- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:109.4-110.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯释述《论灵魂》卷三第六章(430a26起),讨论理智从把握单纯所指物发展到结合与划分(命题形成)、外加思想时间,以及理智和时间如何对应于思想对象的两种不可分割性。
6. Οὗτος τοίνυν ὁ δυνάμει νοῦς ὅταν ἀπολάβῃ τὴν οἰκείαν μορφὴν ἐλλάμψαντος αὐτῷ τοῦ ποιητικοῦ, πρῶτον μὲν νοεῖ τὰ ἁπλᾶ καὶ ἀδιαίρετα σημαινόμενα, ὅσα ἐν ταῖς κατηγορίαις διώρισται, ἐν οἷς οὔπω τὸ ἀληθὲς ἢ τὸ ψεῦδός ἐστι· προϊὼν δὲ καὶ συντίθησιν αὐτὰ πρὸς ἄλληλα, οἷον τὸ Σωκράτης καὶ τὸ βαδίζει, ἐν οἷς ἤδη τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. συντίθησι δὲ οὐχ ὥσπερ σωρόν, ἀλλ’ ὥστε ἓν αὖθις τὰ πολλὰ ποιῆσαι καὶ περιαγαγεῖν εἰς μίαν νόησιν τὸ πλῆθος τῶν ἁπλῶν σημαινομένων· τοιοῦτον γὰρ τὸ ὁ Σωκράτης φιλοσοφεῖ, καὶ ἔοικεν ἡ σύνθεσις αὕτη τῶν ἐννοημάτων τῇ παρ’ Ἐμπεδοκλεῖ τῶν μελῶν, ἣν ἐκείνῳ συντίθησιν ἡ φιλία τὰ μέλη τῶν ζῴων διεσπαρμένα,1 καὶ ὥσπερ ἐκείνῳ οὐ πᾶσα σύνθεσις τῶν μελῶν ποιεῖ τὸ ζῶον, οὕτως οὐδ’ ἐνταῦθα πᾶσα σύνθεσις τὸ ἀληθές, ἀλλὰ τὶς μὲν τὸ ἀληθὲς ποιεῖ σύνθεσις, τὶς δὲ τὸ ψεῦδος, οἷον τὸ ἀσύμμετρον μὲν συντεθὲν τῇ διαμέτρῳ τὸ ἀληθές, τὸ σύμμετρον δὲ τὸ ψεῦδος. καὶ ὥσπερ ἐκεῖ ἐξ ἁπλῶν τῶν μελῶν ἁπλοῦν γίνεται αὖθις τὸ ζῶον, οὕτως ἐξ ἁπλῶν σημαινομένων ἁπλοῦς αὖθις γίνεται ὁ λόγος. πολλοῖς δὲ προσνοεῖ καὶ τὸν χρόνον ὅταν ὡς περὶ γενομένων ἢ ἐσομένων διανοῆται, καὶ τοῦτο ἴδιον ἤδη τοῦ νοῦ ἢ τῆς ὑπὲρ τὴν φαντασίαν δυνάμεως τὸ συναντιλαμβάνεσθαι καὶ χρόνου ἤτοι παρελθόντος ἢ μέλλοντος· ἡ γὰρ αἴσθησις καὶ ἡ φαντασία ἀναντίληπτοι παντάπασι χρόνου καὶ μάλιστα παρεληλυθότος ἢ μέλλοντος· οὐδὲν γὰρ ἐγγίγνεται φάντασμα τῇ ψυχῇ οὐδὲ αἴσθησις τοῦ πεφιλοσοφηκότος ἢ δεδραμηκότος, ὥσπερ οὐδὲ εἰκών, ἀλλ’ ἕκαστον ὡς παρὸν ἄρτι κινεῖ τὴν αἴσθησιν ἢ τὴν φαντασίαν, τὸν χρόνον δὲ προσεννοῆσαι τοῦ νοῦ, καὶ ἔστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ περὶ τὸν χρόνον. τὸ μὲν γὰρ ‘ἦν Κροῖσος ὁ Λυδὸς’ ἀληθές, τὸ δὲ ‘ἔστι Κροῖσος ὁ Λυδὸς’ ψεῦδος. πολλάκις μὲν οὖν συντίθησι τὸ ὑπάρχον τῷ πράγματι ὡς ὑπάρχον, ὅταν λέγῃ ‘ἡ χιὼν λευκή ἐστι’, πολλάκις δὲ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, ὅταν λέγῃ ‘ἡ χιὼν οὐκ ἔστι λευκή’· συντίθησι γὰρ τηνικαῦτα τῷ τοιούτῳ τὸ τοιοῦτον μὴ ὑπάρχειν.2 εἰ δέ τις μὴ σύνθεσιν τὰ τοιαῦτα ἀλλὰ διαίρεσιν λέγοι, οὐδ’ οὗτος ἂν λέγοι κακῶς· διαιρέσει γὰρ ἔοικεν ἡ ἀπόφασις, συνθέσει δὲ ἡ κατάφασις. τάχα δὲ καὶ πάντα διαίρεσις· ἃ γὰρ ἡ φαντασία συγκεχυμένως παρὰ τῆς αἰσθήσεως ὑπεδέξατο, ὁ νοῦς διαιρεῖ· ἡ μὲν γὰρ ὡς ἓν φαντάζεται τὸν βαδίζοντα Σωκράτην, ὁ νοῦς δὲ διαιρεῖ χωρὶς μὲν τὸ Σωκράτης, χωρὶς δὲ τὸ βαδίζει, καὶ ἐξαγγέλλει χωρὶς τὰ μὴ χωρίς· χωρίσας μέντοι γε αὖθις ἓν ποιεῖ· εἷς γὰρ λόγος καὶ ἓν αὖθις νόημα τὸ Σωκράτης φιλοσοφεῖ, καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὡς ἑνὸς λόγου. δύο τοίνυν ἴδια ταῦτα τοῦ νοῦ, τό τε πολλὰ δύνασθαι νοήματα εἰς ἓν συνάγειν ὥσπερ ἕν, καὶ τὸ προσεννοεῖν τὸν χρόνον, τούτων δὲ οὐδέτερον οὔτε τῆς φαντασίας οὔτε τῆς αἰσθήσεως ἔργον ἐστί. Τὸ δὲ ἁπλοῦν καὶ ἀδιαίρετον λέγεται διχῶς ἢ γὰρ ὅτι μήτε δυνάμει μήτε ἐνεργείᾳ τοῦτό ἐστι διαιρετόν, ὥσπερ εἶχε τὰ ἄυλα εἴδη καὶ ἡ στιγμή, ἢ ὅτι δυνάμει μὲν διαιρετὸν ἐνεργείᾳ δὲ ἀδιαίρετον, ὥσπερ ἡ γραμμὴ καὶ πᾶν μέγεθος. καὶ ὁ νοῦς τοίνυν καὶ ὁ χρόνος, ᾧ προσχρῆται εἰς τὴν νόησιν, τοῖς πράγμασιν ὁμοίως καὶ διαιρετὸς καὶ ἀδιαίρετος ἐπὶ μὲν τῶν ἀύλων εἰδῶν παντάπασιν ἀδιαίρετος ὅ τε χρόνος καὶ αὐτὸς ὁ νοῦς, ὅταν δὲ τὰ δυνάμει μὲν διαιρετὰ ἐνεργείᾳ δὲ ἀδιαίρετα νοῇ, νοεῖ καὶ αὐτὸς ὢν ἐνεργείᾳ ἀδιαίρετος καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ3 νοεῖ γὰρ ὡς ἓν τὸ μῆκος καὶ οὐκ ἐν τῷ ἡμίσει μὲν χρόνῳ τόδε, ἐν τῷ ἡμίσει δὲ τοδί οὕτω γὰρ ἂν μήκη δύο καὶ οὐχὶ μῆκος νοοίη, διαιρῶν δὲ τὸ μῆκος εἰς μήκη διαιροίη ἂν καὶ τὸν χρόνον.
