- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:107.30-109.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰奥弗拉斯托斯关于潜能理智与现实理智的论述被特米斯提乌斯引述,探讨了理智兼具外来性与先天性、思维中受动的意义,以及能动理智与潜能理智的结合等疑难,并由此断定亚里士多德与泰奥弗拉斯托斯在区分可消亡的受动理智与可分离的理智上具有一致性。
Ἄμεινον δὲ καὶ τὰ Θεοφράστου παραθέσθαι περί τε τοῦ δυνάμει νοῦ καὶ τοῦ ἐνεργείᾳ. περὶ μὲν οὖν τοῦ δυνάμει τάδε φησίν· ‘ὁ δὲ νοῦς πῶς ποτε ἔξωθεν ὢν καὶ ὥσπερ ἐπίθετος ὅμως συμφυής; καὶ τίς ἡ φύσις αὐτοῦ;1 τὸ μὲν γὰρ μηδὲν εἶναι κατ’ ἐνέργειαν, δυνάμει δὲ πάντα, καλῶς, ὥσπερ καὶ ἡ αἴσθησις. οὐ γὰρ οὕτως ληπτέον ὡς οὐδὲ αὐτός (ἐριστικὸν γάρ)·2 ἀλλ’ ὡς ὑποκειμένην τινὰ δύναμιν καθάπερ καὶ ἐπὶ τῶν ὑλικῶν. ἀλλὰ τὸ ἔξωθεν ἄρα οὐχ ὡς ἐπίθετον, ἀλλ’ ὡς ἐν τῇ πρώτῃ γενέσει συμπεριλαμβανόμενον θετέον. πῶς δέ ποτε γίνεται τὰ νοητὰ καὶ τί τὸ πάσχειν 〈ὑπ’〉 αὐτῶν; δεῖ γάρ, εἴπερ εἰς ἐνέργειαν ἥξει καθάπερ ἡ αἴσθησις. ἀσωμάτῳ δὲ ὑπὸ σώματος τί τὸ πάθος ἢ ποία μεταβολή; καὶ πότερον ἀπ’ ἐκείνου ἡ ἀρχὴ ἢ ἀπ’ αὐτοῦ; τῷ μὲν γὰρ πάσχειν ἀπ’ ἐκείνου δόξειεν ἂν (οὐδὲν γὰρ ἀφ’ ἑαυτοῦ τῶν ἐν πάθει)· τῷ δὲ ἀρχὴν πάντων εἶναι καὶ ἐπ’ αὐτῷ τὸ νοεῖν καὶ μή, ὥσπερ ταῖς αἰσθήσεσιν, ἀπ’ αὐτοῦ. τάχα δ’ ἂν φανείη καὶ τοῦτο ἄτοπον, εἰ ὁ νοῦς ὕλης ἔχει φύσιν μηδὲν ὢν ἅπαντα δὲ δυνατός· καὶ τὰ ἐφεξῆς μακρὸν ἂν εἴη παρατίθεσθαι καίτοι μὴ μακρῶς εἰρημένα, ἀλλὰ λίαν συντόμως τε καὶ βραχέως τῇ γε λέξει· τοῖς γὰρ πράγμασι μεστά ἐστι πολλῶν μὲν ἀποριῶν, πολλῶν δὲ ἐπιστάσεων, πολλῶν δὲ λύσεων. ἔστι δὲ ἐν τῷ πέμπτῳ τῶν Φυσικῶν, δευτέρῳ δὲ τῶν Περὶ ψυχῆς, ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι καὶ περὶ τοῦ δυνάμει νοῦ σχεδὸν τὰ αὐτὰ διαποροῦσιν, εἴτε ἔξωθέν ἐστιν εἴτε συμφυής, καὶ διορίζειν πειρῶνται, πῶς μὲν ἔξωθεν πῶς δὲ συμφυής. λέγουσι δὲ καὶ αὐτὸν ἀπαθῆ καὶ χωριστόν, ὥσπερ τὸν ποιητικὸν καὶ τὸν ἐνεργείᾳ· ‘ἀπαθὴς γάρ’ φησιν ‘ὁ νοῦς, εἰ μὴ ἄρα ἄλλως παθητικός’, καὶ ὅτι τὸ παθητικὸν ἐπ’ αὐτοῦ οὐχ ὡς τὸ κινητὸν ληπτέον (ἀτελὴς γὰρ ἡ κίνησις), ἀλλ’ ὡς ἐνέργειαν. καὶ προϊών φησι τὰς μὲν αἰσθήσεις οὐκ ἄνευ σώματος, τὸν δὲ νοῦν χωριστόν. ἁψάμενος δὲ καὶ τῶν περὶ τοῦ ποιητικοῦ νοῦ διωρισμένων Ἀριστοτέλει ‘ἐκεῖνο’ φησὶν ‘ἐπισκεπτέον, ὃ δή φαμεν ἐν πάσῃ φύσει τὸ μὲν ὡς ὕλην καὶ δυνάμει, τὸ δὲ αἴτιον καὶ ποιητικόν’, καὶ ὅτι ἀεὶ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος, καὶ ἡ ἀρχὴ τῆς ὕλης. ταῦτα μὲν ἀποδέχεται, διαπορεῖ δέ· ‘τίνε οὖν αὗται αἱ δύο φύσεις; καὶ τί πάλιν τὸ ὑποκείμενον ἢ συνηρτημένον τῷ ποιητικῷ; μικτὸν γάρ πως ὁ νοῦς ἔκ τε τοῦ ποιητικοῦ καὶ τοῦ δυνάμει. εἰ μὲν οὖν σύμφυτος ὁ κινῶν, καὶ εὐθὺς ἐχρῆν καὶ ἀεί· εἰ δὲ ὕστερον, μετὰ τίνος καὶ πῶς ἡ γένεσις; ἔοικε δ’ οὖν ὡς ἀγένητος, εἴπερ καὶ ἄφθαρτος. ἐνυπάρχων δ’ οὖν διὰ τί οὐκ ἀεί; ἢ διὰ τί λήθη καὶ ἀπάτη καὶ ψεῦδος; ἢ διὰ τὴν μῖξιν·’ ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι οὐ φαύλως ὑπονοοῦμεν ἄλλον μέν τινα παρ’ αὐτοῖς εἶναι τὸν παθητικὸν νοῦν καὶ φθαρτόν, ὃν καὶ κοινὸν ὀνομάζουσι καὶ ἀχώριστον τοῦ σώματος, καὶ διὰ τὴν πρὸς τοῦτον μῖξιν τὴν λήθην καὶ τὴν ἀπάτην γίνεσθαί φησιν ὁ Θεόφραστος· ἄλλον δὲ τὸν ὥσπερ συγκείμενον ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ὃν καὶ χωριστὸν τοῦ σώματος εἶναι τιθέασι καὶ ἄφθαρτον καὶ ἀγένητον, καὶ πὼς μὲν δύο φύσεις τούτους τοὺς νοῦς, πὼς δὲ μίαν·3 ἓν γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους. ἀλλ’ ὅπερ εἶπον, τὸ μὲν ἀποφαίνεσθαι περὶ τοῦ δοκοῦντος τοῖς φιλοσόφοις ἰδίας καὶ σχολῆς ἐστὶ καὶ φροντίδος, ὅτι δὲ μάλιστα ἄν τις ἐξ ὧν συνηγάγομεν ῥήσεων λάβοι τὴν περὶ τούτων γνῶσιν Ἀριστοτέλους καὶ Θεοφράστου, μᾶλλον δὲ ἴσως καὶ αὐτοῦ Πλάτωνος, τοῦτο γοῦν πρόχειρον ἴσως διισχυρίζεσθαι.
