- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:111.18-112.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论证理智如同感觉一样既有直接把握的对象(善)也有通过匮乏认识的对象(恶与质料);相较于借由潜能与对立面认识对立之物的潜能理智,作为纯粹现实活动的第一原因仅思想自身且毫无虚假,由此劝诫理智应当立足于无质料形式的观照,而非易错的复合判断。
ἔστι γὰρ καὶ τῷ νῷ καθάπερ καὶ τῇ αἰσθήσει τὰ μὲν κατ’ ἐπιβολὴν νοητὰ καὶ τῆς φύσεως αὐτῶν δραττόμενα,1 τὰ δὲ κατὰ στέρησιν καὶ ἀφαίρεσιν. ὥσπερ γὰρ καὶ τῇ αἰσθήσει τὸ μὲν λευκὸν καὶ τὸ φῶς κατ’ ἐπιβολήν, τὸ δὲ μέλαν καὶ τὸ σκότος κατὰ στέρησιν, καὶ τῇ ἀκοῇ ὁ μὲν ψόφος κατ’ ἐπιβολήν, ἡ σιωπὴ δὲ κατὰ στέρησιν, οὕτω καὶ τῷ νῷ τὸ μὲν ἀγαθὸν κατ’ ἐπιβολήν, τὸ δὲ κακὸν κατὰ στέρησιν, καὶ τὸ Πλατωνικὸν τοῦτο ἂν εἴη περὶ τῆς ὕλης, ὅτι νόθῳ λογισμῷ ληπτή· νόθος γὰρ ἀκριβῶς ἐνέργεια καὶ τοῦ νοῦ καὶ τῆς αἰσθήσεως ἡ μὴ κατ’ ἐπέρεισιν εἴδους ἀλλὰ κατὰ ἀναχώρησιν γινομένη. καθάπερ τοίνυν ἡ αἴσθησις, εἰ μὴ δύναμιν εἶχε καὶ πρὸς τὸ ἐνεργεῖν καὶ πρὸς τὸ μή, ἀλλὰ ἀεὶ ἐνήργει, οὐκ ἄν ποτε ᾐσθάνετο τοῦ σκότους, οὐδὲ ἡ ἀκοὴ τῆς σιωπῆς, οὕτως, εἰ μὴ καὶ νοῦς τις ἦν πρὸς ἀμφότερα πεφυκὼς καὶ πρὸς νόησιν καὶ πρὸς ἠρεμίαν, ἢ μᾶλλόν γε καὶ πρὸς νόησιν καὶ πρὸς ἄνοιαν, οὐκ ἂν ἐνόησε τὰ κακά, οὐδὲ τὸ ἄμορφον καὶ ἀνείδεον. τοιοῦτος τοίνυν ἐστὶν ὁ δυνάμει· τρόπον γάρ τινα τοῖς ἐναντίοις τὰ ἐναντία γνωρίζει, τῷ μὲν ἐνεργεῖν τὰ εἴδη, τῇ δυνάμει δὲ τὰ κατὰ στέρησιν· ἐναντία γάρ πως δύναμις καὶ ἐνέργεια. εἴ τις οὖν νοῦς μὴ κοινωνεῖ τοῦ δυνάμει, οὐδὲ τὰς στερήσεις νοεῖ· οὐδὲ ἄρα τὰ κακά. τοιοῦτος δὲ ὅ τε ἔξωθεν καὶ πολλῷ μᾶλλον τὸ πρῶτον αἴτιον ὅσῳ καὶ μᾶλλον ἀπήλλακται τοῦ δυνάμει· διὰ τοῦτο γὰρ οὗτος καὶ τὸ μάλιστα