6. 于是,当这个潜能理智随着能动理智照耀于它而重新获得其固有形式时,首先思想范畴中所规定的那些单纯且不可分割的所指物,在这些所指物中尚没有真或假;但随着进一步发展,它也将它们彼此结合起来,例如“苏格拉底”和“行走”,在这些结合中已经有了真和假。并且它的结合并不像一堆散物那样,而是为了将多重新合为一,将单纯所指物的多数导向单一的思想活动;因为“苏格拉底从事哲学”就是这样的,而思想的这种结合类似于恩培多克勒那里肢体的结合——在他的学说中,爱将四处散落的动物肢体结合起来;正如在他那里并非肢体的每一种结合都产生动物一样,在这里也并非每一种结合都产生真,而是一种结合产生真,另一种结合产生假,例如将不可通约结合于对角线产生真,而结合可通约则产生假。又正如在那里由单纯的肢体重新产生出单纯的动物一样,这里由单纯的所指物也重新产生出单纯的命题。当它如同关于已发生或将发生之事进行思考时,它还在许多事物上外加地思想时间;而共同领会时间——无论是过去的还是未来的——这已经是理智或高于表象之能力的特有功能了。因为感觉和表象完全不能领会时间,尤其是过去或未来的时间;因为在灵魂中并不产生关于曾经从事哲学或曾经奔跑的表象或感觉,正如也不产生肖像一样,而是每一事物作为当下在场的直接推动感觉或表象;但外加地思想时间则属于理智,并且真与假也与时间相关。因为“吕底亚人克罗伊索斯曾经存在”是真的,而“吕底亚人克罗伊索斯现在存在”是假的。因此,它常常把原本属于事物的属性作为属于它的结合起来,如当它说“雪是白的”时;但也常常把属于它的属性作为不属于它的结合起来,如当它说“雪不是白的”时;因为那时它是把这样一种属性不属于这样一件事物结合起来。如果有人把这些东西不称为结合而称为划分,那么此人的说法也不会有错;因为否定类似于划分,而肯定类似于结合。然而或许一切也都是划分;因为表象从感觉那里混乱地接受下来的东西,理智将之划分。表象将行走的苏格拉底表象为一,而理智则分别划分出“苏格拉底”,分别划分出“行走”,并将非分离之物分离地宣告出来;然而在分离之后,它又重新将之合为一。因为“苏格拉底从事哲学”是一个单一命题,又是一个单一思想,真与假也是作为单一命题之物而存在。因此,这两点是理智所特有的:能够将多个思想聚集为一个如同是一个,以及外加地思想时间;而这两者既不是表象的工作,也不是感觉的工作。另一方面,单纯且不可分割的事物有两种说法:或者是由于它既不在潜能上也不在现实上是可分割的,如同非质料的形式和点那样;或者是由于它在潜能上是可分割的但在现实上是不可分割的,如同线和一切量度那样。因此,理智以及它在思想中外加运用的时间,也与事物类似地既是可分割的又是不可分割的:在非质料的形式上,时间与理智自身完全是不可分割的;但当它思想那些在潜能上可分割而在现实上不可分割的事物时,它自身也在现实上是不可分割的,并在不可分割的时间中进行思想。因为它是将长度作为一个整体来思想,而不是在一半时间中思想这一部分,在另一半时间中思想那一部分;因为若是那样,它思想的就是两个长度而不是一个长度;但如果它将长度划分为若干长度,它也会划分时间。
- 3.6ἣν ἐκείνῳ συντίθησιν ἡ φιλία τὰ μέλη τῶν ζῴων διεσπαρμένα
关系代词 ἣν 的先行词是前文的 σύνθεσις。ἐκείνῳ 是指示代词与格,指代恩培多克勒本人,作视点与格(“在他的学说中”)。主语是 ἡ φιλία,直接宾语是 τὰ μέλη τῶν ζῴων,谓语分词 διεσπαρμένα 表明其分散的状态(“将散落的动物肢体结合起来”)。
- 3.6συντίθησι γὰρ τηνικαῦτα τῷ τοιούτῳ τὸ τοιοῦτον μὴ ὑπάρχειν
动词 συντίθησι 支配与格补足语 τῷ τοιούτῳ(“结合于这样一件事物”)并以带冠词不定式短语 τὸ τοιοῦτον μὴ ὑπάρχειν(“这样一种属性不属于它”)作为直接宾语。通过将“不属于”解释为与主词相结合的内容,否定判断在此被解释为也是一种结合(σύνθεσις)。
- 3.6νοεῖ καὶ αὐτὸς ὢν ἐνεργείᾳ ἀδιαίρετος καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ
主句动词 νοεῖ 同时受修饰主语(ὁ νοῦς)的分词短语 καὶ αὐτὸς ὢν ἐνεργείᾳ ἀδιαίρετος(“自身在现实上也是不可分割的”)和介词短语 καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ(“并在不可分割的时间中”)的修饰。这表明理智的状态与其活动所用的时间,在现实态上与对象的现实不可分割性相呼应。
