- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:112.25-113.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯阐明了理智与感觉在现实活动的完全性及直接把握方面的类比,论证了感觉中的悦乐与苦痛相应于理智中的善与恶以及追求与规避(肯定与否定),并解释了意象对于推论理智的作用正如感觉对象对于感觉一样。
7. Ὅμως δὲ εἰ καὶ πολὺ βέλτιον ὁ νοῦς τῆς αἰσθητικῆς δυνάμεως, τὰ πολλὰ αὐτῷ ὑπάρχει ἀνάλογον καὶ τῇ αἰσθήσει. ὡς γὰρ ἡ ἐκείνης ἐνέργεια οὐ πάθος ἐστὶν οὐδὲ ἀλλοίωσις, ἀλλ’ οὐδὲ κίνησις ὅλως (ἀτελοῦς γὰρ ἥ γε κίνησις καὶ αἰεὶ προσλαμβάνοντος τὸ ἄλλο καὶ ἄλλο, ἡ δὲ τῆς αἰσθήσεως ἐνέργεια ἀεὶ τελεία· διόπερ οὐδὲ κίνησις ἢ ἕτερον εἶδος κινήσεως), οὕτως καὶ ἡ τοῦ νοῦ πρὸς τὰ νοητὰ ἐπιβολή [οὐδὲ] ἡ τοῦ τὴν ἕξιν ἔχοντος ἤδη, ὥσπερ τοῦ ἐπιστήμονος ἡ περὶ τὰ ἐπιστητὰ ἐνέργεια καὶ ἐπιβολὴ οὐ κίνησις ἀλλ’ ἐνέργεια, διότι τελείου καὶ αὐτὴ τελεία. ἡ γὰρ τοῦ δυνάμει γενέσει μᾶλλον προσέοικεν ἢ τελειώσει. τοῦτό τε οὖν αὐτοῖς ἀνάλογον καὶ ἔτι ἡ ὄρεξις καὶ ἡ φυγή. μικρὸν δὲ ἄνωθεν. Ἡ γὰρ αἴσθησις ποτὲ μὲν τοῦτο ἀποφαίνεται μόνον ὅτι ξανθόν, ποτὲ δὲ καὶ ὅτι ἡδὺ τὸ ξανθόν. ὅταν μὲν οὖν τοῦτο μόνον ἀποφαίνηται ὅτι ξανθόν, οὔτε φεύγει οὔτε διώκει· ὅταν δὲ προσαποφαίνηται ὅτι ἡδὺ ὥσπερ τὸ μέλι, τότε διώκει, καὶ ὅταν γε ὅτι λυπηρὸν ὥσπερ τὴν χολήν, τηνικαῦτα φεύγει. θέα τοίνυν ταὐτὸ τοῦτο καὶ ἐπὶ τοῦ νοῦ. ὅταν μὲν γὰρ νοῇ μόνον τί τὸ τί ἦν εἶναι τῆς ὑγιείας, οὔτε φεύγει οὔτε διώκει· ὅταν δὲ προσνοῇ καὶ προσδοξάζῃ ὅτι ἀγαθὸν ἡ ὑγίεια, τότε διώκει. ὅπερ τοίνυν τῇ αἰσθήσει τὸ ἡδύ, τοῦτο τῷ νῷ δύναται1 τὸ ἀγαθόν, καὶ ὅπερ τῇ αἰσθήσει τὸ λυπηρόν, τοῦτο τῷ νῷ δύναται τὸ κακόν· ἀγαθοῦ γὰρ ἡ αἴσθησις ἀντιλαμβάνεσθαι οὐχ οἷά τε οὐδὲ κακοῦ, ἀλλὰ μόνον τοῦ τέρποντος ἢ ἀνιῶντος, τὸ δὲ ἀγαθὸν καὶ τὸ κακὸν τοῦ νοῦ μόνου κρίνειν ἐστί, νοῦ δὲ οὗ πολλάκις εἰρήκαμεν, τοῦ καὶ τὸν χρόνον ἐφεξῆς προσεννοοῦντος. ἀλλ’ ὅμως