ὂν καὶ τὸ μάλιστα εἶδος νοεῖ καὶ πορρωτάτω στερήσεως καὶ ἀμορφίας· τοιοῦτος δὲ αὐτός, ἑαυτὸν ἄρα νοεῖ, καὶ οὗτός ἐστιν οὗ τὴν οὐσίαν ἐνέργειαν λέγειν προσήκει καὶ ὃν ἀκριβῶς χωριστόν, οὐδὲ ἀκαρεῖ προσαρμοζόμενον τῷ δυνάμει. οὐ διὰ τοῦτο δὲ ὁ τοιοῦτος νοῦς οὐ τιμιώτερος τοῦ νοοῦντος τὰ ἐναντία·2 τιμιώτερος γὰρ νοῦς οὐχ ὁ τὰ πλείω νοῶν ἀλλ’ ὁ τὰ ἀμείνω. οὐ διῄρηται δὲ ἐπ’ αὐτοῦ τὸ νοητὸν καὶ ὁ νοῦς, ὥσπερ ἐπὶ τοῦ δυνάμει, ἀλλ’ ἔστι καθὸ νοῦς νοητός, καὶ καθὸ νοητὸς αὖθις καὶ νοῦς, καὶ τὸ ἀληθὲς ἁπλῶς ἐπ’ αὐτοῦ, μᾶλλον δὲ αὐτὸς ἡ ἀλήθεια. οὐ γὰρ ἄλλο νοῶν ἀληθεύει ἀλλ’ ἑαυτόν, ὁ δὲ ἡμέτερος ἅτε σμικρὸν ἴνδαλμα ἐκείνου φέρων καὶ τὸ ἀληθὲς οὐχ ἁπλοῦν ἐπιδείκνυται, ἀλλ’ ὃ τῷ ψεύδει ἀντίκειται. ἀνάγκη γὰρ εἰ ἐν τῇ καταφάσει τὸ ἀληθές, ἐν τῇ ἀποφάσει γίνεσθαι τὸ ψεῦδος, ὥστε αἰεὶ συμπεφυρμένον ἔχει τῷ ἀληθεῖ τὸ ψεῦδος καὶ συμπαραθεωρούμενον.3 ὅταν μέντοι γε τῶν ἁπλῶν τι σημαινομένων ἐπισκοπῇ καὶ τὸ εἶδος αὐτοῦ θεωρῇ καὶ τὸν λόγον τοῦ τί ἦν εἶναι, ἥκιστα μὲν διαψεύδεται, οὐ μὴν ἀεὶ τυγχάνει τοῦ ὄντος, ἀλλ’ ὥσπερ ἡ ὄψις μόνον μὲν κρίνουσα τὸ λευκὸν ἐλάχιστα ἂν διαμαρτάνοι, Κλέωνα δὲ εἶναι τὸ λευκὸν ἀποφαινομένη πολλάκις διαμαρτάνει, οὕτω καὶ ὁ νοῦς, ἔστ’ ἂν μὲν ἵστηται ἐπ’ αὐτῆς τῆς ἐννοίας τοῦ τί ἦν εἶναι, οἷον τοῦ ἀγαθοῦ ἢ τοῦ καλοῦ, ὡς τὰ πολλὰ ἀναμάρτητος καὶ ἀψευδής· ὅταν δὲ ἀγαθὸν τοῦτο λέγῃ καὶ τοῦτο καλόν, ἀλλοτριονομεῖ πολλάκις καὶ ἐπαλλάττει τὰ τοιαῦτα τοῖς μὴ τοιούτοις, καὶ ἐνταῦθα ἤδη πολὺ τὸ ψεῦδος καὶ ἡ ἀπάτη. δεῖ οὖν ἵστασθαι ἐπὶ τῶν εἰδῶν καὶ μάλιστα ζητεῖν τὸ ἄνευ ὕλης· περὶ ταῦτα γὰρ τὸ ἴδιον ἔργον τοῦ νοῦ.
