- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:110.15-111.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯阐明,对形式上不可分割之概念的思想是在无部分的时间(“现在”)中通过无部分的思想活动进行的,并说明言语和连续体中内在的不可分割的一性如何统摄整体,以及点和不可分割的“现在”乃是通过连续体的剥夺而被思想的。
τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει1 οἷον τὸ ἄνθρωπος ἢ τὸ Σωκράτης (ἄμφω γὰρ ἀδιαίρετα τῷ εἴδει οὔτε γὰρ τὸ τοῦ ἀνθρώπου νόημα διαιρετὸν τῷ εἴδει, ἀλλ’ εἴπερ ἄρα τοῖς καθ’ ἕκαστον, οὔτε δὴ μᾶλλον τὸ Σωκράτους), ταῦτα τοίνυν τὰ ἀδιαίρετα τῷ εἴδει καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ νοεῖ καὶ νοήσει ἀδιαιρέτῳ οὐ γὰρ τὸ μὲν ἥμισυ τοῦ Σωκράτους ἐν τῷ ἡμίσει, τὸ δὲ ἥμισυ αὖθις ἐν τῷ ἡμίσει, οὐδὲ παρατείνεται τῇ διεξόδῳ τῆς λέξεως δι’ ἧς προφερόμεθα τὸ ἄνθρωπος ἡ σύνθεσις τοῦ νοήματος· καὶ γὰρ τοῦτο ἤδη τῶν τοῦ νοῦ θαυμάτων· ἀκούει μὲν γὰρ ἐν χρόνῳ, νοεῖ δὲ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν ὅπερ ἢ οὐδὲ ὅλως χρόνος ἐστὶν ἢ ἀμερὴς χρόνος. καὶ αὐτὸς δὲ ἀμερεῖ τῇ νοήσει νοεῖ, οὐ συμπαρατεινόμενος ὥσπερ ἔφην τῷ ὀνόματι οὐδὲ κατὰ μόριον τοῦ ὀνόματος καὶ καθ’ ἑκάστην συλλαβὴν προσλαμβάνων τι μόριον τοῦ νοήματος, ἀλλὰ τὸ μὲν ὄνομα διαιρετόν, ἀδιαίρετον δὲ τὸ νόημα. εἰ δὲ καὶ τὸ νόημα διαιρετὸν φιλονικοίη τις λέγειν, κατὰ [τὸ] συμβεβηκὸς ἂν αὐτὸ λέγοι διαιρετόν, καὶ οὐχ ᾗ αὐτὸ διαιρετόν, ἀλλ’ ᾗ τοὔνομα καὶ ἡ φωνή, δι’ ἧς καὶ προφέρεται αὐτὸ καὶ νοεῖ, καὶ ᾗ ἀμερὲς ὂν μεριστῇ οὔσῃ τρόπον τινὰ δύσφραστον ἐναρμόζεται. πολλὰ δὲ κατὰ συμβεβηκὸς διαιρετὰ καὶ οὐχ ᾗ αὐτὰ διαιρετά, ἀλλ’ ᾗ ἐκεῖνα δι’ ὧν γνωρίζεται. οὕτω γὰρ καὶ τὸ πέρας τοῦ χρόνου, ἐν ᾧ νοεῖ, κατὰ συμβεβηκὸς διαιρετὸν εἴποιμεν ἄν ὅτι συμβέβηκε τῷ χρόνῳ οὗ ἐστὶ πέρας καὶ δι’ ἐκείνου γνωρίζεται· εἰ μὴ γὰρ τὸ ἐν πλάτει νῦν ἤνυεν ὁ ἐνιαυτὸς ὁ νῦν καὶ ὁ μὴν καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα, οὐδ’ ἂν τὸ ἀμερὲς νῦν ἐνοήσαμεν. αἴτιον δὲ ὅτι ἐν πᾶσι τοῖς διαιρουμένοις ἔνεστί τι καὶ ἀδιαίρετον καὶ ἐν πᾶσι τοῖς συνθέτοις ἁπλοῦν, καὶ τοῦτο μὲν ἴσως οὐ χωριστὸν ἐκείνων οὐδὲ καθ’ ἑαυτὸ δυνάμενον ὑποστῆναι, ἔνεστι δ’ ὅμως· οὔτε γὰρ τῆς σημαινούσης φωνῆς τὸ σημαινόμενόν ἐστι διαστῆσαι, ἀλλ’ οὐδὲ ἐξειπεῖν οἷόν τε ἄνευ φωνῆς, τάχα δὲ οὐ συνεῖναι παρ’ ἑαυτῷ μή τινι λέξει καὶ πρὸς αὐτὸν ἐναρμόσαντα·2 ἀλλ’ ὅμως τοῦτό ἐστιν ὃ μεριστὴν οὖσαν τὴν λέξιν ἀμερῆ ποιεῖ καὶ διαιρετὴν ἀδιαίρετον. ὁμοίως δὲ καὶ ἐν τῷ χρόνῳ τὸ ἀδιαίρετον καὶ ἐν μήκει ἐστὶ καὶ ἁπλῶς ἐν ἅπαντι τῷ συνεχεῖ, ὃ ποιεῖ καὶ τὸ μῆκος ἓν καὶ τὸν χρόνον ἕνα· τὸ γὰρ συνεχὲς καὶ τὸ ἕν· διὸ λέγομεν εἶναι τὸ στάδιον ἕν, καὶ τὴν ἡμέραν μίαν καὶ τὸν μῆνα ἕνα. τουτέστιν ὅ φημι εἶναι ἐν τῷ μήκει καὶ ἐν τῷ χρόνῳ καίτοι διαιρετοῖς οὖσιν ἀδιαίρετον καὶ συνθέτοις οὖσιν ἀσύνθετον·3 ἐπεὶ πάντα ἂν ἦν τὰ ποσὰ διωρισμένα καὶ πάντα πλῆθος, νῦν δὲ καὶ τὸ πλῆθος ὑπὸ τοῦ ἑνὸς περιλαμβάνεται, καὶ οὐ μόνον τὸ συνεχὲς ποσόν, ἀλλ’ ἤδη καὶ τὸ διωρισμένον· δυὰς γὰρ καὶ τριὰς καὶ δεκὰς πλῆθος ὑφ’ ἑνός ἐστι περιειλημμένον. ὅταν δὲ λέγω τὴν στιγμὴν ἀδιαίρετον καὶ τὸ νῦν, ἕτερον τρόπον χρὴ ταῦτα ἀκούειν ἀδιαίρετα καὶ ἀσύνθετα, καὶ ὥσπερ ἐστὶ φύσει καὶ καθ’ ἑαυτὸ τὸ ἀδιαίρετον· ταῦτα γὰρ τῇ στερήσει τοῦ συνεχοῦς ἀδιαίρετα. οὕτω γοῦν αὐτὰ ὁ νοῦς καὶ νοεῖ καὶ ὁρίζεται· οὐ γὰρ αὐτοῖς ἐπιβάλλων· οὐδὲ γὰρ ἔχει μορφὴν οἰκείαν· ἀλλὰ ἀφαιρούμενος τὸ διάστημα καὶ τὸ μέγεθος οὗ πέρατα ἦν.