ἓν οἴεται τὸ ἡδὺ καὶ τὸ ἀγαθὸν εἶναι ἡ αἴσθησις καὶ τὸ λυπηρὸν καὶ τὸ κακόν· ἕλκει γοῦν ἐπὶ τὰ ἡδέα καὶ ἀπὸ τῶν λυπηρῶν ἀποστρέφει· ὁ νοῦς δὲ ἀντιβαίνει πολλάκις ταῖς ἐκείνης ὁρμαῖς ἄλλο τι λέγων τὸ ἡδὺ τοῦ ἀγαθοῦ καὶ τὸ λυπηρὸν τοῦ κακοῦ. τῇ δὲ διανοητικῇ ψυχῇ τὰ μὲν φαντάσματα πρόκειται ὥσπερ καὶ τὰ αἰσθήματα τῇ αἰσθήσει, τὸ δὲ ἀγαθὸν καὶ τὸ κακὸν ὥσπερ ἐκείνῃ τὸ ἡδὺ καὶ τὸ λυπηρόν. ὅταν οὖν αὐτὰ συμπλέξῃ οἷον τὸ φάντασμα καὶ τὸ ἀγαθόν, ἢ τὸ φάντασμα καὶ τὸ κακόν, τότε φεύγει ἢ διώκει καὶ ἔοικε καταφάσει ἡ δίωξις, ἀποφάσει δὲ ἡ φυγή. ἀλλ’ ὥσπερ οὐχ οἷόν τε ἦν τὴν αἴσθησιν ἄνευ τῶν αἰσθητῶν ἐνεργῆσαι, οὕτως οὐδὲ τὸν νοῦν τὸν συμφυῆ τῇ ψυχῇ τῇ ἡμετέρᾳ ἄνευ τῶν ἐκ τῆς αἰσθήσεως φαντασμάτων· καὶ γὰρ ὅταν ὀρέγηται καὶ ὅταν φεύγῃ, προτρέχει πάντως ἡ φαντασία. εἰ δέ τις νοῦς μήτε ἐνδεὴς ὥστε ἐφίεσθαι, μήτε ἀσθενὴς ὥστε φεύγειν, οὗτος οὐκ ἂν δέοιτο φαντασίας. ὄρεξις δὲ αἰσθητικὴ μὲν ἐπιθυμία, διανοητικὴ δὲ βούλησις, καὶ ἡ μὲν τοῦ ἡδέος, ἡ δὲ τοῦ ἀγαθοῦ, καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν αἴσθησίς τε καὶ ὄρεξις αἰσθητική, τῷ λόγῳ δὲ ἄλλο, ὥσπερ καὶ νοῦς καὶ βούλησις τῷ μὲν ὑποκειμένῳ ταὐτόν, διαφέρει δὲ τῷ τί ἦν εἶναι. οὐχ ἕτερον δὲ τὸ ὀρεκτικὸν καὶ τὸ φευκτικὸν οὔτε ἀλλήλων οὔτε τῆς δυνάμεως τῆς αἰσθητικῆς, ὥσπερ οὐδὲ τὸ βουλόμενον καὶ μὴ βουλόμενον οὔτε ἀλλήλων οὔτε αὐτῆς τῆς δυνάμεως τῆς νοητικῆς, ἀλλ’ ἡ αὐτὴ δύναμις καὶ φεύγειν πέφυκε καὶ διώκειν, ἡ αὐτὴ καὶ βούλεσθαι καὶ μὴ βούλεσθαι, ὀρέξεις δὲ ἅπαντα ταῦτα· ὀρέγεται γὰρ καὶ ὅταν φεύγῃ τοῦ φυγεῖν,2 καὶ ὅταν μὴ βούληται τοῦ μὴ περιπεσεῖν ᾧ μὴ βούλεται. ὃ τοίνυν πολλάκις εἰρήκαμεν, τοῦτο πάλιν ἀναληπτέον, ὅτι τῷ νῷ τὰ εἴδη ἐν τοῖς φαντάσμασίν ἐστιν, ὥσπερ τῇ αἰσθήσει τὰ εἴδη ἐν τοῖς αἰσθήμασι, καὶ ἐν ἐκείνοις αὐτὰ νοεῖ.
