀριθμητικὴ μάλιστα τῶν ἐπιστημῶν ἀφεστήκασι τῆς φυσικῆς ὕλης, ὅτι δίχα τοῦ παρασυνθεωρεῖν αὐτὴν προϊᾶσιν αὐταῖς αἱ ἀποδείξεις· διὸ καὶ τῆς αἰσθήσεως ἥκιστα προσδέονται, ὅτι καὶ ὕλης· ἀστρονομία δὲ καὶ μουσικὴ πειρῶνται μὲν καὶ αὐταί, οὐχ ὁμοίως δὲ ἐξευποροῦσιν, ἀλλ’ ἡ αἴσθησις αὐταῖς καὶ ἀρχὴ καὶ τέλος τῆς θεωρίας. Τὰ μὲν οὖν ἐξ ἀφαιρέσεως οὕτω νοεῖ· εἰ δὲ καὶ τὰ φύσει κεχωρισμένα καὶ τὰ ἁπλῶς ἄυλα εἴδη οἷός τέ ἐστι νοεῖν ἐν τῷ σώματι ὢν καὶ μὴ κεχωρισμένος μεγέθους, σκεπτέον μὲν καὶ ὕστερον, ῥητέον δὲ καὶ νῦν· δόξειε γὰρ ἂν εὔλογον εἶναι, καθάπερ ἐκεῖνος ὁ θεῖος νοῦς χωριστὸς ὢν καὶ ἐνεργείᾳ οὐδὲν νοεῖ τῶν ἐνύλων, μηδὲ τὸν ἔνυλον νοεῖν τι τῶν κεχωρισμένων. ὁ δὲ θεῖος νοῦς οὐδὲν νοεῖ τῶν ἐνύλων εἰκότως· οὐ γὰρ ἔχει δύναμιν ἢ τῶν στερήσεων ἀντιλήψεται,3 καὶ τοῦτο οὐκ ἦν ἐλάττωμα αὐτοῦ ἀλλ’ ὑπεροχή· οὐδὲ γὰρ τὴν τοῦ φθείρεσθαι δύναμιν ἔχει καὶ οὐ διὰ τοῦτο τῶν ἐχόντων αὐτὴν ἐλαττοῦται. ὅπερ οὖν ἔφην, εἰ οὗτος μηδὲν τῶν ἐνύλων νοεῖ, δόξειεν ἂν ἀκόλουθον εἶναι μηδὲ τὸν ἔνυλον νοεῖν τι τῶν ἔξω τῆς ὕλης. οὐ μὴν ἀληθὲς τοῦτο· ἔχει γὰρ οὗτος δύναμιν τοῦ νοεῖν καὶ τὰ ἄυλα παντελῶς. ὃς γὰρ καὶ τὰ ἔνυλα εἴδη χωρίζων τῆς ὕλης νοεῖ, δηλονότι πέφυκε μᾶλλον τὰ κεχωρισμένα νοεῖν· ἡ γὰρ ἐλάττωσις αὐτῷ πρὸς τὸν θεῖον νοῦν οὐχ ὅτι μηδέποτε δύναται νοεῖν τὰ ἄυλα εἴδη, ἀλλ’ ὅτι μὴ συνεχῶς καὶ ἀεί.