事实上,对于理智也如对于感觉一样,有些事物是通过直接把握且执取其本性而是可知解的,另一些事物则是通过匮乏与抽离[而是可知解的]。因为正如对于感觉而言,白与光是通过直接把握,黑与暗是通过匮乏;对于听觉而言,声音是通过直接把握,沉默是通过匮乏;同样对于理智而言,善是通过直接把握,恶是通过匮乏;而柏拉图关于质料的那句话也正是这个意思,即质料是“通过杂种推理而被把握的”;因为理智与感觉的现实活动,凡不是通过依凭形式而是通过退让而产生的,严格而言都是杂种的。因此,正如感觉若不兼具通向现实活动与通向不活动的潜能,而是始终活动,就绝不会感知黑暗,听觉也绝不会[感知]沉默一样;同样,若不存在某种本性上适于两者——既适于思想又适于静止,或者更确切地说,既适于思想又适于无思想——的理智,它就绝不会思想恶,也绝不会思想无定形与无形式者。因此,潜能理智就是这样的;因为在某种方式上它是以对立面认识对立面,以现实活动认识形式,以潜能认识匮乏之物;因为潜能与现实活动在某种意义上是对立的。所以,如果某种理智不分有潜能,它也就绝不思想匮乏,因此也不思想恶。来自外部的理智就是如此,而第一原因则越发如此,其程度与它摆脱潜能的程度相应;因为正因如此,它思想最真实的存在、最纯粹的形式,以及离匮乏与无定形最远者;而它自身既然是如此的,因此它思想自身,而这正是应当称其本质为现实活动者,并且是严格意义上的分离者,甚至片刻未曾配合于潜能。并不是由于这一缘故,这种理智就不比思想对立面的理智更为尊贵;因为更尊贵的理智不是思想更多事物的理智,而是思想更好事物的理智。在它那里,可知解者与理智并未分离,不像在潜能理智那里那样;而是凡它是理智之处它就是可知解者,反之凡它是可知解者之处它又是理智,真理纯粹地属于它,或者更确切地说,它自身就是真理。因为它不是通过思想别物而陈述真理,而是[通过思想]自身;而我们的理智由于承载着那理智的一个微小肖像,所展示的真理便不是单纯的,而是与虚假相对立的。因为必然的是,如果真理在于肯定,那么虚假就产生于否定,以致它始终使虚假与真理相混杂,并使之被并同观照。然而,每当它考察某种单纯的所指,并观照其形式与“是其所是”的定义时,它虽最不易受骗,但也绝非总能命中真实的存在;但正如视觉若仅判定白色就极少犯错,而在断言那白色是克勒翁时却常常犯错,同样,理智只要停留在“是其所是”的观念自身上,例如善或美[的观念],多半是无谬且真实的;但每当它称这为善、称这为美时,它就常常越界干涉,将此类事物与非此类事物相混淆,在此处虚假与欺骗就已经大量产生了。因此,应当停留在形式上,并尤其探寻无质料者;因为围绕这些才是理智的固有活动。
- 3.6τὰ μὲν κατ’ ἐπιβολὴν νοητὰ καὶ τῆς φύσεως αὐτῶν δραττόμενα
形容词 νοητά 与中性复数现在分词 δραττόμενα 作为 τὰ μέν 的表语平行并列。δράττομαι 本身为支配属格(τῆς φύσεως αὐτῶν)的中动词;此处分词在语法上与中性复数主语一致,以转置形容词或功能性表达描述那些能够直接展现并被执取其本性的知解对象,与下文通过匮乏(κατὰ στέρησιν)而被认识的事物相对立。
- 3.6οὐ διὰ τοῦτο δὲ ὁ τοιοῦτος νοῦς οὐ τιμιώτερος τοῦ νοοῦντος τὰ ἐναντία
以双重否定(οὐ ... οὐ)构成的有力反驳句式:“并不因为这种理智不思想对立面(恶与匮乏),它就不比思想对立面的理智更为尊贵”(即它实际上远为尊贵)。这反驳了潜在的质疑,并顺理成章地引出后句的理由:“更尊贵的理智并非思想更多事物者,而是思想更好事物者”。
- 3.6ὥστε αἰεὶ συμπεφυρμένον ἔχει τῷ ἀληθεῖ τὸ ψεῦδος καὶ συμπαραθεωρούμενον
动词 ἔχει 支配宾语 τὸ ψεῦδος,并带有完结被动分词 συμπεφυρμένον 与现在被动分词 συμπαραθεωρούμενον 作宾语补足语(谓语性分词)。该结构说明“我们的理智(ὁ δὲ ἡμέτερος)”使其自身认识中的虚假始终与真理相混杂并并列被观照。