将泰奥弗拉斯托斯关于潜能理智与现实理智的论述亦并列列出,当是更好的做法。关于潜能理智,他这样说道:‘理智既然是来自外部、如同外加的一样,究竟如何又是先天的?而且它的本性又是什么?因为说它在现实活动中什么也不是,而在潜能中是一切,这与感觉的情形一样,是恰当的。因为绝不应当这样理解,仿佛它自身亦什么都不是(因为那是诡辩性的);而应当理解为某种作为基底的能力,正如在质料性的事物中那样。因此,来自外部之物不应被设定为外加的,而应被设定为在最初生成中一同被包含在内的。那么,可知对象究竟是如何产生的,受它们的影响又是什么?因为如果它确实要像感觉一样达到现实活动,就必须如此。但对于无形之物而言,受到有形之物的影响是什么,或者说是何种转变?而且这本原是来自那对象还是来自理智自身?因为依据受到影响而言,似乎来自那对象(因为在处于受动之物中,没有什么是出于自身的);但依据它是一切的本原、思想与不思想取决于它自身(而不像在感觉中那样)而言,似乎又来自它自身。倘若理智具有质料的本性,自身什么也不是却能成为一切,这或许亦显得荒谬。’要引述接下来的内容将篇幅过长,尽管就措辞而言它们并非长篇大论,反倒极为简练扼要;因为在实质内容上,它们充满了诸多疑难、诸多审察和诸多解答。这些见于《物理学》第五卷,即《论灵魂》第二卷;从所有这一切显而易见,关于潜能理智,他们亦提出了几乎相同的疑难,探究它是来自外部还是先天的,并试图界定它在何种意义上来自外部,又在何种意义上是先天的。他们亦称它自身是无受且可分离的,正如称呼能动理智与现实理智一样:‘因为理智是无受的,’他说,‘除非它是在另一种意义上是受动的’;并且在它身上的受动性不应理解为可运动之物那样(因为运动是不完满的),而应理解为现实活动。他接着说道,感觉不能脱离身体,而理智是可分离的。在触及亚里士多德关于能动理智所界定的内容时,他说:‘我们必须考察我们所说在一切自然中所存在的那个东西,一者作为质料且在潜能中,另一者则是原因且是能动的’,并且施动者总是比受动者更为尊贵,本原比质料更为尊贵。他在接受这些的同时,亦提出了疑难:‘那么,这两种本性究竟是什么?再者,作为能动者的基底或与其相联结之物又是什么?因为理智在某种意义上是由能动者与潜能者混合而成的。因此,如果推动者是先天的,它本应立即且始终如此;如果是后来的,那么它的生成是伴随着什么、又是如何发生的?无论如何,如果它是不灭的,它似乎亦是非生成的。但既然内在于其中,为何不始终活动?又为何会有遗忘、欺骗与虚假?难道是因为这种混合吗?’从这一切显而易见,我们的推测并非毫无根据:在他们看来,受动理智是某种另外的东西且是可消亡的,他们亦称之为共通的且不可与身体分离的,泰奥弗拉斯托斯说遗忘与欺骗正是由于与它的混合而产生的;而另一种理智则是仿佛由潜能者与现实者合成的,他们亦将其定为与身体分离的、不灭的且非生成的,并且在某种意义上将这些理智视为两种本性,在另一种意义上则视为一种本性(因为由质料与形式构成者乃是一)。然而正如我所说的,对哲学家们所持的见解作出裁决,属于私下的闲暇与沉思;但从我们所汇集的文段中,任何人都能最为充分地获得亚里士多德与泰奥弗拉斯托斯——甚至或许亦包括柏拉图本人——关于这些事柄的认识,这一点至少大概是可以轻易断言的。
- 3.5καὶ ἐπ’ αὐτῷ τὸ νοεῖν καὶ μή, ὥσπερ ταῖς αἰσθήσεσιν, ἀπ’ αὐτοῦ
短语 ὥσπερ ταῖς αἰσθήσεσιν 包含对比性的省略,意指“思维与否取决于理智自身,而不像感觉那样(感知并不取决于感觉本身)”。句末的 ἀπ’ αὐτοῦ 承接前文的 δόξειεν ἂν [εἶναι ἡ ἀρχή],构成表明本原来自理智自身的表语短语。
- 3.5οὐ γὰρ οὕτως ληπτέον ὡς οὐδὲ αὐτός (ἐριστικὸν γάρ)
在 οὐδὲ αὐτός 之后省略了谓词 ἐστί(或 μηδὲν ὄν 等)。该语境旨在驳斥将亚里士多德关于“理智在现实活动中什么也不是”的论断极端曲解为“仿佛理智自身根本不存在”的看法;ὡς 在此用作引导这种错误理解内容的连词。
- 3.5καὶ πὼς μὲν δύο φύσεις τούτους τοὺς νοῦς, πὼς δὲ μίαν
针对宾格对象 τούτους τοὺς νοῦς,设置了表语宾格 δύο φύσεις 与 μίαν,其支配动词可承前补出 τιθέασι(设定)或通用的 λέγουσι / ὑπολαμβάνουσι。它简要地表达了从潜能与现实之复合体来看待理智时,依据质料与形式的类比而认为理智既是一又是二的结构。