因此,对于理智而言,不论感觉在场还是不在场,它都能以相近的方式引发欲求。因为关于其所思想的对象为善或为恶的这一意见,使得该对象成为可追求的或可规避的。因为当看见应规避的对象并领会到那是敌人时,它便逃避;而当看不见时,通过向自身呈现意象并附加上意见,它同样做出这一举动。而这些乃是实践理智的作为;因为引发欲求属于这种理智,至于理论理智则仅作认知。然而,正如悦乐与苦痛对于感觉一样,真与假对于理论理智亦复如此,真是对应于善,而假是对应于恶;但区别在于,真是无条件之真,假亦是如此,而善则是对某人而言的善,悦乐亦是对某人而言的悦乐,因此理论理智判定无条件者,而实践理智判定对某人而言者。 另一方面,理智思想就其自身而言可知解者的方式,与思想因抽象而被言说者的方式有所不同;我指的是线、面以及几何学的所有质料;因为这些固然是自然物体的界限,但理智思想它们时并不包摄自然物体,正如假设它能够将塌鼻从鼻或从其所偶性依附的肉中分离出来一样;因为如果是这样,理智便会离开鼻去思想那脱离鼻便无法自立的存在。但如今在塌鼻的情形下理智无法做到这一点;因为塌鼻的定义包含着鼻;塌鼻性完全是鼻与肉的凹曲;然而对于凹、凸、直线、折线、三角形和四边形本身,理智却能够就其自身加以观照,尽管它们并非就其自身而自立。其原因在于,即便这类事物未与自然物体相分离,但它们的定义和“是其所是”并不随同带入质料。因此,为了关于数量的观照,理智能够为自身将那些在自立存在上未分离者造就为已分离者;而关于数量的观照并不需要自然物体,亦不需要属于它作为自然物所具有的受动特性,诸如热、冷、燥、湿,而只需要它的间隔距离与界限。正是由于这个缘故,几何学和算术在各门科学中最为远离自然质料,因为它们的证明在推进时无需连带观照质料;因此它们也最少需要感觉,因为它们最少需要质料;而天文学与音乐自身虽也试图如此,却未能同样畅通无阻,相反,感觉对于它们而言既是观照的开端亦是终极。 因此,〔理智〕是如此思想源于抽象者的;然而,处于身体之中且未与量度相分离的理智,是否亦能够思想本性上分离者以及单纯无质料的形式,这虽然也应在后文考察,但现在亦须予以论述。因为似乎合乎情理的是:正如那神圣理智由于是分离的且处于现实活动之中,因而不思想任何具质料之物,同样具质料的理智亦不思想任何分离之物。然而神圣理智不思想任何具质料之物是理所当然的;因为它不具备借以领会缺失的能力,而这并不是它的缺陷,反而是它的卓绝之处;因为它亦不具备可毁灭的潜能,并不因此就劣于具备此种潜能者。因此正如我所说,如果这一神圣理智不思想具质料之物中的任何一种,具质料的理智不思想质料之外的任何事物似乎便是顺理成章的推论。然而这绝非事实;因为这种理智亦具备思想完全无质料之物的能力。因为凡是连具质料形式也从质料中分离出来加以思想者,显然更具有思想分离之物的自然本性;因为相对于神圣理智而言,它的次等性并不在于它绝不能思想无质料的形式,而在于它不能连续且恒常地如此思想。
- 3.7ἡ γὰρ δόξα τοῦ ἀγαθὸν ἢ κακὸν εἶναι ὃ νοεῖ
带冠词的不定式 τοῦ ... εἶναι 作为名词 δόξα 的同位语或说明性属格。关系代词从句 ὃ νοεῖ 充当不定式 εἶναι 的主语,ἀγαθὸν ἢ κακόν 则是其表语(“关于其所思想的对象为善或为恶的意见”)。
- 3.7ὥσπερ εἰ τὸ σιμὸν οἷός τε ἦν χωρίζειν τῆς ῥινὸς ᾗ τῆς σαρκὸς ᾗ συμβέβηκεν
由 ὥσπερ εἰ 搭配过去直陈式(ἦν)构成的反事实假设句。后一个 ᾗ 为与格单数阴性关系代词,承前指代 τῆς σαρκός(或 τῆς ῥινός),作 συμβέβηκεν 的补足语。前一个 ᾗ 则可解释为表示选择的连词 ἢ(“或者”)在抄本中的讹变,或作为关系副词引出同位说明。
- 3.7οὐ γὰρ ἔχει δύναμιν ἢ τῶν στερήσεων ἀντιλήψεται
这里的 ἢ 最好理解为关系代词 ᾗ(与格,“借此”)或 ἥ/ἣ(主格,“其将领会……”)的重音与气息符号变体,引出带有将来时直陈式(ἀντιλήψεται)的关系从句,表意图或倾向。若读作连词 ἢ(“否则”),后半句则表示假想的结果(“否则它就会领会缺失”),但作关系代词理解更为自然吻合。