另一方面,对于那些不是按数量而是按形式不可分割的事物,例如“人”或“苏格拉底”(因为二者在形式上都是不可分割的;因为关于人的思想在形式上不可分割,若可分割也只是根据各个个体,而关于苏格拉底的思想更不可分割),这些在形式上不可分割的事物,[理智]乃是在不可分割的时间中并以不可分割的思想活动来思想的。因为它并不是在半数时间中思想苏格拉底的一半,在另一半时间中再思想另一半;思想的结合也不会随着我们表达“人”这一词语的展开过程而延展开来。事实上,这已经属于理智的奇妙之处了:它在时间中听取,却不在时间中思想,而是在“现在”中思想,这“现在”要么根本不是时间,要么是无部分的时间。理智自身也是通过无部分的思想活动来思想,正如我说过的,它并不与名词一同延展,也不按照名词的部分以及每一个音节逐步获取思想的某个部分,而是名词是可分割的,思想却是不可分割的。但如果有人好争辩地硬要说思想也是可分割的,那么他所说的乃是思想附带地可分割,并不是由于思想自身可分割,而是由于借以表达并思想它的名词和声音是可分割的,并且是由于它作为无部分之物,以某种难以言表的方式配合于具有部分之物。许多事物是附带地可分割的,并不是由于它们自身可分割,而是由于那些用来认识它们的事物是可分割的。因为同样地,我们也可以说理智在其中思想的时间界限是附带地可分割的,因为它附属于它是其界限的时间,并且是通过那时间而被认识的;因为如果延展的“现在”没有被当前的年、月、日、时所完成,我们也就根本不会思想那无部分的“现在”。其原因在于,在一切被分割的事物中都存在某种不可分割之物,在一切复合的事物中都存在某种单纯之物,虽然这或许不能与它们相分离,也不能自身独立持存,但它终究存在于其中。因为既不可能把所指物与表意的声音隔开,也不可能没有声音而表达出来,甚至或许若不把它配合于某种话语对自己言说,就无法在自己内心理解它;然而,正是这种[内在的不可分割之物]使得具有部分的词语成为无部分的,使可分割的成为不可分割的。同样,不可分割之物也在时间中、在长度中,简言之在一切连续体中,正是它使得长度为一,使时间为一;因为连续之物也就是一。因此我们说一斯塔德是单一的,一日是单一的,一月是单一的。这正是我所说的在长度和时间中虽然它们是可分割的却作为不可分割之物存在,虽然它们是复合的却作为非复合之物存在;否则,一切数量就都会是离散的,一切事物就都只是多数,而如今多数也被一所包摄,不仅是连续的数量,而且离散的数量也已被包摄;因为二、三、十都是被一所包摄的多数。然而,当我称点为不可分割,称“现在”为不可分割时,应当在另一种方式上理解它们是不可分割和非复合的,并非如本性上且就自身而言不可分割的事物那样;因为它们是通过剥夺连续体而是不可分割的。至少理智就是这样思想并界定它们的:并不是通过直接投向它们自身——因为它们甚至没有固有的形式——而是通过剥离它们作为其界限的间隔与量度来思想的。
- 3.6τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει
句首的 τὸ δὲ ... ἀδιαίρετον 是一个悬置短语(话题化短语),由后文的主动词 νοεῖ 的直接宾语 ταῦτα τοίνυν τὰ ἀδιαίρετα τῷ εἴδει 所承接复指,用以提前标明讨论的话题。
- 3.6οὐ συνεῖναι παρ’ ἑαυτῷ μή τινι λέξει καὶ πρὸς αὐτὸν ἐναρμόσαντα
否定词 μή 与分词 ἐναρμόσαντα 连用构成条件含义(“若不配合于……”)。宾格分词 ἐναρμόσαντα 的逻辑主语与不定式 συνεῖναι 的未明言一般主语(“某人/自己”)保持一致。
- 3.6τουτέστιν ὅ φημι εἶναι ἐν τῷ μήκει καὶ ἐν τῷ χρόνῳ καίτοι διαιρετοῖς οὖσιν ἀδιαίρετον καὶ συνθέτοις οὖσιν ἀσύνθετον
在作为 τουτέστιν 之补语的关系从句 ὅ φημι εἶναι... 内部,ἀδιαίρετον 与 ἀσύνθετον 充当不定式 εἶναι 的表语,修饰关系代词 ὅ 所指之物。让步分词短语 καίτοι διαιρετοῖς οὖσιν 和 συνθέτοις οὖσιν 与与格名词 μήκει 及 χρόνῳ 保持一致。