7. 然而,即便理智远优于感觉能力,在绝大多数方面它与感觉之间仍存在着类比。因为正如感觉的现实活动既非受动亦非变质,甚至根本不是运动(因为运动至少属于不完全者,且属于不断接纳前后相继之物者,而感觉的现实活动则始终是完全的;因此它既非运动,或者说是另一种类的运动),同样,理智朝向可知解者的直接把握,即那已具成就状态者的直接把握,也正如知晓者关于可知对象的现实活动与把握不是运动而是现实活动一样,因为既然它属于完全者,它自身也是完全的。因为处于潜能者的直接把握与其说类似于完全,不如说更类似于生成。因此,这在它们之间是相类比的,此外追求与规避亦是如此。不过让我们从稍微前面一点谈起。因为感觉有时仅断言这为黄色,有时也断言这黄色是甜的。因此,当它仅断言这为黄色时,它既不规避也不追求;但当它追加断言它如同蜂蜜一般甜时,它便追求;而当断言它如同胆汁一般苦痛时,它便规避。那么,在理智身上亦可观察到完全相同之事。因为当理智仅思想健康之“是其所是”为何时,它既不规避也不追求;但当它追加思想并追加认定健康为善时,它便追求。因此,对于理智而言善所具有的效力,正相当于对于感觉而言甜所具有的;对于理智而言恶所具有的效力,正相当于对于感觉而言苦痛所具有的;因为感觉不能领会善亦不能领会恶,而仅能领会令人悦乐者或令人痛苦者,判定善与恶则独属于理智,且属于我们多次谈及的那种亦相继追加思想时间的理智。然而尽管如此,感觉仍以为甜与善为同一,苦痛与恶亦为同一;无论如何,它将人引向悦乐之物,并使其背离苦痛之物;但理智常常反抗感觉的冲动,宣称甜是异于善者,苦痛是异于恶者。对于推论的灵魂而言,意象的存在正如同感觉对象之于感觉,善与恶的存在正如同甜与苦痛之于感觉能力。因此,每当灵魂将它们结合时,例如意象与善,或意象与恶,那时它便规避或追求,追求类似于肯定,而规避类似于否定。但是,正如感觉没有感觉对象便不可能现实活动一样,与我们灵魂相联结的理智若没有源于感觉的意象也同样不可能活动;因为无论在欲求时还是在规避时,想象活动都全然先行。但若有某种理智既不匮乏以致企求,亦不软弱以致规避,这种理智便不需要想象。感觉性的欲求是欲望,推论性的欲求则是意愿,前者针对悦乐者,后者针对善;感觉与感觉性欲求在基底上为同一,但在定义上各异,正如理智与意愿在基底上为同一,但在“是其所是”上相区别。欲求能力与规避能力彼此之间以及它们相对于感觉能力,并非互不相同的他者,正如意愿能力与不意愿能力彼此之间以及它们相对于理智能力自身,亦非互不相同一样,而是同一种能力在自然本性上既能规避亦能追求,同一种能力既能意愿亦能不意愿,而这一切皆是欲求;因为即使在规避时,它也是欲求着逃避;在不意愿时,它也是欲求着不陷入它所不意愿之物。因此,我们多次说过的那句话必须再次重申:对于理智而言,形式存在于意象之中,正如同对于感觉而言形式存在于感觉对象之中一样,理智乃是在这些意象之中思想形式的。
- 3.7δύναται
此处的 δύναται 连结与格(τῷ νῷ)与宾格(承接 ὅπερ 的 τοῦτο),意为“相当于”、“具有……同等效力”(valet)。其主语为 τὸ ἀγαθόν / τὸ κακόν。
- 3.7ὀρέγεται γὰρ καὶ ὅταν φεύγῃ τοῦ φυγεῖν
动词 ὀρέγεται 支配冠词化不定词的属格 τοῦ φυγεῖν(以及其后的 τοῦ μὴ περιπεσεῖν)作为补足语。这一句法结构用于论证即便规避与不意愿,就其自身而言也是一种指向该目标的“欲求(ὄρεξις)”。
